ἐνέβαλον ἀμφότεροι καθʼ ἕκαστον ἔτος δεῦρο, τριάκοντα ἑξῆς ὀλίγου δεῖν ἔτεσι, τοῦτο δὲ ὡς ἡδέως καὶ ῥᾳδίως Δεκέλειαν ἐπετείχισαν ἡμῖν καὶ εἰς Σικελίαν ἀπήντησαν καὶ πανταχοῦ πρὶν κληθῆναι παρῆσαν. περὶ μὲν γὰρ τοῦ Πλαταιέων ὀλέθρου παραχωρήσειν ἀλλήλοις ἀμφοτέρους οἴομαι. νὴ Δίʼ ἀλλὰ οὐ κακῶς ἠγωνίσαντο ἐπὶ Δηλίῳ Θηβαῖοι. τί δʼ ἐπʼ Ἀμφιπόλει χεῖρον Λακεδαιμονίους ἐρεῖ τις; τὰς μὲν γὰρ ἄλλας εὐεργεσίας οὐχ οἷός τέ εἰμι ὑπὸ τοῦ πλήθους ἀκριβῶς καταλέξαι. τοιαῦτʼ ἐστὶ τούτων τὰ ἀμοιβαῖα, οἷς κέχρηνται πρὸς τὴν πόλιν. ἀλλὰ καὶ τῷ βασιλεῖ προσέθεντο Θηβαῖοι τὸ παλαιόν. Λακεδαιμόνιοι δέ γʼ ὕστερον, ὄντων τῶν τροπαίων ἃ σὺν ἡμῖν ἀνέστησαν. ἆρʼ οὐκ εἰκότως ἀπορῶ πότεροι μειζόνων ἀγαθῶν αἴτιοι τῇ πόλει γεγόνασι; νὴ Δία. ψῆφον γὰρ ἤνεγκαν Λακεδαιμόνιοι περισῶσαι τὴν πόλιν ἡμῶν· ἔστι ταῦτα. οὐκοῦν καὶ Θηβαῖοι καλούντων αὐτοὺς Λακεδαιμονίων οὐχ ὑπήκουσαν· ἔστι καὶ ταῦτα. πότερον οὖν δεῖ Λακεδαιμονίοις μὲν χάριν ἡμᾶς ἔχειν, ἐπειδήπερ οὐκ ἀνεῖλον τὴν πόλιν τὸν αὐτὸν τρόπον ὅνπερ Πλαταιὰς, Θηβαίοις δʼ, ἐπειδήπερ ἀπεῖπον ἐμβάλλοντες· ἢ Λακεδαιμονίοις μὲν ἀνθʼ ὧν εἰς τοῦτʼ ἤγαγον ἡμᾶς ὥστʼ ἐπʼ αὐτοῖς γενέσθαι χαλεπαίνειν, Θηβαίοις δʼ, ἐπειδήπερ ἁπασῶν τῶν ἔμπροσθεν ἐμβολῶν αὐτοῖς ἐκοινώνουν, ἐγκαλεῖν πολὺ μᾶλλον, ἢ ʼκείνοις μὲν ὑπὲρ τοῦ σῶσαι, τούτοις δὲ ὑπὲρ τοῦ μὴ συνεμβαλεῖν ποθʼ ἅπαξ ὀφείλειν χάριν ἡγεῖσθαι; καὶ μὴν οὔτε Θηβαίοις μᾶλλον δεῖ πικρῶς ἔχειν τὴν περὶ τῆς ἀναιρέσεως ἐνεγκοῦσιν ἢ Λακεδαιμονίοις τὸ ἔχειν ἐκείνοις ὅ τι ἂν βούλωνται ψηφίσασθαι περὶ ἡμῶν παραδοῦσιν, οὔτʼ αὖ Λακεδαιμονίοις τοῖς ἐπὶ τὸν Πειραιᾶ στρατευσαμένοις μᾶλλον ἔχειν ὀργὴν ἢ Θηβαίοις ἀντὶ τῆς αἰτίας διʼ ἣν ἀπελείφθησαν. ἣν ἄν τις ἀκριβῶς ἡμᾶς ἐᾷ σκοπεῖν, τῷ μὴ νικῆσαι τὴν ψῆφον αὐτῶν οὖσαν εὑρήσομεν. ἀλλὰ τί ταῦτα ἀκριβολογοῦμαι; εἰ γὰρ τὰ μάλιστά τις εὐεργεσίας βούλεται ταῦτα νομίζειν, οὐ διαφέρομαι· ἀλλὰ πῶς ἔγνωκα φράσω πρὸς ὑμᾶς. εἰ μὲν εἴ τι χρηστὸν πεποιήκασι τὴν πόλιν δεῖ σκοπεῖν, οὐκ ἀξιῶ Θηβαίων μὲν τὰς εὐεργεσίας λέγειν, Λακεδαιμονίων δὲ τὰ ἀδικήματα, οὐδʼ αὖ τοὐναντίον, ἀλλʼ ἀμφοτέρων ὅσʼ εὖ πεποιήκασι λέγειν. εἰ δὲ τὴν ἀγνωμοσύνην αὐτῶν ἐξετάζειν δεῖ, μὴ τὴν μὲν τῶν ἑτέρων ἐπιδεικνύναι, τὴν δὲ τῶν ἑτέρων ἐπικρύπτειν ἐν οἷς εὖ πεποιήκασιν, ἀλλʼ ἐπειδήπερ ἀμφοτέροις τὰ καὶ τὰ ὑπάρχει, δυοῖν θάτερον, ἢ ὡς εὐεργέτας ὄντας ἀμφοτέρους μηδετέρους ἀδικῶμεν, ἢ κακόνους ἀμφοτέρους κρίναντες μηδετέροις βοηθῶμεν. καὶ μὴν εἴ γε ἀμφοτέροις ἀποδοῦναι δεῖ τὴν ἀξίαν, διʼ ἃ μὲν ἠδικήκασιν ἡμᾶς τὸ μὴ τυχεῖν τῆς βοηθείας, ἀνθʼ ὧν δʼ εὖ πεποιήκασι τὸ μὴ κακῶς παθεῖν ἑκατέροις ὑπαρχέτω, καὶ οὕτως πρὸς ἄμφω καλῶς ὑμῖν ἐσκέψεται. ἂν δʼ ἐπὶ τούτους ἢ ʼκείνους ἀποκλίνητε, οὐδετέροις δικαίως χρήσεσθε, τοὺς μὲν ὄντων ὧν ἠδικήκασιν εὖ ποιοῦντες, τοὺς δὲ ὄντων ὧν εὐεργετήκασι διαφθείραντες, παρὸν ταμιεύσασθαι τὸ δίκαιον, καὶ τοσοῦτον τῆς περὶ τοὺς ἑτέρους σπουδῆς ἀφελεῖν, ὅσον οὐ δεῖ τοὺς ἑτέρους μισοῦντας ὑπερβάλλειν. εἰ δὲ δεῖ καὶ τοῦτʼ εἰπεῖν, ἡγοῦμαι Θηβαίοις μὲν ἡμᾶς ὧν οὐ συνεισέβαλλον Λακεδαιμονίοις καὶ ὧν Θρασύβουλον ἐδέξαντο ἀποδεδωκέναι χάριν αὐτάρκη, Λύσανδρον ἀποκτείναντας καὶ τἄλλα ὅσα σύνιστε συμπράξαντας· Λακεδαιμονίοις δʼ ἀντὶ τῆς ψήφου νῦν ἀποδοῦναι δεῖν τὴν χάριν, τὸ παρὸν μετὰ Θηβαίων ἀνελεῖν αὐτοὺς μὴ ποιῆσαι τοῦτο· καὶ τοῖς μὲν τοσοῦτον ἰσχῦσαι τὴν συμμαχίαν, ὅσον μὴ τοῖς Λακεδαιμονίοις ὑμᾶς προσθέσθαι, Λακεδαιμονίοις δὲ τοσοῦτον τὴν τότε εὐγνωμοσύνην, ὅσον μὴ καὶ νῦν ὑμᾶς μετὰ Θηβαίων γενέσθαι. ἀνισοῖ δʼ αὐτοὺς κἀκεῖνο, ὅτι οὔτε Λακεδαιμονίοις εὔλογον βοηθεῖν, ἐπειδήπερ τὰς πίστεις παρέβησαν, οὔτε Θηβαίοις, ἐπειδήπερ ἔχουσιν ἰσχυρὰν ἤδη παρʼ αὐτῶν τὴν δίκην. οὔτʼ οὖν ἐκείνοις συνεπεμβῆναι καλὸν οὔτε τούτους κωλῦσαι δικαίως ἀγανακτοῦντας. ἐξερήσομαι δὲ τοὺς ὑπὲρ ἑκατέρων εἰρηκότας χωρὶς οὕτως. ἄνδρες, οἳ Λακεδαιμονίοις συνείπατε, τί σπουδάζετε; βούλεσθε μὴ λαβεῖν τοὺς Θηβαίους τὴν συμμαχίαν, μηδὲ παθεῖν μηδὲν ὑφʼ ἡμῶν ἄγνωμον τοὺς Λακεδαιμονίους; ἐγὼ τούτου συνήγορος ὑμῖν. φέρε δὴ πάλιν· ἄνδρες οἱ Θηβαίοις συνειρηκότες βούλεσθε μηδὲν ἐμποδὼν γενέσθαι Θηβαίοις, μηδʼ ἐπὶ Λακεδαιμονίους ἡμᾶς ἀποκλῖναι; σύμψηφος ὑμῖν ἐγώ. καὶ τί κεκράγαμεν εἰκῆ καὶ φιλονεικοῦμεν, οὕτω κοινοῦ καὶ δικαίου πεφηνότος διαλλακτοῦ; ἀλλʼ οὐκ ἀπόχρη τὸ μέσον τοῦ πολεμεῖν τούτοις γε· εἰ δὲ μὴ ὑμῖν, ἕτερος λόγος. καὶ μὴν εἰ τριῶν ὄντων διὰ σπουδῆς ἑκατέροις ὑμῖν, ἑνὸς μὲν τοῦ μὴ κακῶς παθεῖν οὓς ᾕρησθε, ἑτέρου δὲ τοῦ μὴ τοὺς ἐναντίους εὖ, τρίτου δʼ ὅπως μείζους οὓς προῄρησθε ποιήσετε, τοῦτʼ ἀφαιρῶν, ἐκείνων ἔχομαι, πῶς οὖν οὐ διπλάσιον κοινωνῶ τῆς γνώμης ὑμῖν ἢ καθʼ ὅσον διέστηκα; προσθήσω δʼ ὅτι καὶ κατὰ ταῦτα κοινωνῶ καθʼ ἃ καὶ ὑμεῖς αὐτοὶ βελτίους φήσαιτʼ ἂν εἶναι. πῶς γὰρ οὐ βέλτιον κοινῶς τὸ τῇ πόλει συμφέρον ζητεῖν ἢ χάριτός τινος ἢ δυσμενείας ἤδη προσάπτεσθαι; εἶτα ἃ τοῖς ἑτέροις ἐπιτιμᾶτε ἑκάτεροι, ταῦτα αὐτοὶ ποιεῖτε. οὐκ ἐᾶτε λέγειν τὰς εὐεργεσίας, αὐτοὶ δʼ ὧν ᾕρησθε διέξιτε. ἀπολογεῖσθε ὑπὲρ τῶν ἐγκλημάτων, εἶτα κατηγορεῖτε. ἐγὼ μὲν οὖν, ὦ Ἀθηναῖοι, πρὸς τῷ μηδὲν ἐναντίον ἐμαυτῷ ποιεῖν καὶ τούτοις σύμψηφός εἰμι· οὗτοι δʼ ὁμοῦ μὲν αὐτοὶ τοῖς αὑτῶν ἑκάτεροι, ὁμοῦ δὲ τοῖς ἑτέροις τἀναντία φαίνονται λέγοντες. πρὸς δὲ οὐκ οἶδʼ ὅπως κἀμοὶ τῷ μηδετέροις διαφερομένῳ, καθʼ ὃ γοῦν ὡμογνωμόνηκα, εἶναι δεῖ μέρος. εἰς μὲν γὰρ τὸ βοηθεῖν ἀμφοτέροις κελεύειν οὐκ ἔνεστι δήπουθεν ἐλθεῖν τὴν συνηγορίαν. πῶς γάρ; εἰς δὲ τὸ μηδετέροις ἐπελθεῖν ὁ τοῦ συνηγόρου λοιπὸν τόπος ἐκπέπτωκε. καὶ γὰρ οὗτοι καὶ αὑτοὺς ἑκάτεροι τοῖς ἑτέροις συστρατεύεσθαι κωλύουσιν. οὐδὲν οὖν ἄλλο ἐστὶν οὑμὸς λόγος ἢ ὥσπερ τινὸς ἀντιγραφέως ἀνάγνωσις συντεθεικότος ἑξῆς τὴν ἑκατέρων ῥῆσιν καὶ μίαν ἐκ δυοῖν πεποιηκότος. ἀλλὰ μὴν τό γε τοῦ βασιλέως, μέμνησθε γὰρ δή που λεχθὲν ἀρτίως γε, οὐδετέροις ἡμᾶς βοηθεῖν ἐᾷ μᾶλλον ἤπερ προτρέπει τοῖς ἑτέροις· ὅ τι δʼ ἐστὶν ὅ φημι σαφῶς εἴσεσθε. οὔτε Θηβαίοις ἔνεστι δή που βοηθεῖν κατὰ τοῦτον τὸν λόγον, ἐπερσίκασι γάρ· οὔτε Λακεδαιμονίοις, ὅτι καὶ αὐτοὶ τὰ τοῦ Πέρσου κακὰ ζηλοῦσι, καὶ τῆς ἐκείνου πονηρίας καὶ ἀπιστίας κληρονόμους εἶναι προσῆκον οὐδαμῶς ὑμῖν ἐστιν. οὔτε γὰρ δή που μισεῖν τὴν Ἑλλάδα φήσαιτʼ ἂν, ὥστε ὡς ἀσθενεστάτην ζητεῖν ποιεῖν ὥσπερ ἐκεῖνος, οὔτʼ ἀνεκτὸν μεταβαλλομένους φαίνεσθαι. τὸ δʼ ἐπὶ σφῶν αὐτῶν ἐᾶσαι κριθῆναι τοὺς διενηνεγμένους ἀνεπίφθονον, καὶ οὐδʼ ἂν εἷς ὑμῖν νεμεσήσαι. εἶτα καὶ βασιλεὺς μὲν οὐκ αὐτὸς καταβαίνων, οὐδὲ τῷ σώματι κινδυνεύων, ἀλλʼ ἀπὸ χρημάτων συνετέλει τοῖς πράγμασι πολλῶν εὐπορῶν, καὶ ὕπαρχον κατέπεμψεν ἂν, ὄντων οὐκ ὀλίγων αὐτῷ· καὶ ταῦτʼ ἦν ὁ τοῦ βασιλέως πόλεμος, Φαρνάβαζος, Πισσούθνης, Τισσαφέρνης, ψευδολογία, χρυσίον, τὰ τοιαῦτα. ἡμεῖς δʼ εἰ πρὸς τοὺς ἑτέρους ἐπικλίναιμεν, τοῦθʼ ὃ ἐκεῖνος διὰ τούτων ἐφυλάττετο πεισόμεθα. ὁ μὲν γὰρ ὅπως μὴ διʼ αὑτοῦ ποτε κινδυνεύσῃ προεωρᾶτο, καὶ διὰ τοῦτο πόρρωθεν ἔτριβε τὰ πράγματα· ἡμεῖς δʼ αὐτῷ τοὐναντίον τοῖς σώμασι καὶ τῇ χώρᾳ καὶ πάσαις ὡς εἰπεῖν ταῖς ἀφορμαῖς ἀποκινδυνεύσομεν. οὐ γὰρ ἔστι διʼ ἄλλων πολεμεῖν ἡμῖν, οὐδʼ ἄνω τοῦ πολέμου καθημένοις ἐπαρκεῖν τοῖς πράγμασιν, οὐδʼ ἐξ ἀκοῆς εἰδέναι περὶ αὐτῶν, οὐδʼ ἐκ περιουσίας, οὐδʼ ἐν τρυφῆς μέρει μετέχειν τῶν γιγνομένων, μέτρῳ τῇ βουλήσει χρωμένους, ἀλλὰ παρεῖναι δεῖ καὶ συμπονεῖν, καὶ μηδὲν ἔλαττον τῶν ἐξ ἀρχῆς συμπεπτωκότων κινδυνεύειν, οὐχ ὕπαρχον ὅταν βουλώμεθα ἀποστεῖλαι. καὶ γὰρ εἰ καὶ χρήμασιν, ἔστι μὲν οὐδαμοῦ τοσαῦθʼ ἡμῖν ὥστʼ ἐγχωρεῖν ἀπαλλοτριοῦν εἰς τοσαύτην χρείαν· εἰ δʼ οὖν καὶ τοῦτον τὸν τρόπον τοῖς ἑτέροις συντελέσαιμεν, οὐκ ἔστʼ εἰπεῖν Σοῦσα οὐδʼ Ἐκβάτανα εἶναι, οὐδʼ ἀποκρύψαι δεῖν τὴν θάλατταν ἐτησίαν ὁδὸν βαδίζοντας, ἀλλὰ μιᾶς ἡμέρας καὶ δυοῖν ὁδός ἐστι, τοῖς ἀδικηθεῖσιν ἐμβαλεῖν καὶ ἄγειν καὶ φέρειν ἡμᾶς, ὥστʼ ἐκ τούτων ἀνάγκην εἰς χεῖρας ἐλθεῖν εἶναι· τοῦτο δʼ ἐστὶ τἀκ τῆς δυσπραξίας πράγματα. ἐκέλευον δʼ ἂν καὶ αὐτὸς τοῖς Λακεδαιμονίοις ἐπικουρεῖν τῷ τὰ τῶν Θηβαίων ὑπεραίρειν, εἰ μὴ ὅσον πλήθει καὶ ἰσχύϊ τούτους περιεῖναι, τοσοῦτον ἐκείνους ἐπεπείσμην ἀνοίσειν ἀσκήσει. εἰ μὲν γὰρ ἐξ ἴσου καθειστήκεσαν, περὶ τῶν Θηβαίων ἔγωγʼ ἂν ἔδεισα ὡς ἀσθενεστέρων, ἐπεὶ δʼ οἱ Θηβαῖοι καλῶς ποιοῦντες παρεληλύθασιν, ἴσας ἔχειν λαβὰς τὸν πόλεμον ἡγοῦμαι· ἐνεῖναι γὰρ καὶ παρὰ Λακεδαιμονίοις καὶ ὑστέροις ὁρμηθεῖσι μεταδιῶξαι. συνέξει δὴ τὸν πόλεμον καὶ ποιήσει τριβὴν τὸ τοὺς μὲν οἷς κατωρθώκασιν ἐπαιρομένους ἐπὶ πᾶν ἀφικέσθαι ζητεῖν, τοὺς δʼ αὖ Λακεδαιμονίους ἀρετῇ καὶ φρονήματι κρείττους ἀξιοῦντας εἶναι μηδὲν πλέον ἂν τούτων ὑπομεῖναι παραδέξασθαι. εἰ δὲ δή τινων ἔργον δεῖ μιμήσασθαι, τὸ Ἀργείων καλὸν, οἳ παρὰ τὸν πόλεμον τὸν ἡμέτερον καὶ Λακεδαιμονίων τούτων ἡσυχίαν ἄγοντες καὶ νεότητι καὶ κατασκευῇ τῆς χώρας καὶ τοῖς πᾶσιν εὐθένησαν, ἕως συνεφαψάμενοι τῶν πραγμάτων προήκαντο τὴν ὑπάρχουσαν εὐδαιμονίαν καὶ ὁ δῆμος αὐτῶν τότε κατελύθη, καὶ πάλιν ἄλλʼ ἠκολούθησε κακά. πάντα γὰρ ὡς εἰπεῖν οἱ πόλεμοι φύουσι, πολιτειῶν καταλύσεις, φιλονεικίας, βλάβας, ἃς οὐδʼ ἂν προΐδοιτό τις παντοδαπὰς, ὧν εἴ τινες ἀνθρώπων καὶ ἡμεῖς ἐμπείρως ἐσχηκότες ἐν φυλακῇ δικαίως ἂν εἴημεν. ἀκούω δὲ καὶ τοὺς προγόνους ἡμῶν τοὺς ἐπʼ ἐκείνων τῶν καιρῶν ἀποστῆναι Σαλαμῖνος Μεγαρεῦσι χρόνον ἔστιν ὃν, κἄν τις εἴπῃ κομίζεσθαι, τεθνάναι ψήφισμα ποιήσασθαι. ὅπου δὲ καὶ τῶν οἰκείων παραχωρῆσαι καὶ προέσθαι ἔσθʼ ὅτε δεῖ καὶ συμφέρει, πῶς ἀλλοτρίων γε κακῶν ἄξιον κληρονομῆναι , καὶ τούτων μὲν ἂν τῶν νῦν καλούντων ἡμᾶς πικρῶς ἔχειν τοῖς ἐμβάλλουσιν εἰς τὴν Ἀττικὴν, εἰ τοῦθʼ ὁποτέροις οὖν αὐτῶν ἐπῆλθε ποιῆσαι, αὐτοὺς δʼ εἰς πόλεμον καὶ ταραχὴν ἀκατάστατον ἡμᾶς αὐτοὺς ἐμβαλεῖν εἰκῆ, καὶ ταῦτʼ εἰδότας ὡς ἄρξασθαι μὲν πολέμου ῥᾴδιον, ἀπαλλαγῆναι δὲ οὐδὲν οὕτω χαλεπόν; οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται μὲν τοὺς κινδύνους αὑτῶν ὄντες κύριοι, φεύγουσι δʼ ἐπʼ ἄλλοις γενόμενοι· τούτων δʼ οὐδέτερον εὖ φρονούντων ἐστίν. ἡμῖν δὲ συχνὸν μὲν χρόνον ἡ χώρα κεκάκωται, πολὺν δʼ