μήτε κινδυνεύειν καὶ ἀμφοτέρους τιμωρήσασθαι καὶ μηδετέροις προσκροῦσαι παραινῶν. καὶ μὴν ἐξιοῦσι μὲν ὑμῖν οὐκ εὔδηλον ὡς πιστὰ τὰ παρὰ τῶν συμπολεμησάντων ἀπαντήσειεν, οὖσι δʼ οἴκοι, χωρὶς ἧς ὑμῖν αὐτοῖς παρέξετʼ ἀσφαλείας, δῆλόν ἐστι σαφῶς ὅτι κἀκεῖνοι χάριν ἕξουσιν ἀμφότεροι. οὐ γὰρ ὧν οὐ συναγωνιζομένων μὲν ὑμῶν ἔτυχον ἑκάτεροι μέμψιν ποιήσονται, τοῦτο μὲν γὰρ ἴσασι τῶν ἀδυνάτων ὂν, ἀλλʼ ὧν οὐχὶ κακῶς ποιούντων αὐτοὺς ἐπειράθησαν, χάριν ἕξουσιν ἀμφότεροι δικαίως· τοῖς γὰρ μηδετέρους λυπεῖν ἐγνωκόσι τοῦτʼ ἴσασι καταλειπόμενον μόνον. πῶς οὖν οὐκ ἄμεινον ἀμφοτέρους ἐπιτρίβοντας καταθέσθαι χάριν ἀμφοτέροις, ἢ τοῖς ἑτέροις προσθεμένους, μηδετέρους οἰκειώσασθαι, ἀλλὰ τοῖς μὲν πρότερον, τοῖς δʼ ὕστερον ἐχθροῖς χρήσασθαι; ὅτι γὰρ ταῦτʼ εἰκότως ὑφορῶμαι ἔδειξαν ἀρτίως περὶ μὲν τῶν Λακεδαιμονίων οἱ τοῖς Θηβαίοις συναγορεύοντες, περὶ δὲ τῶν Θηβαίων οἱ τοῖς Λακεδαιμονίοις. δῆλον δὲ καὶ χωρὶς τῶν παρὰ τούτων λόγων ὅτι πάντα τὸν ἔμπροσθεν χρόνον συμπνέοντες καὶ κοινωνοῦντες ἑκάστων, ὡς οὐδεὶς δῆμος εἷς τῶν αὐτὸς αὑτοῦ μετέχει πραγμάτων, εἶτα μῦν ἐπʼ ἀλλήλους σὺν τοσαύτῃ σπουδῇ καὶ ῥώμῃ παρόντες, καὶ φίλους ὑμᾶς οὓς τότʼ ἠδίκουν ἀξιοῦντες ἔχειν, οὐδὲν περὶ ὑμῶν ἁπλοῦν οὐδὲ δίκαιον φρονήσουσιν ὕστερον, ἄλλως τε καὶ χρείᾳ νῦν, οὐκ εὐνοίᾳ παραλαβόντες. ἀλλὰ μὴν ὅπου γε νῦν ἡμᾶς ἐφέδρους εἰδότες, ὅμως πάρεισιν ἐπʼ ἀλλήλους, πῶς οὐχ ὅταν τοὺς ἑτέρους ἐξέλωμεν, ἐφʼ ἡμᾶς χρὴ νομίζειν τρέψεσθαι τοὺς περιγενομένους, ἐκεῖνό γʼ εἰδότας ὡς, ἂν ἡμᾶς κρατήσωσιν, οὐδεὶς αὑτοῖς λοιπὸς ἐναντίος ἔσται; ἀλλʼ ὦ τᾶν τῇ γε ἄλλῃ δίκαιον παρακινδυνεῦσαι, κἂν εἰς τοσαύτην ἀγνωμοσύνην ἐμπεσεῖν δέῃ. δεινὸν γὰρ Λακεδαιμονίους περιιδεῖν ἢ Θηβαίους τοσαῦτα καὶ τοιαῦτα ἀγαθὰ εἰργασμένους ἀνθρώπους τὴν πόλιν. οἶμαι μὲν ὑπὸ τοῦ πλήθους ἑκατέρων τῶν εὐεργεσιῶν οὐκ ἔχειν νῦν διακρῖναι πότεροι πλείους καὶ μείζους εἰσενηνόχασιν ἡμῖν, τοῦτο μὲν ἡνίκα ἐνθυμηθῶ ὡς ἄρα οἰκείως καὶ προθύμως ἐνέβαλον ἀμφότεροι καθʼ ἕκαστον ἔτος δεῦρο, τριάκοντα ἑξῆς ὀλίγου δεῖν ἔτεσι, τοῦτο δὲ ὡς ἡδέως καὶ ῥᾳδίως Δεκέλειαν ἐπετείχισαν ἡμῖν καὶ εἰς Σικελίαν ἀπήντησαν καὶ πανταχοῦ πρὶν κληθῆναι παρῆσαν. περὶ μὲν γὰρ τοῦ Πλαταιέων ὀλέθρου παραχωρήσειν ἀλλήλοις ἀμφοτέρους οἴομαι. νὴ Δίʼ ἀλλὰ οὐ κακῶς ἠγωνίσαντο ἐπὶ Δηλίῳ Θηβαῖοι. τί δʼ ἐπʼ Ἀμφιπόλει χεῖρον Λακεδαιμονίους ἐρεῖ τις; τὰς μὲν γὰρ ἄλλας εὐεργεσίας οὐχ οἷός τέ εἰμι ὑπὸ τοῦ πλήθους ἀκριβῶς καταλέξαι. τοιαῦτʼ ἐστὶ τούτων τὰ ἀμοιβαῖα, οἷς κέχρηνται πρὸς τὴν πόλιν. ἀλλὰ καὶ τῷ βασιλεῖ προσέθεντο Θηβαῖοι τὸ παλαιόν. Λακεδαιμόνιοι δέ γʼ ὕστερον, ὄντων τῶν τροπαίων ἃ σὺν ἡμῖν ἀνέστησαν. ἆρʼ οὐκ εἰκότως ἀπορῶ πότεροι μειζόνων ἀγαθῶν αἴτιοι τῇ πόλει γεγόνασι; νὴ Δία. ψῆφον γὰρ ἤνεγκαν Λακεδαιμόνιοι περισῶσαι τὴν πόλιν ἡμῶν· ἔστι ταῦτα. οὐκοῦν καὶ Θηβαῖοι καλούντων αὐτοὺς Λακεδαιμονίων οὐχ ὑπήκουσαν· ἔστι καὶ ταῦτα. πότερον οὖν δεῖ Λακεδαιμονίοις μὲν χάριν ἡμᾶς ἔχειν, ἐπειδήπερ οὐκ ἀνεῖλον τὴν πόλιν τὸν αὐτὸν τρόπον ὅνπερ Πλαταιὰς, Θηβαίοις δʼ, ἐπειδήπερ ἀπεῖπον ἐμβάλλοντες· ἢ Λακεδαιμονίοις μὲν ἀνθʼ ὧν εἰς τοῦτʼ ἤγαγον ἡμᾶς ὥστʼ ἐπʼ αὐτοῖς γενέσθαι χαλεπαίνειν, Θηβαίοις δʼ, ἐπειδήπερ ἁπασῶν τῶν ἔμπροσθεν ἐμβολῶν αὐτοῖς ἐκοινώνουν, ἐγκαλεῖν πολὺ μᾶλλον, ἢ ʼκείνοις μὲν ὑπὲρ τοῦ σῶσαι, τούτοις δὲ ὑπὲρ τοῦ μὴ συνεμβαλεῖν ποθʼ ἅπαξ ὀφείλειν χάριν ἡγεῖσθαι; καὶ μὴν οὔτε Θηβαίοις μᾶλλον δεῖ πικρῶς ἔχειν τὴν περὶ τῆς ἀναιρέσεως ἐνεγκοῦσιν ἢ Λακεδαιμονίοις τὸ ἔχειν ἐκείνοις ὅ τι ἂν βούλωνται ψηφίσασθαι περὶ ἡμῶν παραδοῦσιν, οὔτʼ αὖ Λακεδαιμονίοις τοῖς ἐπὶ τὸν Πειραιᾶ στρατευσαμένοις μᾶλλον ἔχειν ὀργὴν ἢ Θηβαίοις ἀντὶ τῆς αἰτίας διʼ ἣν ἀπελείφθησαν. ἣν ἄν τις ἀκριβῶς ἡμᾶς ἐᾷ σκοπεῖν, τῷ μὴ νικῆσαι τὴν ψῆφον αὐτῶν οὖσαν εὑρήσομεν. ἀλλὰ τί ταῦτα ἀκριβολογοῦμαι; εἰ γὰρ τὰ μάλιστά τις εὐεργεσίας βούλεται ταῦτα νομίζειν, οὐ διαφέρομαι· ἀλλὰ πῶς ἔγνωκα φράσω πρὸς ὑμᾶς. εἰ μὲν εἴ τι χρηστὸν