ἐνδείξασθαι. ἐπεὶ τί δεῖ λέγειν, νῦν οὐχ ἵνα Θηβαίοις χαρίσωμαι παρελήλυθα, κᾆτα κελεύειν βοηθεῖν αὐτοῖς, ἢ πάλιν οὐκ ἐθέλων χαρίσασθαι Λακεδαιμονίοις, εἶτα προστάττειν ὑμῖν κινδυνεύειν ὑπὲρ αὐτῶν; εἰ γάρ ἐστιν ἀληθὲς τοῦτο τὸ σχῆμα ἀμφοτέροις καὶ δεῖ πιστεύειν αὐτοῖς ὥσπερ ἔγωγε φημὶ δεῖν, οὑμὸς ἔχει χώραν λόγος ἀμφοτέροις ἐκποδὼν στῆναι. νῦν δὲ ὥσπερ ζητούντων ὑμῶν τίσι πολεμήσετε, ἀλλʼ οὐχ ὃ τῇ πόλει συμφέρει πράττειν ὀφειλόντων, οὕτως οἱ μὲν τοῖς, οἱ δὲ τοῖς κελεύουσι πολεμεῖν, ὡς εἰ μὴ κινδυνεύσετε ζημίας οὔσης. τοῦτο δʼ ἢν ἐν μέσῳ κείμενον, τὸ μηδετέροις οἰκείως ἔχουσι τὰ ὑμέτερʼ αὐτῶν πράττειν παραινεῖν ὑμῖν· οὗ λυσιτελέστερον οὐδέν ἐστι τῇ πόλει, οὐδʼ ὅ τι μᾶλλον καὶ τοὺς ἐν ἡλικίᾳ διατηρήσει, καὶ ναυσὶ καὶ χρήμασι καὶ πᾶσιν ἔσται σωτήριον. λέγουσι δὲ ὡς πολλοὺς ὑπὲρ πολλῶν ᾕρησθε κινδύνους καὶ αὐτοὶ καὶ οἱ πρόγονοι, καὶ λέγουσιν ἀληθῆ. ἀλλʼ εἰ τῶν ἄλλων οὕτω προνοεῖσθε, ὥστʼ εἰ καὶ πολεμεῖν ὑπὲρ αὐτῶν δέοι μὴ κατοκνεῖν, πῶς οὐχ ὑπὲρ ὑμῶν γε αὐτῶν μέχρι τοῦ μὴ κινδυνεῦσαι παρὰ καιρὸν προνοήσεσθε; οὐ γὰρ δή που τὰ μὲν τῶν ἄλλων συμφέροντα καὶ μετὰ κινδύνων βεβαιοῦν ἄξιον, τὰ δʼ ἡμέτερα αὐτῶν οὐδʼ ἡσυχῆ. ἔπειτα εἴ τις βούλεται σκέψασθαι διὰ τί ποθʼ ἡμῶν εὐδοκίμησαν οἱ πατέρες, πότερον διʼ αὐτὸ τὸ πλεῖν καὶ στρατεύεσθαι καὶ φιλοκινδύνως ἔχειν, ἢ διὰ τὸ σχῆμα τῶν ἔργων καὶ τὰς προφάσεις εὐλόγους καὶ ἀναγκαίας οὔσας, οὐκ ἂν, οἶμαι, φαίη διʼ ἐκεῖνα. λῃστῶν γὰρ ἂν αὐτοῖς ἔπαινον καὶ καταποντιστῶν ἀνατιθείη, εἰ τοῦτο θαυμάζοι καὶ ζηλωτὸν ἡγοῖτο τὸ τοῖς κινδύνοις ἀεὶ σφᾶς αὐτοὺς ὑποτεθεικέναι. ἀλλʼ οἶμαι τὸ τοὺς βαρβάρους ὑπὲρ τῶν Ἑλλήνων ἀμύνεσθαι καὶ μηδαμοῦ προΐεσθαι διὰ μαλακίαν τὰ δίκαια, τοῦτʼ ἐνδόξους ἐποίησεν αὐτοὺς εἰκότως. ἀλλʼ οὐχ ὁ νῦν πόλεμος τοιαύτην ἔχει τάξιν, ὥστʼ ἢ διʼ ἀνάγκην ὑμᾶς μετέχειν αὐτοῦ, ἢ διὰ προστασίαν, ἢ διὰ τοιούτου τινὸς δικαίου λόγον. αὐτὸ γὰρ τοῦτο πρῶτον οὐκ ἔνεστι διακρῖναι ποτέροις δεῖ βοηθεῖν. διὰ τί; διʼ ἓν μὲν ἐκεῖνο, ὅτι εἰ τὸ πολλοῖς ἡμᾶς συνεπειλῆφθαι πραγμάτων αἴτιον εἶναι δεῖ τοῦ μηδὲ νῦν ἡσυχάσαι, κοινὸν ἀμφοτέροις ἐστὶ τοῦτο. ὥσθʼ οἷς μετὰ τῶν ἑτέρων ἔσεσθε δικαίως, τούτοις τοὺς ἑτέρους παριδόντες ἁμαρτάνειν δόξετε. ἔπειτα εἰ μὲν δεῖ μνημονεύειν ὧν ἠδικήμεθα ὑπʼ ἀμφοτέρων, οὐδετέροις προσθετέον· εἰ δʼ ἀφίεμεν τὴν μέμψιν, οὐ δή που τοῖς μὲν, τοῖς δʼ οὒ, ἀλλʼ ἀμφοτέροις ὁμοίως ἀφήσομεν. τούτων δʼ οὕτως ἐχόντων οὐχ ἕξομεν οὓς αἱρησόμεθα, ἀμφοῖν ὑπάρχοντος ταὐτοῦ δικαίου. ὅλως δὲ πῶς οὐκ ἔστιν ἄτοπον, οἷς ἂν οὕτω τύχῃ καὶ βοηθεῖν δεῖ κατὰ τὸν τοῦ μὴ μνησικακεῖν λόγον, τούτοις τοὺς ἑτέρους συναναιρεῖν ἐξεπίτηδες; ὥστε εἰ δεῖ μὲν βοηθεῖν, τοῦτο δʼ ἀμήχανον ἀμφοτέροις, ὁ τοῦ μὴ δεῖν ἐγκαλεῖν λόγος εἰς τὸ μέσον κάτεισι, τῷ μήτε τούτοις βοηθεῖν, ὅτι κἀκείνοις ἔδει, μήτε ἐκείνοις, ὅτι καὶ τούτοις ὠφείλετο. ὥστε ὅτι οὐ μνησικακητέον, διὰ τοῦτο οὐ βοηθητέον. συμβέβηκε δʼ ἃ μάλιστʼ ἄν τις εὔξατο, Θηβαίους καὶ Λακεδαιμονίους συμπεπτωκέναι καὶ ὑμῖν δεδωκέναι σχολῆς καιρὸν καὶ ἀναπαύσεως, αὐτοὺς δʼ ἀνηνύτῳ πολέμῳ συνέχεσθαι, θεῶν τινος, ὡς ἐμοὶ δοκεῖ, προστασίᾳ καὶ προνοίᾳ περὶ τῆς ἡμετέρας πόλεως. εἴτε γὰρ δίκην ἐβουλόμεθα λαβεῖν παρʼ αὐτῶν, πραγματείας ἔδει καὶ κινδύνων, εἴθʼ ἡσυχίαν ἤγομεν, ἀθώους εἶναι κατελείπετο ἐκείνους. νῦν τοίνυν οὕτως ὑπὸ τοῦ δαιμονίου τὸ πρᾶγμα ἐστρατήγηται, ὥστʼ οἴκοι καθημένοις ὑμῖν ὑπάρχειν αὐτοὺς τιμωρήσασθαι διʼ αὐτῶν. δεῖ δὴ τοιούτῳ καιρῷ σωφρόνως καὶ πεφυλαγμένως χρήσασθαι, καὶ μὴ ὅπως ἐκείνων οἱ ἕτεροι τῶν ἑτέρων περιέσονται τοῦτο σκοπεῖν, ἀλλʼ ὅπως ὑμεῖς μηδʼ ὑφʼ ἑτέρων ἐνοχλῆσθε. καὶ γὰρ ἄτοπον ἐκείνους μὲν ἑκατέρους τὸ σφίσιν αὐτοῖς λυσιτελοῦν, μὴ τὸ ὑμῖν ζητοῦντας ἀπεσταλκέναι δεῦρο, ὑμᾶς δὲ τἀκείνων ἔμπροσθεν θεῖναι τῶν ὑμῖν αὐτοῖς συμφερόντων. σκέψασθε δὴ πρὸς Διὸς ὁπότεροι βελτίω λέγουσι καὶ μετριώτερα, οἱ πράγματʼ ἔχειν καὶ τοὺς ἑτέρους ἀμύνεσθαι καὶ ἐν ἐχθρῶν τάξει τοῦτο ποιεῖν κελεύοντες, ἢ ὁ