εἴ τι κἀμοὶ μέτεστιν, ὦ Ἀθηναῖοι, παρρησίας, πειράσομαι περὶ τῶν παρόντων εἰπεῖν ἃ γιγνώσκω, δεηθεὶς ὑμῶν μὴ θορυβῆσαι πρὶν ἂν πάντων ἀκούσητε. ἔστι μὲν οὖν ἔργον τὸ συμφέρον ὑμῖν καθαρῶς ἐξετάσαι. τοῖς μὲν γὰρ ἢ τούτοις ἢ ʼκείνοις συνειρηκόσιν ἥ τε πρὸς οὓς ᾕρηνται χάρις αὐτῶν ὕπεστι καὶ ἔτι πρὸς ὑμῶν τοὺς ταὐτὰ γιγνώσκοντας, τοῖς δʼ ἐξεστηκόσι τούτου καὶ μέσοις οὖσι μήτʼ ἐκείνων μηδετέροις τὰ πρὸς ἡδονὴν λέγειν συμβεβηκός ἐστι μήθʼ ὑμῖν ἃ βούλεσθέ τε καὶ προσδοκᾶτε. ὥστʼ εἶναι πολὺ τοῖς διαμαρτοῦσιν ἐκείνων λυσιτελέστερον ἢ τῷ ταῦτα πείσαντι, τοῖς μὲν ὑπαρχόντων ὑπὲρ ὧν ἠγωνίσαντο φίλων, τῷ δὲ οὐδεμιᾶς χάριτος παρʼ ὑμῶν οὔσης. οὐ μὴν ἀλλὰ καίπερ τοιαύτην δυσκολίαν ἔχοντος τοῦ πράγματος οὐκ ἀποκνήσω. δοκεῖ γάρ μοι τοῖς εἰρηκόσι τούτοις ὑπὲρ ἑκατέρων ὁ ὑπὲρ ὑμῶν ἐρῶν λοιπὸν ἐνδεῖν. ἐὰν οὖν οὗτος ἐγὼ φανῶ, χάριν ὑμῖν ὑπὲρ ὑμῶν εἴσομαι. τοῖς μὲν γὰρ ὑπὲρ τῶν ἑτέρων εἰρηκόσι, κἂν ἡττηθῶσι τῶν ἐναντίων, ἡ πρὸς οὓς ᾕρηνται χάρις σώζεται, ὁ δʼ ἐν μέσῳ γενόμενος τῆς μὲν παρʼ ἑκατέρων αὑτὸν ἤδη προαπεστέρηκε, τῶν δὲ παρʼ ὑμῶν ἄδηλον ὁποίων τεύξεται. συμβαίνει δὴ μηδαμῶς ἴσον εἶναι ἢ τὰ τῶν ἑτέρων συμφέροντα ᾑρημένον καὶ ὑμῶν τοὺς ταὐτὰ γιγνώσκοντας ἔχειν εὐμενεῖς, ἢ ὑπὲρ ὑμῶν ἀνεστηκότα προσκρούειν ὑμῖν, καὶ ἡττηθέντα μὲν τριῶν ἡμαρτηκότα ὑπάρχειν, κρατήσαντα δὲ καὶ διαγενόμενον ἐξ ἴσου τοῖς ἡττηθεῖσι γίγνεσθαι, ἑτέρων ἀνθʼ ὑμῶν ἐκείνοις ὑπαρχόντων οὓς ᾕρηνταί τε καὶ φίλους πεποίηνται. οὐ μὴν ἀλλʼ αἰσχρόν μοι φαίνεται καὶ οὐ πολιτικὸν οὐδʼ ἴσον οὐδαμῶς Ἀθήνησι τῶν λόγων γιγνομένων τοὺς μὲν ὑπὲρ Θηβαίων καὶ πάλιν Λακεδαιμονίων ἐροῦντας εὑρῆσθαι, τοὺς δὲ ὑπὲρ ὑμῶν ἐλλείπειν. ἐπαινῶ δὲ τοὺς ῥήτορας ἀμφοτέρους, ὅτι πολλὰ καὶ θαυμαστὰ εὑρόντες καθʼ ἑκατέρων ἐδίδαξάν με κοινῇ τί χρὴ περὶ αὐτῶν ἀποφήνασθαι. οἶμαι γὰρ καὶ εἰ μηδὲν ὅλως ἐτύγχανον γιγνώσκων ἐπʼ ἐμαυτοῦ, τοῖς γε ὑπὸ τούτων εἰρημένοις ἀκολουθῶν ἔχειν ἂν κατιδεῖν τὸ κράτιστον. μέμφομαι δʼ αὐτοῖς αὖ τοσοῦτον ὅτι πάντʼ ἐπικρυπτόμενοι καὶ ζητοῦντες ὅπως λήσουσι, πρὸς χάριν οἱ μὲν τούτων, οἱ δʼ ἐκείνων λέγοντες ἓν τοῦτʼ οὐκ ἔφυγον, ὅτι λαθεῖν ζητοῦσιν ἐνδείξασθαι. ἐπεὶ τί δεῖ λέγειν, νῦν οὐχ ἵνα Θηβαίοις χαρίσωμαι παρελήλυθα, κᾆτα κελεύειν βοηθεῖν αὐτοῖς, ἢ πάλιν οὐκ ἐθέλων χαρίσασθαι Λακεδαιμονίοις, εἶτα προστάττειν ὑμῖν κινδυνεύειν ὑπὲρ αὐτῶν; εἰ γάρ ἐστιν ἀληθὲς τοῦτο τὸ σχῆμα ἀμφοτέροις καὶ δεῖ πιστεύειν αὐτοῖς ὥσπερ ἔγωγε φημὶ δεῖν, οὑμὸς ἔχει χώραν λόγος ἀμφοτέροις ἐκποδὼν στῆναι. νῦν δὲ ὥσπερ ζητούντων ὑμῶν τίσι πολεμήσετε, ἀλλʼ οὐχ ὃ τῇ πόλει συμφέρει πράττειν ὀφειλόντων, οὕτως οἱ μὲν τοῖς, οἱ δὲ τοῖς κελεύουσι πολεμεῖν, ὡς εἰ μὴ κινδυνεύσετε ζημίας οὔσης. τοῦτο δʼ ἢν ἐν μέσῳ κείμενον, τὸ μηδετέροις οἰκείως ἔχουσι τὰ ὑμέτερʼ αὐτῶν πράττειν παραινεῖν ὑμῖν· οὗ λυσιτελέστερον οὐδέν ἐστι τῇ πόλει, οὐδʼ ὅ τι μᾶλλον καὶ τοὺς ἐν ἡλικίᾳ διατηρήσει, καὶ ναυσὶ καὶ χρήμασι καὶ πᾶσιν ἔσται σωτήριον. λέγουσι δὲ ὡς πολλοὺς ὑπὲρ πολλῶν ᾕρησθε κινδύνους καὶ αὐτοὶ καὶ οἱ πρόγονοι, καὶ λέγουσιν ἀληθῆ. ἀλλʼ εἰ τῶν ἄλλων οὕτω προνοεῖσθε, ὥστʼ εἰ καὶ πολεμεῖν ὑπὲρ αὐτῶν δέοι μὴ κατοκνεῖν, πῶς οὐχ ὑπὲρ ὑμῶν γε αὐτῶν μέχρι τοῦ μὴ κινδυνεῦσαι παρὰ καιρὸν προνοήσεσθε; οὐ γὰρ δή που τὰ μὲν τῶν ἄλλων συμφέροντα καὶ μετὰ κινδύνων βεβαιοῦν ἄξιον, τὰ δʼ ἡμέτερα αὐτῶν οὐδʼ ἡσυχῆ. ἔπειτα εἴ τις βούλεται σκέψασθαι διὰ τί ποθʼ ἡμῶν εὐδοκίμησαν οἱ πατέρες, πότερον διʼ αὐτὸ τὸ πλεῖν καὶ στρατεύεσθαι καὶ φιλοκινδύνως ἔχειν, ἢ διὰ τὸ σχῆμα τῶν ἔργων καὶ τὰς προφάσεις εὐλόγους καὶ ἀναγκαίας οὔσας, οὐκ ἂν, οἶμαι, φαίη διʼ ἐκεῖνα. λῃστῶν γὰρ ἂν αὐτοῖς ἔπαινον καὶ καταποντιστῶν ἀνατιθείη, εἰ τοῦτο θαυμάζοι καὶ ζηλωτὸν ἡγοῖτο τὸ τοῖς κινδύνοις ἀεὶ σφᾶς αὐτοὺς ὑποτεθεικέναι. ἀλλʼ οἶμαι τὸ τοὺς βαρβάρους ὑπὲρ τῶν Ἑλλήνων ἀμύνεσθαι καὶ μηδαμοῦ προΐεσθαι διὰ μαλακίαν τὰ δίκαια, τοῦτʼ ἐνδόξους ἐποίησεν αὐτοὺς εἰκότως. ἀλλʼ οὐχ ὁ νῦν πόλεμος τοιαύτην ἔχει τάξιν, ὥστʼ ἢ διʼ ἀνάγκην ὑμᾶς μετέχειν αὐτοῦ, ἢ διὰ προστασίαν, ἢ διὰ τοιούτου τινὸς δικαίου λόγον. αὐτὸ γὰρ τοῦτο πρῶτον οὐκ ἔνεστι διακρῖναι ποτέροις δεῖ βοηθεῖν. διὰ τί; διʼ ἓν μὲν ἐκεῖνο, ὅτι εἰ τὸ πολλοῖς ἡμᾶς συνεπειλῆφθαι πραγμάτων αἴτιον εἶναι δεῖ τοῦ μηδὲ νῦν ἡσυχάσαι, κοινὸν ἀμφοτέροις ἐστὶ τοῦτο. ὥσθʼ οἷς μετὰ τῶν ἑτέρων ἔσεσθε δικαίως, τούτοις τοὺς ἑτέρους παριδόντες ἁμαρτάνειν δόξετε. ἔπειτα εἰ μὲν δεῖ μνημονεύειν ὧν ἠδικήμεθα ὑπʼ ἀμφοτέρων, οὐδετέροις προσθετέον· εἰ δʼ ἀφίεμεν τὴν μέμψιν, οὐ δή που τοῖς μὲν, τοῖς δʼ οὒ, ἀλλʼ ἀμφοτέροις ὁμοίως ἀφήσομεν. τούτων δʼ οὕτως ἐχόντων οὐχ ἕξομεν οὓς αἱρησόμεθα, ἀμφοῖν ὑπάρχοντος ταὐτοῦ δικαίου. ὅλως δὲ πῶς οὐκ ἔστιν ἄτοπον, οἷς ἂν οὕτω τύχῃ καὶ βοηθεῖν δεῖ κατὰ τὸν τοῦ μὴ μνησικακεῖν λόγον, τούτοις τοὺς ἑτέρους συναναιρεῖν ἐξεπίτηδες; ὥστε εἰ δεῖ μὲν βοηθεῖν, τοῦτο δʼ ἀμήχανον ἀμφοτέροις, ὁ τοῦ μὴ δεῖν ἐγκαλεῖν λόγος εἰς τὸ μέσον κάτεισι, τῷ μήτε τούτοις βοηθεῖν, ὅτι κἀκείνοις ἔδει, μήτε ἐκείνοις, ὅτι καὶ τούτοις ὠφείλετο. ὥστε ὅτι οὐ μνησικακητέον, διὰ τοῦτο οὐ βοηθητέον. συμβέβηκε δʼ ἃ μάλιστʼ ἄν τις εὔξατο, Θηβαίους καὶ Λακεδαιμονίους συμπεπτωκέναι καὶ ὑμῖν δεδωκέναι σχολῆς καιρὸν καὶ ἀναπαύσεως, αὐτοὺς δʼ ἀνηνύτῳ πολέμῳ συνέχεσθαι, θεῶν τινος, ὡς ἐμοὶ δοκεῖ, προστασίᾳ καὶ προνοίᾳ περὶ τῆς ἡμετέρας πόλεως. εἴτε γὰρ δίκην ἐβουλόμεθα λαβεῖν παρʼ αὐτῶν, πραγματείας ἔδει καὶ κινδύνων, εἴθʼ ἡσυχίαν ἤγομεν, ἀθώους εἶναι κατελείπετο ἐκείνους. νῦν τοίνυν οὕτως ὑπὸ τοῦ δαιμονίου τὸ πρᾶγμα ἐστρατήγηται, ὥστʼ οἴκοι καθημένοις ὑμῖν ὑπάρχειν αὐτοὺς τιμωρήσασθαι διʼ αὐτῶν. δεῖ δὴ τοιούτῳ καιρῷ σωφρόνως καὶ πεφυλαγμένως χρήσασθαι, καὶ μὴ ὅπως ἐκείνων οἱ ἕτεροι τῶν ἑτέρων περιέσονται τοῦτο σκοπεῖν, ἀλλʼ ὅπως ὑμεῖς μηδʼ ὑφʼ ἑτέρων ἐνοχλῆσθε. καὶ γὰρ ἄτοπον ἐκείνους μὲν ἑκατέρους τὸ σφίσιν αὐτοῖς λυσιτελοῦν, μὴ τὸ ὑμῖν ζητοῦντας ἀπεσταλκέναι δεῦρο, ὑμᾶς δὲ τἀκείνων ἔμπροσθεν θεῖναι τῶν ὑμῖν αὐτοῖς συμφερόντων. σκέψασθε δὴ πρὸς Διὸς ὁπότεροι βελτίω λέγουσι καὶ μετριώτερα, οἱ πράγματʼ ἔχειν καὶ τοὺς ἑτέρους ἀμύνεσθαι καὶ ἐν ἐχθρῶν τάξει τοῦτο ποιεῖν κελεύοντες, ἢ ὁ μήτε κινδυνεύειν καὶ ἀμφοτέρους τιμωρήσασθαι καὶ μηδετέροις προσκροῦσαι παραινῶν. καὶ μὴν ἐξιοῦσι μὲν ὑμῖν οὐκ εὔδηλον ὡς πιστὰ τὰ παρὰ τῶν συμπολεμησάντων ἀπαντήσειεν, οὖσι δʼ οἴκοι, χωρὶς ἧς ὑμῖν αὐτοῖς παρέξετʼ ἀσφαλείας, δῆλόν ἐστι σαφῶς ὅτι κἀκεῖνοι χάριν ἕξουσιν ἀμφότεροι. οὐ γὰρ ὧν οὐ συναγωνιζομένων μὲν ὑμῶν ἔτυχον ἑκάτεροι μέμψιν ποιήσονται, τοῦτο μὲν γὰρ ἴσασι τῶν ἀδυνάτων ὂν, ἀλλʼ ὧν οὐχὶ κακῶς ποιούντων αὐτοὺς ἐπειράθησαν, χάριν ἕξουσιν ἀμφότεροι δικαίως· τοῖς γὰρ μηδετέρους λυπεῖν ἐγνωκόσι τοῦτʼ ἴσασι καταλειπόμενον μόνον. πῶς οὖν οὐκ ἄμεινον ἀμφοτέρους ἐπιτρίβοντας καταθέσθαι χάριν ἀμφοτέροις, ἢ τοῖς ἑτέροις προσθεμένους, μηδετέρους οἰκειώσασθαι, ἀλλὰ τοῖς μὲν πρότερον, τοῖς δʼ ὕστερον ἐχθροῖς χρήσασθαι; ὅτι γὰρ ταῦτʼ εἰκότως ὑφορῶμαι ἔδειξαν ἀρτίως περὶ μὲν τῶν Λακεδαιμονίων οἱ τοῖς Θηβαίοις συναγορεύοντες, περὶ δὲ τῶν Θηβαίων οἱ τοῖς Λακεδαιμονίοις. δῆλον δὲ καὶ χωρὶς τῶν παρὰ τούτων λόγων ὅτι πάντα τὸν ἔμπροσθεν χρόνον συμπνέοντες καὶ κοινωνοῦντες ἑκάστων, ὡς οὐδεὶς δῆμος εἷς τῶν αὐτὸς αὑτοῦ μετέχει πραγμάτων, εἶτα μῦν ἐπʼ ἀλλήλους σὺν τοσαύτῃ σπουδῇ καὶ ῥώμῃ παρόντες, καὶ φίλους ὑμᾶς οὓς τότʼ ἠδίκουν ἀξιοῦντες ἔχειν, οὐδὲν περὶ ὑμῶν ἁπλοῦν οὐδὲ δίκαιον φρονήσουσιν ὕστερον, ἄλλως τε καὶ χρείᾳ νῦν, οὐκ εὐνοίᾳ παραλαβόντες. ἀλλὰ μὴν ὅπου γε νῦν ἡμᾶς ἐφέδρους εἰδότες, ὅμως πάρεισιν ἐπʼ ἀλλήλους, πῶς οὐχ ὅταν τοὺς ἑτέρους ἐξέλωμεν, ἐφʼ ἡμᾶς χρὴ νομίζειν τρέψεσθαι τοὺς περιγενομένους, ἐκεῖνό γʼ εἰδότας ὡς, ἂν ἡμᾶς κρατήσωσιν, οὐδεὶς αὑτοῖς λοιπὸς ἐναντίος ἔσται; ἀλλʼ ὦ τᾶν τῇ γε ἄλλῃ δίκαιον παρακινδυνεῦσαι, κἂν εἰς τοσαύτην ἀγνωμοσύνην ἐμπεσεῖν δέῃ. δεινὸν γὰρ Λακεδαιμονίους περιιδεῖν ἢ Θηβαίους τοσαῦτα καὶ τοιαῦτα ἀγαθὰ εἰργασμένους ἀνθρώπους τὴν πόλιν. οἶμαι μὲν ὑπὸ τοῦ πλήθους ἑκατέρων τῶν εὐεργεσιῶν οὐκ ἔχειν νῦν διακρῖναι πότεροι πλείους καὶ μείζους εἰσενηνόχασιν ἡμῖν, τοῦτο μὲν ἡνίκα ἐνθυμηθῶ ὡς ἄρα οἰκείως καὶ προθύμως