εἴ τι κἀμοὶ μέτεστιν, ὦ Ἀθηναῖοι, παρρησίας, πειράσομαι περὶ τῶν παρόντων εἰπεῖν ἃ γιγνώσκω, δεηθεὶς ὑμῶν μὴ θορυβῆσαι πρὶν ἂν πάντων ἀκούσητε. ἔστι μὲν οὖν ἔργον τὸ συμφέρον ὑμῖν καθαρῶς ἐξετάσαι. τοῖς μὲν γὰρ ἢ τούτοις ἢ ʼκείνοις συνειρηκόσιν ἥ τε πρὸς οὓς ᾕρηνται χάρις αὐτῶν ὕπεστι καὶ ἔτι πρὸς ὑμῶν τοὺς ταὐτὰ γιγνώσκοντας, τοῖς δʼ ἐξεστηκόσι τούτου καὶ μέσοις οὖσι μήτʼ ἐκείνων μηδετέροις τὰ πρὸς ἡδονὴν λέγειν συμβεβηκός ἐστι μήθʼ ὑμῖν ἃ βούλεσθέ τε καὶ προσδοκᾶτε. ὥστʼ εἶναι πολὺ τοῖς διαμαρτοῦσιν ἐκείνων λυσιτελέστερον ἢ τῷ ταῦτα πείσαντι, τοῖς μὲν ὑπαρχόντων ὑπὲρ ὧν ἠγωνίσαντο φίλων, τῷ δὲ οὐδεμιᾶς χάριτος παρʼ ὑμῶν οὔσης. οὐ μὴν ἀλλὰ καίπερ τοιαύτην δυσκολίαν ἔχοντος τοῦ πράγματος οὐκ ἀποκνήσω. δοκεῖ γάρ μοι τοῖς εἰρηκόσι τούτοις ὑπὲρ ἑκατέρων ὁ ὑπὲρ ὑμῶν ἐρῶν λοιπὸν ἐνδεῖν. ἐὰν οὖν οὗτος ἐγὼ φανῶ, χάριν ὑμῖν ὑπὲρ ὑμῶν εἴσομαι. τοῖς μὲν γὰρ ὑπὲρ τῶν ἑτέρων εἰρηκόσι, κἂν ἡττηθῶσι τῶν ἐναντίων, ἡ πρὸς οὓς ᾕρηνται χάρις σώζεται, ὁ δʼ ἐν μέσῳ γενόμενος τῆς μὲν παρʼ ἑκατέρων αὑτὸν ἤδη προαπεστέρηκε, τῶν δὲ παρʼ ὑμῶν ἄδηλον ὁποίων τεύξεται. συμβαίνει δὴ μηδαμῶς ἴσον εἶναι ἢ τὰ τῶν ἑτέρων συμφέροντα ᾑρημένον καὶ ὑμῶν τοὺς ταὐτὰ γιγνώσκοντας ἔχειν εὐμενεῖς, ἢ ὑπὲρ ὑμῶν ἀνεστηκότα προσκρούειν ὑμῖν, καὶ ἡττηθέντα μὲν τριῶν ἡμαρτηκότα ὑπάρχειν, κρατήσαντα δὲ καὶ διαγενόμενον ἐξ ἴσου τοῖς ἡττηθεῖσι γίγνεσθαι, ἑτέρων ἀνθʼ ὑμῶν ἐκείνοις ὑπαρχόντων οὓς ᾕρηνταί τε καὶ φίλους πεποίηνται. οὐ μὴν ἀλλʼ αἰσχρόν μοι φαίνεται καὶ οὐ πολιτικὸν οὐδʼ ἴσον οὐδαμῶς Ἀθήνησι τῶν λόγων γιγνομένων τοὺς μὲν ὑπὲρ Θηβαίων καὶ πάλιν Λακεδαιμονίων ἐροῦντας εὑρῆσθαι, τοὺς δὲ ὑπὲρ ὑμῶν ἐλλείπειν. ἐπαινῶ δὲ τοὺς ῥήτορας ἀμφοτέρους, ὅτι πολλὰ καὶ θαυμαστὰ εὑρόντες καθʼ ἑκατέρων ἐδίδαξάν με κοινῇ τί χρὴ περὶ αὐτῶν ἀποφήνασθαι. οἶμαι γὰρ καὶ εἰ μηδὲν ὅλως ἐτύγχανον γιγνώσκων ἐπʼ ἐμαυτοῦ, τοῖς γε ὑπὸ τούτων εἰρημένοις ἀκολουθῶν ἔχειν ἂν κατιδεῖν τὸ κράτιστον. μέμφομαι δʼ αὐτοῖς αὖ τοσοῦτον ὅτι πάντʼ ἐπικρυπτόμενοι καὶ ζητοῦντες ὅπως λήσουσι, πρὸς χάριν οἱ μὲν τούτων, οἱ δʼ ἐκείνων λέγοντες ἓν τοῦτʼ οὐκ ἔφυγον, ὅτι λαθεῖν ζητοῦσιν