<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg036.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg036.perseus-grc2" n="465"><p rend="align(indent)">ἐμοὶ δὲ καὶ τοῦτο θαυμαστὸν φαίνεται, εἴ τις τὸ μὲν Θηβαίους μόνους ἀντιπάλους ἡμῖν καταλειφθῆναι δέδιε, τὸ δὲ πρὸς ἀμφοτέρους ἡμῖν εἶναι τὸν λόγον οὐδενὸς ἄξιον κρίνει φόβου. νὴ Δίʼ ἀλλʼ ὄντων τῶν τροπαίων οὐκ ἄξιον καταπολεμῆσαι Λακεδαιμονίους. ἡμεῖς δὲ αὐτοὺς τοὺς εἰσηγησαμένους ἡμῶν πολίτας, διʼ ὧν ταῦτα ἀνεστήσαμεν, οὐκ ἀφήκαμεν διὰ ταῦτα, ὅτʼ ἠδικηκότας ὕστερον εὕρομεν, ἀλλὰ τοῦτο μὲν Μιλτιάδην ἐν τῷ δεσμωτηρίῳ τελευτήσαντα οὐκ ἐκρίναμεν παρʼ ἀξίαν ἀπολωλέναι, τοῦτο δὲ τὸν τῶν καλλίστων ἔργων σύμβουλον καὶ στρατηγὸν γενόμενον Θεμιστοκλέα φυγάδα ἐποιήσαμεν, ἀποκτεῖναι παρόντα λαβεῖν οὐ δυνηθέντες. πῶς οὖν οὐ δεινὸν αὐτοῖς μὲν ὑμῖν οὕτω κεχρημένους ὑμᾶς ὑπάρχειν διʼ ὧν ὁστισοῦν τὰς τότε πράξεις. κατωρθῶσθαι μᾶλλον ἂν ἢ διὰ Λακεδαιμονίων εἴποι, Λακεδαιμονίους δʼ ἀφεῖναι διʼ ἐκείνας καθελεῖν, εἰληφότας καιρόν; καὶ μὴν ὅτι καὶ τὸ σχῆμα βέλτιον τοῦ πρὸς αὐτοὺς πολέμου ἤπερ τοῦ ὑπὲρ αὐτῶν εἴσεσθε ῥᾳδίως. ἐν ἐκείνῳ μὲν γάρ ἐστι τὸ μετὰ <pb xml:id="v.1.p.695"/> τῶν ἀσθενεστέρων εἶναι δοκεῖν, ὅπερ εἶναι γενναῖον οὗτοί φασιν· ἐν τούτῳ δʼ ἀντὶ μὲν τούτου σὺν τοῖς ἠδικημένοις εἶναι, μεῖζον ὂν εἰς σεμνότητα· ὃ δὲ σφαλερὸν πρόσεστιν ἐκείνῳ, τοῦτʼ ἐκπεφευγέναι διὰ τὸ βελτίους τοὺς κοινωνοὺς ἔχειν. ὃ δʼ ἀσφαλείᾳ νικᾷ δόξῃ παρισούμενον, πῶς οὐ κάλλιον ὁστισοῦν ἂν κρίνοι σωφρονῶν; δείκνυμι μὲν δὴ ταῦτα· λέγειν δὲ καὶ κάλλιον καὶ δικαιότερον τὸ δόξαν ὑμῖν ἀνάγκη κἀμοὶ, καὶ μὴ λέγειν μόνον, ἀλλὰ καὶ συμπράττειν προθύμως.</p></div></div></body></text></TEI>