<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg036.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg036.perseus-grc2" n="463"><p> πόλεμον κοινόν ἐστιν ἐπʼ ἀμφοῖν, δεῖ δὲ τοὺς ἑτέρους ἑλομένους μὴ καταλιπεῖν μηδὲ προδοῦναι, σκοπῶμεν ποτέρων μᾶλλον προνοηθῆναι προσήκει. φέρε δὴ πρὸς τοῦ Πλαταιᾶσιν ἐλευθερίου καὶ τῶν τριάκοντα τυράννων, εἰ ὅτε πρῶτον καθίσταντο πρὸς ἀλλήλους εἰς πόλεμον πρέσβεις πεμψάντων, ἀκούσαντες ἀμφοτέρων ἐπὶ τοὺς Λακεδαιμονίους ἀπεκλίναμεν κἀκείνους εἱλόμεθα, οὐκ ἂν τοῦτο ἰσχυρότατον ἦν τοῖς νῦν ὑπὲρ αὐτῶν λέγουσιν, ὅτι ἤδη τῶν Θηβαίων κατέγνωτε καὶ οὐ δεῖ παριδεῖν οὓς τότʼ <pb xml:id="v.1.p.692"/> ἐποιήσασθε συμμάχους; εἰ τοίνυν οὐκ ἐπὶ Θηβαίους, ἀλλʼ ὑπὲρ Θηβαίων τότʼ ἐξήλθετε καὶ τὴν αὐτὴν ἀεὶ λοιπὸν ἔχοντες τάξιν αὐτοῖς διετελεῖτε, οὐκ ἰσχύσει νῦν ἡμῖν πάλιν τοῦτο, ὃ τότʼ ἂν τούτοις; ὅπου δὲ καὶ πρὶν ἐλθεῖν ἐπὶ τὴν Καδμείαν Λακεδαιμονίους εἵλεσθε τούτους, πῶς νῦν μεταθήσεσθε, ὁπότʼ εἰ καὶ μετʼ ἐκείνων ἦτε, τοὺς ἠδικημένους ἀνταλλάξασθαι προσῆκε; καὶ μὴν εἴ γε ἀπήλαυνον ἡμᾶς οἱ Θηβαῖοι καὶ μὴ ἐδέχοντο, ὑβρίζειν ἅπαντες ἂν ἔφασκον αὐτοὺς καὶ δεινὰ ποιεῖν καὶ μετατάττεσθαι συνεβούλευον ἂν ὑμῖν. εἰ τοίνυν ἔχονται, ποθοῦσι, καλοῦσιν, οὐχ ἧττον ὑμῶν συστρατευομένων ἢ τῆς νίκης αὐτῆς δέονται, τοῦτʼ αὖ παρʼ οὐδὲν θήσομεν; ἀλλʼ οὐκ ἄξιον. πῶς οὖν συμμαχήσομεν αὐτοῖς καὶ ἐπὶ τῷ; τουτὶ γὰρ ἀρτίως ἐλέγετο. ἐγὼ δὲ ὅλως μὲν ἄνευ τοῦ μὴ θαυμάζειν λέγω τὸν εἰπόντα ὡς δεινὸν καὶ γελοῖον ἡγοῦμαι τοῦτο τὸ ἐρώτημα· οὐ γὰρ συμμάχους γενομένους ἢ οὕτως ἢ ʼκείνως τότʼ ἔδει ζητεῖν εἰ χρὴ βοηθεῖν, ἀλλʼ ὑπὲρ τῆς συμμαχίας σκεψαμένους τότʼ ἐφʼ οἷστισιν ἔσται κοινῇ γνώμῃ σκοπεῖν. ἔπειτʼ ἔγωγε πρόχειρον ἔχω τοῦτʼ ἀποκρίνασθαι τοῖς ἤδη βουλομένοις εἰδέναι, ἐφʼ οἷσπερ πρότερον. καλοῦσι δὲ δήπουθεν ὑμᾶς ὥσπερ καὶ τότε, ὥστε πῶς οὐ συγχωρήσουσιν; ἀλλʼ εἰ δεῖ προαρπάζειν τὸν καιρὸν, ἐπὶ <pb xml:id="v.1.p.693"/> Λακεδαιμονίων ταυτὸν τοῦτο σκοπῶμεν. πολὺ γὰρ τὸ ἐκείνων χαλεπώτερον εὑρήσομεν ὄν. εἰ γὰρ ἐφʼ οἷς πρότερον βουλήσονται συμμάχοις ἡμῖν χρῆσθαι, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἡγεῖσθαι βουλήσονται. ἱκέτας δὲ καὶ </p></div></div></body></text></TEI>