κατέλαβον τὴν ἀκρόπολιν, πῶς ἂν ἠξιοῦτε; συναλγεῖν ἡμῖν τούτους, ἢ ἐφήδεσθαι, ἢ τί φρονεῖν; ἃ γὰρ παρὰ τούτων τότʼ ἂν δικαίως ἀπῃτήσατε, ταῦθʼ ὑμᾶς τούτοις ἔδει νῦν εἰσενεγκεῖν, ἐπειδήπερ προενέπεσον τῇ τούτων πλεονεξίᾳ βούλομαι δὲ πυθέσθαι παρὰ τῶν κατοδυρομένων τοὺς Λακεδαιμονίους, πότερον ὑπὲρ τῆς σωτηρίας αὐτῶν σπουδάζουσιν, ἢ ὑπὲρ τῆς ἡγεμονίας. εἰ μὲν γὰρ ὑπὲρ τῆς ἡγεμονίας, οὐκ ᾤμην ἔγωγε δεῖν τοῦτο φροντίζειν, ὅπως Λακεδαιμόνιοι δυναστεύσωσιν, εἰ δὲ ὑπὲρ τῆς σωτηρίας, τί ἐπείγονται; ἔνεστι γὰρ καὶ Λακεδαιμονίους καταπολεμηθῆναι καὶ τὴν Σπάρτην εἶναι, τοῦτο δὴ τὸ αἰδέσιμον αὐτοῖς· εἰ μὴ τοῦτο λέγουσιν ὡς, ἐὰν μὴ ἄρχωσι τῶν Ἑλλήνων μηδʼ ἅπερ βούλονται δύνωνται ποιεῖν, οὐδὲ τῆς σωτηρίας προσδέονται, ἀλλʼ ἀπολέσθαι μᾶλλον αἱροῦνται. εἰ δʼ οὕτως ἔχουσιν, οὐ σφόδρα εἰσὶ ταπεινοί· ἐπεὶ καὶ Θηβαίους ἔγωγε νομίζω σφόδρα ἂν ἀσμένως ὑμῖν ὑπακοῦσαι πρὸ αὐτῶν, ἐὰν κατειργασμένοι τὸν πόλεμον περισῶσαι τὴν πόλιν βούλησθε. ὅταν γὰρ αὐτὸ τοῦτο διʼ ὑμῶν ἴδωσιν αὑτοῖς γεγονὸς, τὸ ἔχειν ὅ τι ἂν βούλωνται χρήσασθαι Λακεδαιμονίοις, πῶς οὐχ ὅ τι ἂν ὑμεῖς κελεύητε αἱρήσονται, ἢ τίνα καὶ φήσουσιν ὑμῖν ἀποδώσειν χάριν τῆς συμμαχίας καὶ τῶν ἔργων, εἰ τὴν διὰ τῆς ψήφου μὴ ἀντιδώσουσι; τί δʼ ἂν φθάσωσιν ἀναιρεθέντες οἱ Λακεδαιμόνιοι; καὶ πῶς τοῦτο γένοιτʼ ἄν; εἰ πάντες νὴ Δία παρατάξαιντο. ἀλλὰ μάλιστα μὲν οὐδέποτʼ ἂν τοῦτο γένοιτο. οὐ γὰρ ἂν δή που τούς γε παῖδας καὶ τὰς γυναῖκας μεθʼ αὑτῶν ἐξαγάγοιεν. ἔπειτʼ ἔγωγε ἀντερήσομαι, τί οὖν ἂν οἱ Θηβαῖοι πανδημεὶ πταίσωσι, συνεστηκότων ἡμῶν τοῖς Λακεδαιμονίοις; οὐχ ὑπερβεβηκότες τὸν ὅρον τῆς βοηθείας ἐσόμεθα; πότερον οὖν ἀναιρήσομεν αὐτούς; καὶ πῶς ἀνεκτόν; ἀλλὰ πάλιν μετʼ αὐτῶν ἐσόμεθα; καὶ τί ἔσται πέρας, ἄν γε πάλιν τοὺς Λακεδαιμονίους μειζόνως ἀμυνώμεθα; οὐ γὰρ δὴ τρυτάνην γε εἰς τὸν πόλεμον κομίσαντες ἐπὶ ταύτης τὰ πράγματα στήσομεν, ἀλλὰ δεῖ τάξιν ἐξ ἀρχῆς ἑλομένους ἀντέχεσθαι τῆς ῥοπῆς, καὶ μὴ τὸ τῶν πλεόντων μεταστρέψαι πρὸς τὸν ἐλάττω διατοιχοῦντας ἀεί. ἐπειδὴ τοίνυν τὸ μὲν μὴ εἶναι ταμιεύσασθαι τὸν