κατέλαβον τὴν ἀκρόπολιν, πῶς ἂν ἠξιοῦτε; συναλγεῖν ἡμῖν τούτους, ἢ ἐφήδεσθαι, ἢ τί φρονεῖν; ἃ γὰρ παρὰ τούτων τότʼ ἂν δικαίως ἀπῃτήσατε, ταῦθʼ ὑμᾶς τούτοις ἔδει νῦν εἰσενεγκεῖν, ἐπειδήπερ προενέπεσον τῇ τούτων πλεονεξίᾳ βούλομαι δὲ πυθέσθαι παρὰ τῶν κατοδυρομένων τοὺς Λακεδαιμονίους, πότερον ὑπὲρ τῆς σωτηρίας αὐτῶν σπουδάζουσιν, ἢ ὑπὲρ τῆς ἡγεμονίας. εἰ μὲν γὰρ ὑπὲρ τῆς ἡγεμονίας, οὐκ ᾤμην ἔγωγε δεῖν τοῦτο φροντίζειν, ὅπως Λακεδαιμόνιοι δυναστεύσωσιν, εἰ δὲ ὑπὲρ τῆς σωτηρίας, τί ἐπείγονται; ἔνεστι γὰρ καὶ Λακεδαιμονίους καταπολεμηθῆναι καὶ τὴν Σπάρτην εἶναι, τοῦτο δὴ τὸ αἰδέσιμον αὐτοῖς· εἰ μὴ τοῦτο λέγουσιν ὡς, ἐὰν μὴ ἄρχωσι τῶν Ἑλλήνων μηδʼ ἅπερ βούλονται δύνωνται ποιεῖν, οὐδὲ τῆς σωτηρίας προσδέονται, ἀλλʼ ἀπολέσθαι μᾶλλον αἱροῦνται. εἰ δʼ οὕτως ἔχουσιν, οὐ σφόδρα εἰσὶ ταπεινοί· ἐπεὶ καὶ Θηβαίους ἔγωγε νομίζω σφόδρα ἂν ἀσμένως ὑμῖν ὑπακοῦσαι πρὸ αὐτῶν, ἐὰν κατειργασμένοι τὸν πόλεμον περισῶσαι τὴν πόλιν βούλησθε. ὅταν γὰρ αὐτὸ τοῦτο διʼ ὑμῶν ἴδωσιν αὑτοῖς γεγονὸς, τὸ ἔχειν ὅ τι ἂν βούλωνται χρήσασθαι Λακεδαιμονίοις, πῶς οὐχ ὅ τι ἂν ὑμεῖς κελεύητε αἱρήσονται, ἢ τίνα καὶ φήσουσιν ὑμῖν ἀποδώσειν χάριν τῆς συμμαχίας καὶ τῶν ἔργων, εἰ τὴν διὰ τῆς ψήφου μὴ ἀντιδώσουσι; τί δʼ ἂν φθάσωσιν ἀναιρεθέντες οἱ Λακεδαιμόνιοι; καὶ πῶς τοῦτο γένοιτʼ ἄν; εἰ πάντες νὴ Δία παρατάξαιντο. ἀλλὰ μάλιστα μὲν οὐδέποτʼ ἂν τοῦτο γένοιτο. οὐ γὰρ ἂν δή που τούς γε παῖδας καὶ τὰς γυναῖκας μεθʼ αὑτῶν ἐξαγάγοιεν. ἔπειτʼ ἔγωγε ἀντερήσομαι, τί οὖν ἂν οἱ Θηβαῖοι πανδημεὶ πταίσωσι, συνεστηκότων ἡμῶν τοῖς Λακεδαιμονίοις; οὐχ ὑπερβεβηκότες τὸν ὅρον τῆς βοηθείας ἐσόμεθα; πότερον οὖν ἀναιρήσομεν αὐτούς; καὶ πῶς ἀνεκτόν; ἀλλὰ πάλιν μετʼ αὐτῶν ἐσόμεθα; καὶ τί ἔσται πέρας, ἄν γε πάλιν τοὺς Λακεδαιμονίους μειζόνως ἀμυνώμεθα; οὐ γὰρ δὴ τρυτάνην γε εἰς τὸν πόλεμον κομίσαντες ἐπὶ ταύτης τὰ πράγματα στήσομεν, ἀλλὰ δεῖ τάξιν ἐξ ἀρχῆς ἑλομένους ἀντέχεσθαι τῆς ῥοπῆς, καὶ μὴ τὸ τῶν πλεόντων μεταστρέψαι πρὸς τὸν ἐλάττω διατοιχοῦντας ἀεί. ἐπειδὴ τοίνυν τὸ μὲν μὴ εἶναι ταμιεύσασθαι τὸν πόλεμον κοινόν ἐστιν ἐπʼ ἀμφοῖν, δεῖ δὲ τοὺς ἑτέρους ἑλομένους μὴ καταλιπεῖν μηδὲ προδοῦναι, σκοπῶμεν ποτέρων μᾶλλον προνοηθῆναι προσήκει. φέρε δὴ πρὸς τοῦ Πλαταιᾶσιν ἐλευθερίου καὶ τῶν τριάκοντα τυράννων, εἰ ὅτε πρῶτον καθίσταντο πρὸς ἀλλήλους εἰς πόλεμον πρέσβεις πεμψάντων, ἀκούσαντες ἀμφοτέρων ἐπὶ τοὺς Λακεδαιμονίους ἀπεκλίναμεν κἀκείνους εἱλόμεθα, οὐκ ἂν τοῦτο ἰσχυρότατον ἦν τοῖς νῦν ὑπὲρ αὐτῶν λέγουσιν, ὅτι ἤδη τῶν Θηβαίων κατέγνωτε καὶ οὐ δεῖ παριδεῖν οὓς τότʼ ἐποιήσασθε συμμάχους; εἰ τοίνυν οὐκ ἐπὶ Θηβαίους, ἀλλʼ ὑπὲρ Θηβαίων τότʼ ἐξήλθετε καὶ τὴν αὐτὴν ἀεὶ λοιπὸν ἔχοντες τάξιν αὐτοῖς διετελεῖτε, οὐκ ἰσχύσει νῦν ἡμῖν πάλιν τοῦτο, ὃ τότʼ ἂν τούτοις; ὅπου δὲ καὶ πρὶν ἐλθεῖν ἐπὶ τὴν Καδμείαν Λακεδαιμονίους εἵλεσθε τούτους, πῶς νῦν μεταθήσεσθε, ὁπότʼ εἰ καὶ μετʼ ἐκείνων ἦτε, τοὺς ἠδικημένους ἀνταλλάξασθαι προσῆκε; καὶ μὴν εἴ γε ἀπήλαυνον ἡμᾶς οἱ Θηβαῖοι καὶ μὴ ἐδέχοντο, ὑβρίζειν ἅπαντες ἂν ἔφασκον αὐτοὺς καὶ δεινὰ ποιεῖν καὶ μετατάττεσθαι συνεβούλευον ἂν ὑμῖν. εἰ τοίνυν ἔχονται, ποθοῦσι, καλοῦσιν, οὐχ ἧττον ὑμῶν συστρατευομένων ἢ τῆς νίκης αὐτῆς δέονται, τοῦτʼ αὖ παρʼ οὐδὲν θήσομεν; ἀλλʼ οὐκ ἄξιον. πῶς οὖν συμμαχήσομεν αὐτοῖς καὶ ἐπὶ τῷ; τουτὶ γὰρ ἀρτίως ἐλέγετο. ἐγὼ δὲ ὅλως μὲν ἄνευ τοῦ μὴ θαυμάζειν λέγω τὸν εἰπόντα ὡς δεινὸν καὶ γελοῖον ἡγοῦμαι τοῦτο τὸ ἐρώτημα· οὐ γὰρ συμμάχους γενομένους ἢ οὕτως ἢ ʼκείνως τότʼ ἔδει ζητεῖν εἰ χρὴ βοηθεῖν, ἀλλʼ ὑπὲρ τῆς συμμαχίας σκεψαμένους τότʼ ἐφʼ οἷστισιν ἔσται κοινῇ γνώμῃ σκοπεῖν. ἔπειτʼ ἔγωγε πρόχειρον ἔχω τοῦτʼ ἀποκρίνασθαι τοῖς ἤδη βουλομένοις εἰδέναι, ἐφʼ οἷσπερ πρότερον. καλοῦσι δὲ δήπουθεν ὑμᾶς ὥσπερ καὶ τότε, ὥστε πῶς οὐ συγχωρήσουσιν; ἀλλʼ εἰ δεῖ προαρπάζειν τὸν καιρὸν, ἐπὶ Λακεδαιμονίων ταυτὸν τοῦτο σκοπῶμεν. πολὺ γὰρ τὸ ἐκείνων χαλεπώτερον εὑρήσομεν ὄν. εἰ γὰρ ἐφʼ οἷς πρότερον βουλήσονται συμμάχοις ἡμῖν χρῆσθαι, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἡγεῖσθαι βουλήσονται. ἱκέτας δὲ καὶ προστάτας τοὺς αὐτοὺς μὰ τοὺς θεοὺς ἔγωγε οὐκ ἐπινοῶ. ἀλλὰ κἂν ἐξ ἴσου δέῃ τὴν συμμαχίαν ποιεῖσθαι, θαρρῶν ἂν εἴποιμι Θηβαίους μᾶλλον αἱρεῖσθαι, οὓς ὅτι κρείττους Λακεδαιμονίων αὐτοὶ λέγουσιν οὗτοι. τὸ δὲ τοῖς κεκρατημένοις καὶ τοῖς ἠτυχηκόσιν εἰς ἴσον ἐλθεῖν οὐδʼ ὑπερβολὴν αἰσχύνης ἀπολιπεῖν νομίζω. πότε γὰρ πλεῖον, ὦ Ἀθηναῖοι, Λακεδαιμονίων ἕξομεν, εἰ νῦν ὅτʼ εἰς χρείαν ἡμῶν ἐληλύθασιν, ἐξ ἴσου γιγνόμενοι στέρξομεν; εἰ δʼ ἐπωνυμίας σεμνότητα σκοποῦσιν, ἢ πρὸς δόξαν ὀνόματος τὰ τοιαῦτα κρίνουσιν, ἀρχηγέται Θηβαῖοι τούτων εἰσὶν οὓς θαυμάζουσι. μὴ οὖν ὡς φαυλοτέρους ἀναινέσθων, ἐπεὶ ὅτι γε εὐπρέπεια ταῦτʼ ἐστὶ ῥημάτων καὶ οὐδὲν οἷον ἂν δόξειέ τις ἐγὼ δείξω ῥᾳδίως ἐπʼ αὐτοφώρῳ. εἰ γὰρ ἠτυχήκασι Λακεδαιμόνιοι καὶ καταπεπτώκασι καὶ οὐδʼ ὁτιοῦν αὐτοῖς καταλείπεται, παραδόντες αὑτοὺς καὶ εἰσαγαγόντες ὑμᾶς εἰς τὴν πόλιν, ὥσπερ εἰς τὴν ἡμετέραν αὐτοί ποτʼ εἰσῆλθον, οὕτως εὑρισκέσθων τὴν σωτηρίαν· καὶ μὰ τὸν Δίʼ οὐ πολλοί με φθάσουσιν, ἀλλὰ πρῶτος ἀναστὰς κελεύσω τοῖς Θηβαίοις ἀνταίρειν, ἂν μὴ πείθωνται λόγῳ μηδʼ ἀπέχωνται τῶν ἀνδρῶν. ἀλλʼ οὐ ποιήσουσιν οὐδέποτʼ, οἶμαι, ταῦτα Λακεδαιμόνιοι· πόθεν; ἐπεὶ καλῶ τοὺς πρέσβεις, καὶ θεωρεῖτε. μικρὸν οὖν ὕστερον ὑμῖν ἐξέσται τούτου πεῖραν λαβεῖν· νῦν δʼ ἔτι μοι μικρὸν προσθεῖναι δότε. ὑπῆλθε γάρ με λέγοντα μεταξὺ τὸ τῆς παλαιᾶς βοηθείας, ἣν ἐν τοῖς ἐσχάτοις καιροῖς λαβόντες παρʼ ἡμῶν αἰτήσαντες αὐτοὶ τὸν αὐτὸν τρόπον ὅνπερ νῦν ἐλθόντες κατέπεμψαν, συνεστηκότος μὲν τοῦ πολέμου καὶ ἀκμάζοντος αὐτοῖς, ὄντες δʼ ἐν χρείᾳ συμμάχων, τοῖς δʼ ἄλλοις ἅπασι τοῖς παροῦσι χρώμενοι, καὶ οὐδʼ ἂν αὐτῶν αἰτουμένων συγχωρήσαντες ἀπελθεῖν ἐκείνων οὐδέσιν. ἂν οὖν, ὦ Ἀθηναῖοι, καὶ νῦν ταυτὸν ποιήσωσι καὶ φῶσι μηκέτι χρῄζειν ὑμῶν. ἤτοι νὴ Δίʼ ὑποπτεύσαντες ἢ καὶ ὁπωσοῦν δόξαν αὐτοῖς, οἱ δʼ ἄνδρες ὑβρισταὶ καὶ κρυψίνοι, ἦ που χαρίεντα πεπονθότες ἄπιμεν καὶ ὑπʼ ἐκείνων ὑβρισμένοι καὶ τούτους παρεορακότες, ἐχθροὺς δʼ ἀμφοτέρους ἔχοντες τὸ λοιπόν. ἐμοὶ δὲ καὶ τοῦτο θαυμαστὸν φαίνεται, εἴ τις τὸ μὲν Θηβαίους μόνους ἀντιπάλους ἡμῖν καταλειφθῆναι δέδιε, τὸ δὲ πρὸς ἀμφοτέρους ἡμῖν εἶναι τὸν λόγον οὐδενὸς ἄξιον κρίνει φόβου. νὴ Δίʼ ἀλλʼ ὄντων τῶν τροπαίων οὐκ ἄξιον καταπολεμῆσαι Λακεδαιμονίους. ἡμεῖς δὲ αὐτοὺς τοὺς εἰσηγησαμένους ἡμῶν πολίτας, διʼ ὧν ταῦτα ἀνεστήσαμεν, οὐκ ἀφήκαμεν διὰ ταῦτα, ὅτʼ ἠδικηκότας ὕστερον εὕρομεν, ἀλλὰ τοῦτο μὲν Μιλτιάδην ἐν τῷ δεσμωτηρίῳ τελευτήσαντα οὐκ ἐκρίναμεν παρʼ ἀξίαν ἀπολωλέναι, τοῦτο δὲ τὸν τῶν καλλίστων ἔργων σύμβουλον καὶ στρατηγὸν γενόμενον Θεμιστοκλέα φυγάδα ἐποιήσαμεν, ἀποκτεῖναι παρόντα λαβεῖν οὐ δυνηθέντες. πῶς οὖν οὐ δεινὸν αὐτοῖς μὲν ὑμῖν οὕτω κεχρημένους ὑμᾶς ὑπάρχειν διʼ ὧν ὁστισοῦν τὰς τότε πράξεις. κατωρθῶσθαι μᾶλλον ἂν ἢ διὰ Λακεδαιμονίων εἴποι, Λακεδαιμονίους δʼ ἀφεῖναι διʼ ἐκείνας καθελεῖν, εἰληφότας καιρόν; καὶ μὴν ὅτι καὶ τὸ σχῆμα βέλτιον τοῦ πρὸς αὐτοὺς πολέμου ἤπερ τοῦ ὑπὲρ αὐτῶν εἴσεσθε ῥᾳδίως. ἐν ἐκείνῳ μὲν γάρ ἐστι τὸ μετὰ τῶν ἀσθενεστέρων εἶναι δοκεῖν, ὅπερ εἶναι γενναῖον οὗτοί φασιν· ἐν τούτῳ δʼ ἀντὶ μὲν τούτου σὺν τοῖς ἠδικημένοις εἶναι, μεῖζον ὂν εἰς σεμνότητα· ὃ δὲ σφαλερὸν πρόσεστιν ἐκείνῳ, τοῦτʼ ἐκπεφευγέναι διὰ τὸ βελτίους τοὺς κοινωνοὺς ἔχειν. ὃ δʼ ἀσφαλείᾳ νικᾷ δόξῃ παρισούμενον, πῶς οὐ κάλλιον ὁστισοῦν ἂν κρίνοι σωφρονῶν; δείκνυμι μὲν δὴ ταῦτα· λέγειν δὲ καὶ κάλλιον καὶ δικαιότερον τὸ δόξαν ὑμῖν ἀνάγκη κἀμοὶ, καὶ μὴ λέγειν μόνον, ἀλλὰ καὶ συμπράττειν προθύμως.