ἀστυγείτοσι καὶ συμμάχοις τὰ δίκαια φυλάξαι; ἢ δέδιμεν μή τινʼ ἔχωμεν ἰσχυρὸν σύμμαχον; καὶ τί γένοιτʼ ἂν αἴσχιον ἢ εἴ τις ἀκούσειεν ὅτι Ἀθηναῖοι βούλονται μηδένα τῶν αὐτῶν συμμάχων εὐτυχεῖν; καὶ μὴν εἰ τοὺς ἔχοντας δύναμιν φευξόμεθα, τίνας εὐξόμεθʼ ὑμῖν ὑπάρχειν; ἡμεῖς Κερκυραίους ποτʼ ἐδεξάμεθα ἐκσπόνδους ὄντας, συμφέρειν κρίναντες δηλονότι προκαταλαβεῖν αὐτοὺς, ἐπειδήπερ ἴσχυον, καὶ νῦν εὖ οἶδʼ ὅτι, εἰ τοῖς Θηβαίοις μηδὲν ὑπῆρχε κοινὸν πρὸς τὴν πόλιν, ἄλλως δʼ ἔχοντες δύναμιν ἑωρῶντο, πάντες ἂν ἔφασκον περὶ πλείστου ποιεῖσθαι οἰκειώσασθαι τοὺς ἄνδρας καὶ ἐφʼ ἡμᾶς ἀγαγεῖν καὶ διʼ ἡμῶν ποιήσασθαι. νῦν τοίνυν ἥκουσιν αὐτόματοι, καὶ τοῦτό εἰσι πεπεισμένοι συνεζεῦχθαι τῇ πόλει καὶ μὴ ἀποστατεῖν, ἄν τις αὐτοὺς δέχηται. καίτοι φρουρὰν μὲν ἤδη τινὲς ἐγκαταστᾶσαν ἐξέβαλον καὶ ὑποκύψαντες βίᾳ κατέδραμον, καὶ πάνθʼ ὡς εἰπεῖν ὅσʼ ἂν ἐκ προσαγωγῆς πραχθῇ ῥᾳδίως ἐπὶ καιροῦ λύεται· εὔνοια δʼ ἑκούσιος, μέχρι ἂν τῶν δικαίων τυγχάνῃ, διαρκέστατόν ἐστι. σκοπῶ δὲ κἀκεῖνο, εἰ μὴ ἐποιήσαντο τὴν εἰρήνην οἱ Λακεδαιμόνιοι ταύτην δὴ τὴν καλὴν, ἆρʼ ἄλλο τι ἢ πολεμοῦντες ἂν διετελοῦμεν πρὸς αὐτοὺς μέχρι νῦν, ἡμεῖς τε καὶ οἱ Θηβαῖοι, συνεστηκότες ὡς συνεστήκειμεν. εὔδηλον τοῦτʼ ἔστιν. εἰ τοίνυν μηδὲν ἐπεξαμαρτόντες πολεμίοις ἂν ἐχρῶνθʼ ἡμῖν, πῶς οὐ νῦν τοῖς αὐτοῖς χρήσονται δικαίως, ὅτε καὶ τοῦτʼ αὐτὸ προσηδικήκασι, τὸ τοιαύτην εἰρήνην συνθέσθαι; εἰ δὲ δὴ καὶ μὴ συντέθεινται μόνον, ἀλλὰ καὶ παραβεβήκασιν αὐτὴν ταύτην, πῶς οὐκέτι μᾶλλον ἐπʼ αὐτοὺς βοηθητέον; οὐ γὰρ λύει τὴν ἐκείνων κατηγορίαν ἡ μὴ Θηβαίων δύναμις νῦν· οὐ γὰρ διὰ τοῦτο ἐπῆλθον αὐτοῖς, ἵνʼ ἰσχυροὺς ποιήσωσιν, οὐδʼ ἵνα ταῦθʼ ἃ νῦν πάθωσιν ὑπʼ αὐτῶν—καὶ γὰρ ἂν ἐμεμήνεσαν, εἰ ταῦτʼ ἐσπούδαζον—ἀλλʼ οἶμαι ταῦτα μὲν τύχῃ γέγονε, τὸ δʼ ἐκείνων βούλευμα ἕτερον ἦν· ἡ δὲ τοῦ δικαίου τάξις, ἐάν τε ἀσθενὴς ἐάν τε ἰσχυρὸς ὁ ἐπιβουλευθεὶς ᾖ, τὸν αὐτὸν ἔχει λόγον. μάθοιτε δʼ ἂν μάλιστα εἰ σκέψαισθε ἐκείνως. εἰ μὴ ἐπὶ τοὺς Θηβαίους, ἀλλʼ ἐφʼ ὑμᾶς ἦλθον καὶ