ἂν ἑκόντες, οἳ μετὰ τῶν Θηβαίων ἐναντία αὐτοῖς πεπολεμηκότες ἦτε. ὥσπερ τοίνυν, εἰ τῷ ὄντι τοῦθʼ ὑμῖν συνέβη, δικαίως ἂν αὐτοὺς φυλάττεσθαι δεῖν ᾤεσθε τὸ λοιπὸν, οὕτως ἐπειδὴ συμβὰν ἂν, εἰ καιρὸς ὑπῆρξε, φαίνεται, μηδὲν ἧττον φυλάττεσθε. ὧν τε γὰρ τοῖς Θηβαίοις ἀπεμνημονεύκασι κεκοινωνήκατε δή που καὶ ἡ ἐξ ἀρχῆς οἰκεία διαφορὰ πρόσεστιν. ὥσθʼ ὅσῳπερ ἂν τοῖς Θηβαίοις πικρῶς ἔχωσι, διπλάσιον χρὴ δοκεῖν ὑμῖν ὃ νῦν διὰ τὴν χρείαν ἐπικρύπτονται. ἔτι τοίνυν Θηβαίους μὲν οὐδεπώποτε τῆς ἡγεμονίας ἴσασι τυχόντας, οὐδὲ παρʼ ἑκόντων τῶν Ἑλλήνων, ὑμᾶς δὲ πολλοῖς ἔτεσι μείναντας ἐπʼ αὐτῆς, τὸ μὲν πρῶτον εὐνοίᾳ λαβόντας, τὸ πλέον δʼ ὕστερον δυνάμει κατασχόντας· λέγουσι δʼ ἀεὶ πάτριον εἶναι σφίσιν ἡγεῖσθαι τῶν Ἑλλήνων, καὶ τοῦτο μὲν ἐν τῷ πρὸς τὸν Πέρσην πολέμῳ κατʼ ἀμφότερα ἡγοῦντο, τοῦτο δʼ ἡνίκα τὴν ἡμετέραν ἀρχὴν κατέλυσαν. ταῦτʼ οὖν οὐ πάσης ἀδείας ἐστὶ μεστὰ, οὐδʼ ὅσην οἴεταί τις εὐμάρειαν ἔχει. Θηβαῖοι δὲ κἂν αὐτοί μοι σύμβουλοι γενέσθαι δοκοῦσιν ὡς οὐ χρὴ τῶν ἡμετέρων οὐδὲν παρασπᾶν, οὐδʼ ἐμβαίνειν εἰς τὴν θάλατταν, ἣ πᾶσι μᾶλλον ἢ ʼκείνοις προσήκει. ἃ γὰρ μὴ συνίσασιν αὑτοῖς ποτε σχοῦσι, ταῦτʼ οὐδὲ ζητεῖν ἀξιώσουσι· Λακεδαιμονίοις δʼ ἐπεξιόντες καὶ τἀκείνων καθαιροῦντες οὐκ ἀξιώσουσιν οὐδένα αὐτοῖς νεμεσᾶν. εἰ φαίνονται τοίνυν ἐκ τούτων Θηβαῖοι μὲν Λακεδαιμονίοις, οὐχ ὑμῖν, κακόνοι, Λακεδαιμόνιοι δʼ ὑμῖν πολὺ μᾶλλον ἢ Θηβαίοις, πῶς οὐ κατʼ ἀμφότερα τὰ Θηβαίων αἱρετώτερα; αὐτὸ γὰρ τοῦτο τὸ τοὺς ὑμετέρους ἐχθροὺς μισοῦντας ὑπάρχειν αὐτοὺς πῶς οὐ σφόδρα ὑπὲρ ὑμῶν ἐστιν, ἄνευ τοῦ μηδὲν ὑπολείπεσθαι πρὸς ὑμᾶς πρᾶγμʼ αὐτοῖς; ἔστι τοίνυν καὶ παρʼ αὐτῆς τῆς πρεσβείας μαρτυρία τις ὑπάρχουσα. νυνὶ γὰρ Λακεδαιμονίους μὲν ἡ συμφορὰ δεῦρʼ ἦχε καὶ ὁ καιρὸς, ὃ πίστεως οὐδεμιᾶς ἐστι δεῖγμα οὐδὲ τοῦ φιλανθρώπως ἔχειν ὑμῖν, Θηβαῖοι δὲ νενικηκότες ἥκουσι καὶ παρακαλοῦσι μετέχειν ὑμᾶς ὧν ηὐτυχήκασιν·