<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg036.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg036.perseus-grc2" n="458"><p>καταστῆναι συμφέρον κρίνει, καὶ Λακεδαιμονίοις μὲν πολεμοῦντας δέδοικεν αὐτοὺς, ἐφʼ ὑμᾶς δʼ ὅπως ἥξουσι διαπράττεται, καὶ φυλάττεσθαι μὲν κελεύει μή ποθʼ ὕστερον ὑμῖν πολεμήσωσιν, ἤδη δὲ εἰς τοῦτο καταστῆναι προτρέπει, καὶ Λακεδαιμονίοις μὲν κελεύει θαρρεῖν κοινωνοῖς ἐπὶ Θηβαίους, ὧν ἐλάττους αὐτούς φησιν εἶναι, Θηβαίοις δʼ ἐπὶ τούτους οὐκ ἐᾷ θαρρεῖν, ὥσπερ τὰς τῶν ἀσθενεστάτων συμμαχίας μάλιστʼ ὠφελούσας, ἀλλʼ οὐ τὰς τῶν οἵους εἶναι Θηβαίους φασὶν οὗτοι. ἐρωτῶσι δὲ τίς ἐγγυητής ἐστι τοῦ Θηβαίους ἐφʼ ἑαυτῶν μένειν, ὥσπερ οὐκ ἐξὸν ἡμᾶς ἀντερωτῆσαι τίς δʼ ἐγγυητής ἐστι τοῦ Λακεδαιμονίους ἐφʼ αὑτῶν μένειν, ἄνπερ τοῦτον τὸν πόλεμον διαθῶνται.</p><p rend="align(indent)">καὶ μὴν τὸ μέλλον μὲν ἄδηλον, ᾧ πολλῷ χρῶνται κατὰ τῶν Θηβαίων, εἰ δὲ δεῖ τὸ προχείρως βλασφημεῖν καὶ φιλονεικεῖν ἀφιέντας αὐτὰ τἀληθῆ σκοπεῖν, πολὺ πλείων πίστις ἐστὶ Θηβαίοις ἢ Λακεδαιμονίοις· καὶ τούτου μάρτυρας ὑμῖν αὐτοὺς τοὺς ἀντιλέγοντας παρέξομαι. εἰ γάρ τις αὐτοὺς ἔροιτο, εἰπέ μοι, καλῶς ἐποίησαν Λακεδαιμόνιοι τὴν Καδμείαν καταλαβόντες, εἰ φυλάττουσι τὸ ἀρτίως σχῆμα τὸ πλαστόν; οὐ καλῶς, ἐροῦσι δή που. διὰ τί, εἴ τις αὐτοὺς ἐπανέροιτο, παρεσπόνδησαν, φήσουσι. τί γὰρ ἄλλο; οἷς τοίνυν οὐκ ἂν ἔξαρνοι γένοιντο ὑπὲρ αὑτῶν ὡς οὐκ ἠδικήκασι, τούτοις ἥν φημι μαρτυρίαν παρέχονται. ἴστε γὰρ δή που τοῦθʼ ὅτι ἐν εἰρήνῃ καὶ σπονδαῖς μάλιστα οἱ τὰ δίκαια ποιεῖν βουλόμενοι κρίνονται· ἐν γὰρ τοῖς πολέμοις οὐχ ὁ τρόπος κύριος, ἀλλʼ ὅσʼ ἂν ἡ τύχη δῷ καὶ ὁ καιρὸς, ταῦθʼ ἕκαστοι μεταλαμβάνουσιν. ὁπότʼ οὖν ὅτʼ ἦσαν ἀμφότεροι κύριοι γνώμης, Θηβαῖοι μὲν τὰ αὑτῶν πράττειν οἰόμενοι δεῖν ἐφάνησαν, Λακεδαιμόνιοι δʼ ἐπιόντες καὶ πλεονεκτοῦντες, πῶς οὐ τῷ <pb xml:id="v.1.p.686"/> παντὶ δεῖ νομίζειν πιστοτέρους Θηβαίους, καὶ τὸν φόβον τοῦτον ἐπὶ τοὺς Λακεδαιμονίους μεταθεῖναι, μή ποτε εὐπορήσαντες δυνάμεως ταυτὸν καὶ πρὸς ἡμᾶς πράξωσι; καὶ γὰρ οὐδὲ ἐκείνῳ ἔγωγʼ ἂν πεισθείην, ὡς διὰ Βοιωτίας μὲν διεξιόντες τότʼ εἰσῆλθον εἰς Θηβαίους τῷ καιρῷ χρησάμενοι, ὑμῶν δʼ εἰ τὸν αὐτὸν τοῦτον ἔσχον, ἀπέσχοντʼ </p></div></div></body></text></TEI>