εἰκότως, ὦ Ἀθηναῖοι, πολλῶν λόγων ἐδέησε τοῖς ὑπὲρ τῶν Λακεδαιμονίων λέγουσιν, οὐ γὰρ ἦν ἄρα ἁπλᾶ ὥσπερ τὰ Θηβαίων, ἀλλʼ ἐδεῖτό τινος κομψοτέρου μοι δοκεῖν ῥήτορος. ἐγὼ δʼ εἰμὶ μὲν, ὦ Ἀθηναῖοι, τῶν οὐ πρότερον φίλους Θηβαίους ἤπερ ὑμεῖς ἅπαντες κρινάντων, ὁρῶ δὲ τοῖς μὲν Λακεδαιμονίοις ἐνυπάρχον εἰς τὴν βοήθειαν τὸ μὴ δεῖν μνησικακεῖν, τοῖς δὲ Θηβαίοις αὐτό τε τοῦτο καὶ τὸ ὧν εὖ πεπόνθαμεν δεῖν μεμνῆσθαι. ὥστʼ εἰ πεπαῦσθαι δεῖ μισοῦντας, πάλαι πεπαύμεθα Θηβαίους· καὶ εἰ Λακεδαιμονίοις ἰσχυρὸν τὸ μηκέθʼ ὑμᾶς κακῶς ποιεῖν δύνασθαι, πολὺ Θηβαίοις ἰσχυρότερον τὸ βουλομένους εὖ ποιεῖν ἐκ πολλοῦ πεφηνέναι. ἐκείνους μὲν οὖν μηκέτʼ ἐχθροὺς νομίζειν παραινοῦσιν οὗτοι, τούτους δʼ ὁρῶ φίλους ὑπάρχοντας πρὶν καὶ καλεῖν ἡμᾶς. εἰ δὲ τοσοῦτον δύναται τὸ τὴν ἔχθραν καταθέσθαι, ὥστʼ εὐθὺς συμμάχους ἔχειν ὑμᾶς, τό γε ἐσχηκέναι πρότερον τοὺς ἑτέρους, ὃ νῦν οὗτοι σπουδάζουσι, ποῦ θήσομεν; καὶ οὐκ ὀφείλειν, ὦ Ἀθηναῖοι, χάριν ὑμᾶς Θηβαίοις τε καὶ Ἀργείοις καταλέγω, πολὺ γὰρ μᾶλλον ὑμῖν Θηβαίους ὀφείλειν νομίζω, ἀλλὰ τοῖς ὑπηργμένοις ὑμῖν πρὸς ἀλλήλους ἀκόλουθα ταῦτʼ εἶναί φημι καὶ προσήκοντα. θαυμάζω δʼ εἴ τις τὸ μὲν φίλους καὶ συμμάχους ἡμῖν εἶναι Θηβαίους φοβεῖται νομίζων ἰσχυροὺς εἶναι, τὸ δʼ ἐχθροὺς καὶ πολεμίους