εἰκότως, ὦ Ἀθηναῖοι, πολλῶν λόγων ἐδέησε τοῖς ὑπὲρ τῶν Λακεδαιμονίων λέγουσιν, οὐ γὰρ ἦν ἄρα ἁπλᾶ ὥσπερ τὰ Θηβαίων, ἀλλʼ ἐδεῖτό τινος κομψοτέρου μοι δοκεῖν ῥήτορος. ἐγὼ δʼ εἰμὶ μὲν, ὦ Ἀθηναῖοι, τῶν οὐ πρότερον φίλους Θηβαίους ἤπερ ὑμεῖς ἅπαντες κρινάντων, ὁρῶ δὲ τοῖς μὲν Λακεδαιμονίοις ἐνυπάρχον εἰς τὴν βοήθειαν τὸ μὴ δεῖν μνησικακεῖν, τοῖς δὲ Θηβαίοις αὐτό τε τοῦτο καὶ τὸ ὧν εὖ πεπόνθαμεν δεῖν μεμνῆσθαι. ὥστʼ εἰ πεπαῦσθαι δεῖ μισοῦντας, πάλαι πεπαύμεθα Θηβαίους· καὶ εἰ Λακεδαιμονίοις ἰσχυρὸν τὸ μηκέθʼ ὑμᾶς κακῶς ποιεῖν δύνασθαι, πολὺ Θηβαίοις ἰσχυρότερον τὸ βουλομένους εὖ ποιεῖν ἐκ πολλοῦ πεφηνέναι. ἐκείνους μὲν οὖν μηκέτʼ ἐχθροὺς νομίζειν παραινοῦσιν οὗτοι, τούτους δʼ ὁρῶ φίλους ὑπάρχοντας πρὶν καὶ καλεῖν ἡμᾶς. εἰ δὲ τοσοῦτον δύναται τὸ τὴν ἔχθραν καταθέσθαι, ὥστʼ εὐθὺς συμμάχους ἔχειν ὑμᾶς, τό γε ἐσχηκέναι πρότερον τοὺς ἑτέρους, ὃ νῦν οὗτοι σπουδάζουσι, ποῦ θήσομεν; καὶ οὐκ ὀφείλειν, ὦ Ἀθηναῖοι, χάριν ὑμᾶς Θηβαίοις τε καὶ Ἀργείοις καταλέγω, πολὺ γὰρ μᾶλλον ὑμῖν Θηβαίους ὀφείλειν νομίζω, ἀλλὰ τοῖς ὑπηργμένοις ὑμῖν πρὸς ἀλλήλους ἀκόλουθα ταῦτʼ εἶναί φημι καὶ προσήκοντα. θαυμάζω δʼ εἴ τις τὸ μὲν φίλους καὶ συμμάχους ἡμῖν εἶναι Θηβαίους φοβεῖται νομίζων ἰσχυροὺς εἶναι, τὸ δʼ ἐχθροὺς καὶ πολεμίους καταστῆναι συμφέρον κρίνει, καὶ Λακεδαιμονίοις μὲν πολεμοῦντας δέδοικεν αὐτοὺς, ἐφʼ ὑμᾶς δʼ ὅπως ἥξουσι διαπράττεται, καὶ φυλάττεσθαι μὲν κελεύει μή ποθʼ ὕστερον ὑμῖν πολεμήσωσιν, ἤδη δὲ εἰς τοῦτο καταστῆναι προτρέπει, καὶ Λακεδαιμονίοις μὲν κελεύει θαρρεῖν κοινωνοῖς ἐπὶ Θηβαίους, ὧν ἐλάττους αὐτούς φησιν εἶναι, Θηβαίοις δʼ ἐπὶ τούτους οὐκ ἐᾷ θαρρεῖν, ὥσπερ τὰς τῶν ἀσθενεστάτων συμμαχίας μάλιστʼ ὠφελούσας, ἀλλʼ οὐ τὰς τῶν οἵους εἶναι Θηβαίους φασὶν οὗτοι. ἐρωτῶσι δὲ τίς ἐγγυητής ἐστι τοῦ Θηβαίους ἐφʼ ἑαυτῶν μένειν, ὥσπερ οὐκ ἐξὸν ἡμᾶς ἀντερωτῆσαι τίς δʼ ἐγγυητής ἐστι τοῦ Λακεδαιμονίους ἐφʼ αὑτῶν μένειν, ἄνπερ τοῦτον τὸν πόλεμον διαθῶνται. καὶ μὴν τὸ μέλλον μὲν ἄδηλον, ᾧ πολλῷ χρῶνται κατὰ τῶν Θηβαίων, εἰ δὲ δεῖ τὸ προχείρως βλασφημεῖν καὶ φιλονεικεῖν ἀφιέντας αὐτὰ τἀληθῆ σκοπεῖν, πολὺ πλείων πίστις ἐστὶ Θηβαίοις ἢ Λακεδαιμονίοις· καὶ τούτου μάρτυρας ὑμῖν αὐτοὺς τοὺς ἀντιλέγοντας παρέξομαι. εἰ γάρ τις αὐτοὺς ἔροιτο, εἰπέ μοι, καλῶς ἐποίησαν Λακεδαιμόνιοι τὴν Καδμείαν καταλαβόντες, εἰ φυλάττουσι τὸ ἀρτίως σχῆμα τὸ πλαστόν; οὐ καλῶς, ἐροῦσι δή που. διὰ τί, εἴ τις αὐτοὺς ἐπανέροιτο, παρεσπόνδησαν, φήσουσι. τί γὰρ ἄλλο; οἷς τοίνυν οὐκ ἂν ἔξαρνοι γένοιντο ὑπὲρ αὑτῶν ὡς οὐκ ἠδικήκασι, τούτοις ἥν φημι μαρτυρίαν παρέχονται. ἴστε γὰρ δή που τοῦθʼ ὅτι ἐν εἰρήνῃ καὶ σπονδαῖς μάλιστα οἱ τὰ δίκαια ποιεῖν βουλόμενοι κρίνονται· ἐν γὰρ τοῖς πολέμοις οὐχ ὁ τρόπος κύριος, ἀλλʼ ὅσʼ ἂν ἡ τύχη δῷ καὶ ὁ καιρὸς, ταῦθʼ ἕκαστοι μεταλαμβάνουσιν. ὁπότʼ οὖν ὅτʼ ἦσαν ἀμφότεροι κύριοι γνώμης, Θηβαῖοι μὲν τὰ αὑτῶν πράττειν οἰόμενοι δεῖν ἐφάνησαν, Λακεδαιμόνιοι δʼ ἐπιόντες καὶ πλεονεκτοῦντες, πῶς οὐ τῷ παντὶ δεῖ νομίζειν πιστοτέρους Θηβαίους, καὶ τὸν φόβον τοῦτον ἐπὶ τοὺς Λακεδαιμονίους μεταθεῖναι, μή ποτε εὐπορήσαντες δυνάμεως ταυτὸν καὶ πρὸς ἡμᾶς πράξωσι; καὶ γὰρ οὐδὲ ἐκείνῳ ἔγωγʼ ἂν πεισθείην, ὡς διὰ Βοιωτίας μὲν διεξιόντες τότʼ εἰσῆλθον εἰς Θηβαίους τῷ καιρῷ χρησάμενοι, ὑμῶν δʼ εἰ τὸν αὐτὸν τοῦτον ἔσχον, ἀπέσχοντʼ ἂν ἑκόντες, οἳ μετὰ τῶν Θηβαίων ἐναντία αὐτοῖς πεπολεμηκότες ἦτε. ὥσπερ τοίνυν, εἰ τῷ ὄντι τοῦθʼ ὑμῖν συνέβη, δικαίως ἂν αὐτοὺς φυλάττεσθαι δεῖν ᾤεσθε τὸ λοιπὸν, οὕτως ἐπειδὴ συμβὰν ἂν, εἰ καιρὸς ὑπῆρξε, φαίνεται, μηδὲν ἧττον φυλάττεσθε. ὧν τε γὰρ τοῖς Θηβαίοις ἀπεμνημονεύκασι κεκοινωνήκατε δή που καὶ ἡ ἐξ ἀρχῆς οἰκεία διαφορὰ πρόσεστιν. ὥσθʼ ὅσῳπερ ἂν τοῖς Θηβαίοις πικρῶς ἔχωσι, διπλάσιον χρὴ δοκεῖν ὑμῖν ὃ νῦν διὰ τὴν χρείαν ἐπικρύπτονται. ἔτι τοίνυν Θηβαίους μὲν οὐδεπώποτε τῆς ἡγεμονίας ἴσασι τυχόντας, οὐδὲ παρʼ ἑκόντων τῶν Ἑλλήνων, ὑμᾶς δὲ πολλοῖς ἔτεσι μείναντας ἐπʼ αὐτῆς, τὸ μὲν πρῶτον εὐνοίᾳ λαβόντας, τὸ πλέον δʼ ὕστερον δυνάμει κατασχόντας· λέγουσι δʼ ἀεὶ πάτριον εἶναι σφίσιν ἡγεῖσθαι τῶν Ἑλλήνων, καὶ τοῦτο μὲν ἐν τῷ πρὸς τὸν Πέρσην πολέμῳ κατʼ ἀμφότερα ἡγοῦντο, τοῦτο δʼ ἡνίκα τὴν ἡμετέραν ἀρχὴν κατέλυσαν. ταῦτʼ οὖν οὐ πάσης ἀδείας ἐστὶ μεστὰ, οὐδʼ ὅσην οἴεταί τις εὐμάρειαν ἔχει. Θηβαῖοι δὲ κἂν αὐτοί μοι σύμβουλοι γενέσθαι δοκοῦσιν ὡς οὐ χρὴ τῶν ἡμετέρων οὐδὲν παρασπᾶν, οὐδʼ ἐμβαίνειν εἰς τὴν θάλατταν, ἣ πᾶσι μᾶλλον ἢ ʼκείνοις προσήκει. ἃ γὰρ μὴ συνίσασιν αὑτοῖς ποτε σχοῦσι, ταῦτʼ οὐδὲ ζητεῖν ἀξιώσουσι· Λακεδαιμονίοις δʼ ἐπεξιόντες καὶ τἀκείνων καθαιροῦντες οὐκ ἀξιώσουσιν οὐδένα αὐτοῖς νεμεσᾶν. εἰ φαίνονται τοίνυν ἐκ τούτων Θηβαῖοι μὲν Λακεδαιμονίοις, οὐχ ὑμῖν, κακόνοι, Λακεδαιμόνιοι δʼ ὑμῖν πολὺ μᾶλλον ἢ Θηβαίοις, πῶς οὐ κατʼ ἀμφότερα τὰ Θηβαίων αἱρετώτερα; αὐτὸ γὰρ τοῦτο τὸ τοὺς ὑμετέρους ἐχθροὺς μισοῦντας ὑπάρχειν αὐτοὺς πῶς οὐ σφόδρα ὑπὲρ ὑμῶν ἐστιν, ἄνευ τοῦ μηδὲν ὑπολείπεσθαι πρὸς ὑμᾶς πρᾶγμʼ αὐτοῖς; ἔστι τοίνυν καὶ παρʼ αὐτῆς τῆς πρεσβείας μαρτυρία τις ὑπάρχουσα. νυνὶ γὰρ Λακεδαιμονίους μὲν ἡ συμφορὰ δεῦρʼ ἦχε καὶ ὁ καιρὸς, ὃ πίστεως οὐδεμιᾶς ἐστι δεῖγμα οὐδὲ τοῦ φιλανθρώπως ἔχειν ὑμῖν, Θηβαῖοι δὲ νενικηκότες ἥκουσι καὶ παρακαλοῦσι μετέχειν ὑμᾶς ὧν ηὐτυχήκασιν· οὗ τί γένοιτʼ ἂν μεῖζον σύμβολον τοῦ πιστῶς ἔχειν ὑμῖν; ἆρʼ οὐκ ἐξ ἁπάντων ἀδεέστερα καὶ ἀδολώτερα φαίνεται; εἰ δὲ δεῖ πρὸς ἀναιδῆ διαβολὴν εὐγνωμοσύνης ὑπερβολῇ χρήσασθαι, τὸ μὲν μέλλον ἀφῶμεν· πολλὰ γὰρ ἐν τῷ παντὶ χρόνῳ γένοιτʼ ἂν ἃ καὶ προειδέναι ἀμήχανον καὶ προπιστεύειν οὐκ ἔνεστιν· ἐκ δὲ τῶν ἤδη γεγενημένων καὶ περὶ ὧν οὐδεμία τίς ἐστιν ἀμφισβήτησις, Θηβαίους αἱρούμενοι τὰ δίκαια ποιήσοντες ἐσμὲν δῆλοι, τοῦτο μὲν ἀνθʼ ὧν ὑπῆρξαν εἰς ὑμᾶς εὐεργεσιῶν, τοῦτο δὲ ἀνθʼ ὧν διὰ ταῦτα καὶ πρότερον αὐτοὺς προσηκάμεθα, τοῦτο δὲ ἀνθʼ ὧν Λακεδαιμόνιοι καὶ ἡμῖν ἀμέτρως κἀκείνοις ἀδίκως κέχρηνται. εἰ δʼ ὑπὲρ μὲν τοῦ μέλλοντος οὐκ ἐνέσται διισχυρίσασθαι, τὰ παρελθόντα δὲ ἀφʼ ὧν τὸ δίκαιον κρίνεται σιωπᾶν ἡμῖν προστάξουσιν οἱ μέχρι τοσούτου φιλοῦντες Λακεδαιμονίους, ὅσον τοῦ Θηβαίους μισεῖν ἀφελεῖν ἦν ἄξιον, ἄλλο τι λοιπὸν ἢ νεύματι τὴν βοήθειαν δεήσει δεικνύναι; οὐ γὰρ εἰπεῖν γε δήπουθεν οὐδὲν ἐξέσται. καὶ τίς ἂν ταύτης τῆς ἀλογίας ἀνάσχοιτο; ἄξιον δʼ ἐτάσαι τὴν Λακεδαιμονίων δεινότητα καὶ τὸν τρόπον ὅντινα ἀεὶ χρῶνται τοῖς πράγμασιν. οὗτοι πολεμήσαντες ἡμῖν πολέμους δύο, τόν τε Δεκελεικὸν τὸν πρότερον καὶ τὸν ὕστερον τουτονὶ τὸν Κορινθιακὸν, πῶς ἐχρήσαντο ἀμφοτέροις; ἐπʼ ἐκεῖνόν τε βασιλέα σύμμαχον ἐκάλεσαν, διʼ οὗ μάλιστα ἡγοῦντο ἡμᾶς καταλύσειν, καὶ τοῦτον διὰ τοῦ αὐτοῦ τούτου κατέθεντο πέμψαντες Ἀνταλκίδην, ὃς ἐξέδωκε τοὺς Ἕλληνας αὐτῷ, μισθὸν τῆς εἰρήνης, καὶ ταύτην τελευτὴν ἀμφοτέροις ἐπέθηκαν. εἶτα Λακεδαιμονίους μὲν οὐδὲν κωλύσει διʼ ὅτου ποτʼ ἂν οἴωνται τρόπου πλέον ἕξειν, τούτῳ χρῆσθαι, ἡμεῖς δʼ εἴ τινας τῶν ὑπαρχόντων ἰσχυροὺς ἡ τύχη πεποίηκε, τούτους ἐγκαταλείψομεν; καὶ μὴν οὐ τηλικοῦτόν ἐστι τὸ Ἀθηναίους Θηβαίοις προσθέσθαι κατὰ Λακεδαιμονίων, ἡλίκον τὸ Λακεδαιμονίους τῷ Πέρσῃ προσθεμένους ἐκδοῦναι τοὺς Ἕλληνας. ἢ ὅμοιον Ἴωνας καὶ Αἰολέας καὶ Δωριέας προέσθαι διαπραττομένους αὐτούς τι καὶ μηδένας ἀνθρώπων προδιδόντας τοῖς ἀστυγείτοσι καὶ συμμάχοις τὰ δίκαια φυλάξαι; ἢ δέδιμεν μή τινʼ ἔχωμεν ἰσχυρὸν σύμμαχον; καὶ τί γένοιτʼ ἂν αἴσχιον ἢ εἴ τις ἀκούσειεν ὅτι Ἀθηναῖοι βούλονται μηδένα τῶν αὐτῶν συμμάχων εὐτυχεῖν; καὶ μὴν εἰ τοὺς ἔχοντας δύναμιν φευξόμεθα, τίνας εὐξόμεθʼ ὑμῖν ὑπάρχειν; ἡμεῖς Κερκυραίους ποτʼ ἐδεξάμεθα ἐκσπόνδους ὄντας, συμφέρειν κρίναντες δηλονότι προκαταλαβεῖν αὐτοὺς, ἐπειδήπερ ἴσχυον, καὶ νῦν εὖ οἶδʼ ὅτι, εἰ τοῖς Θηβαίοις μηδὲν ὑπῆρχε κοινὸν πρὸς τὴν πόλιν, ἄλλως δʼ ἔχοντες δύναμιν ἑωρῶντο, πάντες ἂν ἔφασκον περὶ πλείστου ποιεῖσθαι οἰκειώσασθαι τοὺς ἄνδρας καὶ ἐφʼ ἡμᾶς ἀγαγεῖν καὶ διʼ ἡμῶν ποιήσασθαι. νῦν τοίνυν ἥκουσιν αὐτόματοι, καὶ τοῦτό εἰσι πεπεισμένοι συνεζεῦχθαι τῇ πόλει καὶ μὴ ἀποστατεῖν, ἄν τις αὐτοὺς δέχηται. καίτοι φρουρὰν μὲν ἤδη τινὲς ἐγκαταστᾶσαν ἐξέβαλον καὶ ὑποκύψαντες βίᾳ κατέδραμον, καὶ πάνθʼ ὡς εἰπεῖν ὅσʼ ἂν ἐκ προσαγωγῆς πραχθῇ ῥᾳδίως ἐπὶ καιροῦ λύεται· εὔνοια δʼ ἑκούσιος, μέχρι ἂν τῶν δικαίων τυγχάνῃ, διαρκέστατόν ἐστι. σκοπῶ δὲ κἀκεῖνο, εἰ μὴ ἐποιήσαντο τὴν εἰρήνην οἱ Λακεδαιμόνιοι ταύτην δὴ τὴν καλὴν, ἆρʼ ἄλλο τι ἢ πολεμοῦντες ἂν διετελοῦμεν πρὸς αὐτοὺς μέχρι νῦν, ἡμεῖς τε καὶ οἱ Θηβαῖοι, συνεστηκότες ὡς συνεστήκειμεν. εὔδηλον τοῦτʼ ἔστιν. εἰ τοίνυν μηδὲν ἐπεξαμαρτόντες πολεμίοις ἂν ἐχρῶνθʼ ἡμῖν, πῶς οὐ νῦν τοῖς αὐτοῖς χρήσονται δικαίως, ὅτε καὶ τοῦτʼ αὐτὸ προσηδικήκασι, τὸ τοιαύτην εἰρήνην συνθέσθαι; εἰ δὲ δὴ καὶ μὴ συντέθεινται μόνον, ἀλλὰ καὶ παραβεβήκασιν αὐτὴν ταύτην, πῶς οὐκέτι μᾶλλον ἐπʼ αὐτοὺς βοηθητέον; οὐ γὰρ λύει τὴν ἐκείνων κατηγορίαν ἡ μὴ Θηβαίων δύναμις νῦν· οὐ γὰρ διὰ τοῦτο ἐπῆλθον αὐτοῖς, ἵνʼ ἰσχυροὺς ποιήσωσιν, οὐδʼ ἵνα ταῦθʼ ἃ νῦν πάθωσιν ὑπʼ αὐτῶν—καὶ γὰρ ἂν ἐμεμήνεσαν, εἰ ταῦτʼ ἐσπούδαζον—ἀλλʼ οἶμαι ταῦτα μὲν τύχῃ γέγονε, τὸ δʼ ἐκείνων βούλευμα ἕτερον ἦν· ἡ δὲ τοῦ δικαίου τάξις, ἐάν τε ἀσθενὴς ἐάν τε ἰσχυρὸς ὁ ἐπιβουλευθεὶς ᾖ, τὸν αὐτὸν ἔχει λόγον. μάθοιτε δʼ ἂν μάλιστα εἰ σκέψαισθε ἐκείνως. εἰ μὴ ἐπὶ τοὺς Θηβαίους, ἀλλʼ ἐφʼ ὑμᾶς ἦλθον καὶ