ἀσέβημα τῷ λόγῳ, προώμεθα, ὦ Ἀθηναῖοι, καὶ περιίδωμεν μηδένα ὑπόλογον θέμενοι, βούλεσθε εἴπω καὶ συνεξέλωμεν; ἢ τοῦτο μὲν οὐδαμῶς; εἰ δʼ οὐδέπω τοσαύτην οἰκειότητα καὶ συνήθειαν ἔχει τὰ πρὸς ἡμᾶς πεπραγμένα Θηβαίοις, ὥστʼ εἶναι μείζω καὶ πλείω τῶν πρότερον πρὸς Λακεδαιμονίους αὐτοῖς ὑπαρχόντων, ὧν νῦν εἰσι πόρρω τοῦ μεμνῆσθαι, εὐτυχίας δὲ οὐδεὶς κόρος ἐστὶν ἀνθρώποις, ἀλλʼ οἱ τὰ μέγιστα κατορθώσαντες μεγίστων γλίχονται, δυναστείας τε ἐπιθυμοῦντας πολὺ μᾶλλον τὴν ἡμετέραν πόλιν ἢ τὴν Λακεδαιμονίων εἰκός ἐστιν αὐτοὺς δεδιέναι καὶ διὰ φρόνημα καὶ διʼ ἐμπειρίαν πραγμάτων καὶ διʼ ὀξύτητα καὶ τὴν ἐπὶ πᾶσι παρουσίαν ἄοκνον, τοῦτο δʼ ὑπειληφότας ἐκποδὼν ποιῆσαι ζητεῖν ἕπεται, ἐφʼ ἅπασί τε πίστις ἀκριβὴς οὐχ ἡ μὴ βουλήσεσθαί τινα ἀδικήσειν, ἀλλʼ ἡ μηδʼ ἂν βούλωνται δυνήσεσθαι παριστᾶσα· εἰ ταῦθʼ οὕτω φαίνεται, τί κωλύει Λακεδαιμονίους ὁμοῦ σώζειν καὶ τὴν πόλιν διʼ ἀσφαλείας ποιεῖσθαι καὶ δόξαν φιλανθρωπίας, μεγαλοψυχίας, ἀνδρείας προσλαβεῖν; ἐν γὰρ τῷ σῶσαι μὴ μνησικακήσαντας τρία ταῦτʼ ἐστὶν εἰς φιλοτιμίαν τείνοντα. πρὸς τοίνυν τὸ μὴ παρεῖναι Λακεδαιμονίους ὑπὸ τὴν αὐτὴν τύχην ἡμῖν, καὶ τῇ μὲν ψήφῳ δεῖν σῶσαι, τοῖς δὲ ὅπλοις ἀπολέσαι, καὶ πρὸς ταύτην τὴν ἀκριβολογίαν, μᾶλλον δʼ ἀπορίαν, ὀκνῶ γὰρ εἰπεῖν ἀποπληξίαν, οὐ χαλεπὸν εὑρεῖν ἁπλοῦν καὶ σαφῆ λόγον. εἰ μὲν ἦν, ὦ Ἀθηναῖοι, ταμιεύσασθαι, καὶ μέχρι τούτου κακῶς διαθεῖναι παρὰ τὸν πόλεμον αὐτοὺς, μέχρι τοῦ πρὸς σύμβασιν ἐγχωρεῖν διατηρῆσαι, τάχα ἂν ταῦτά τις ἤκουσεν· οὐκ ὄντος δʼ ἐφʼ ἡμῖν οὕτω τὸν πόλεμον τεμεῖν, τί ποιήσομεν, ἐὰν ἅπαξ ὑπερβάλωμεν; ἢ μεταγνωσόμεθα; καὶ τί πλέον τοῦ καιροῦ παρελθόντος; ἐπεὶ καὶ νῦν μία δή που μάχη πάντʼ αὐτοὺς ἀφῄρηται, τοὺς συμμάχους, τοὺς εἵλωτας, τὴν παρὰ τῶν περιοίκων πίστιν, ἁπλῶς τὴν τάξιν ἐφʼ ἧς βεβηκότες ἦσαν. τὸ δὲ προσπταῖσαι τοῖς σαθροῖς ῥᾳδίαν ποιεῖ τὴν αἴσθησιν. ἂν οὖν πάλιν ἄλλην μάχην μίαν κρατηθῶσιν οἱ λοιποὶ, τί κωλύει μιᾶς ἡμέρας μέρει μικρῷ πάντα τἀκείνων ἐξεληλέγχθαι, καὶ τοὺς μὲν ἐν ἡλικίᾳ τεθνάναι πάντας, τὴν πόλιν δὲ εἰλῆφθαι, καὶ ταῦτα ἀτείχιστον οὖσαν, παῖδάς τε καὶ γυναῖκας ἄγεσθαι, διαπεπρᾶχθαι δὲ, ὡς εἰπεῖν, τὸ πρᾶγμα πρὶν ἐλθεῖν εἰς βουλὴν καὶ λόγον; ἐπεὶ καὶ νῦν ἐπὶ τοῦτʼ αὐτὸ δή που καλοῦσιν ὑμᾶς Θηβαῖοι, ὥστε συνανελεῖν αὐτούς. ἐπὶ τί γὰρ καὶ φῇ τις ἕτερον, ὅπου περὶ τῆς πόλεως αὐτῆς ὁ λόγος γέγονε; δεῖ τοίνυν ἤδη βεβουλεῦσθαι καὶ μὴ περιμένειν τὰ μηδαμοῦ γενησόμενα. νὴ Δίʼ ἄπιστοι γὰρ Θηβαίοις δόξομεν εἶναι μὴ βοηθήσαντες. πολὺ δέ γε μᾶλλον, ἂν βοηθήσαντες μὴ ποιῶμεν ἐφʼ οἷς παρελήφθημεν. τί οὖν κωλύει, ταῦτα ἂν ἐκείνοις δοκῇ, συναινεῖν; οἷόν τι λέγω, κατασκάπτειν τὴν πόλιν, ἀνδραποδίζεσθαι, παῖδας καὶ γυναῖκας ἀποκτιννύναι πάντας. ἐπὶ γὰρ ταῦτα καλοῦσι. θήσω τοίνυν ἐγὼ καὶ μενεῖν ἡμᾶς τὸ πρᾶγμα καὶ μὴ φθάσειν προδιαφθαρέντας ἐκείνους, καὶ ψῆφον προτεθήσεσθαι, ὥσπερ ἀναγκαίᾳ τινὶ περιόδῳ τοῦτο ὀφειλόμενον τοῖς πολεμίοις ἅπασιν· ἂν οὖν ἡμῶν σώζειν τοὺς Λακεδαιμονίους τιθεμένων ψῆφον μὴ πείθωνται, μηδὲ συγχωρῶσιν οἱ Θηβαῖοι, τοῦτο δʼ οὐδὲ ἀποδείξεως δεῖται, ἆρα ἄλλο τι λοιπὸν ἔσται ἢ διεστάναι καὶ δυσχερῶς ἔχειν; οὐκοῦν ἀρχὴ πολέμου καὶ πραγμάτων αὕτη, Λακεδαιμόνιοι δʼ ἢ προαπολώλασιν, ἐὰν τὰ Θηβαίων νικᾷ, ἢ μενοῦσι τὴν τοῦ πολέμου κρίσιν, ἂν ἐξελέσθαι δυνηθῶμεν αὐτούς. ἀνάγκη γὰρ ἢ παθόντων τι παρὰ γνώμην τὴν ἡμετέραν ἡμᾶς ἐπὶ τοὺς Θηβαίους ἔρχεσθαι, ἢ διατηρηθέντων ὑφʼ ἡμῶν, τούτους ἐφʼ ἡμᾶς ὑπʼ ὀργῆς ἰέναι. πότερʼ οὖν βέλτιον ὑπὲρ τῆς σκιᾶς τῆς Λακεδαιμονίων ὕστερον πολεμεῖν Θηβαίοις ἢ κοινωνεῖν ἡμῖν μὴ δυναμένων, ἢ παντελῶς ἀπολωλότων, ἢ τὸν ὀρθὸν καὶ γενναῖον πόλεμον πολεμεῖν ὑπὲρ αὐτῶν, ἕως εἰσὶν ἔτι σῶοι; ἐγὼ μὲν οἶμαι τοῦτο. εἰ δὲ μὴ τῆς αὐτῆς τύχης ἧσπερ ἡμεῖς πεπείρανται, τοῦτο καὶ μάλιστα ὑπὲρ ὑμῶν ἐστιν. ὅτι μὲν γὰρ εἰς πολὺ χείρω βουληθέντων ὑμῶν ἥξουσιν ἅπασι δέδεικται· κωλύσαντες δὲ ὑμεῖς τὴν μὲν τιμωρίαν εἰληφέναι τῷ βουληθέντες ἂν δυνηθῆναι ῥᾳδίως, τὴν μεγαλοψυχίαν δὲ ἐνδεδεῖχθαι τῷ μὴ δεδεῆσθαι δόξετε· ὥστʼ ἀνθʼ ἑνὸς ἀμφότερʼ ἕξετε, καὶ τὴν τιμωρίαν καὶ τὸ πρᾶοι δοκεῖν εἶναι, τοῦτο δὴ τὸ ἐξ ἀρχῆς ὑμέτερον. καὶ μὴν ὅτι γε, ὦ Ἀθηναῖοι, καὶ πολλῷ δεινότερά εἰσι πεπονθότες ὧν ὑμᾶς εἰργάσαντο αὐτοί ποτε ῥᾳδίως δείξω. ἡμεῖς μέν γε ποιοῦντες καὶ πάσχοντες ὡς εἰπεῖν διεγενόμεθα ἐν πολλοῖς ἀγῶσι καὶ μάχαις κακῶς ἀλλήλους, οἱ δὲ μιᾷ κρατηθέντες πάντων ἀφεστᾶσι. δῆλον τοίνυν κἀκεῖθεν· ἡμᾶς μὲν γὰρ τῆς κατὰ θάλατταν ἡγεμονίας ἀπεστέρησαν, αὐτοὶ δʼ ἀμφότερα σχόντες προεῖνται νῦν. ὥστʼ εἰ τὸ πλειόνων στέρεσθαι μείζονός ἐστι συμφορᾶς δεῖγμα, μείζων ἐστὶν ἡ νῦν Λακεδαιμονίων τῆς πρότερον ἡμᾶς περιστάσης. οὐ τοίνυν οὐδὲ τὴν τάξιν τῆς συμμαχίας τῆς πρὸς τοὺς Θηβαίους ἐπινοῶ. προεστᾶσι μὲν γὰρ, ὡς ὁρᾶτε, αὐτοὶ τοῦ πολέμου, δέονται δʼ ὑμῶν ἐν προσθήκης μέρει. τὸ μὲν τοίνυν ἐκείνοις συγχωρεῖν ἡγεῖσθαι αὐτοὶ κρίνατε ὁποῖόν τί ποτʼ ἐστὶν ὑμῖν, μνημονεύοντες τοῦ τροπαίου, ὅ ποτʼ ἐστήσατε ἐν Οἰνοφύτοις· τὸ δʼ αὐτοὺς ἀξιοῦν προΐστασθαι μὴ ἀγνωμοσύνη σαφὴς ᾖ. τὸ γὰρ κληθέντας ὑπʼ ἐκείνων, κἀκείνων τῶν τὰ μέγιστα ἐξειργασμένων ὄντων ἀμφισβητεῖν περὶ τῆς προστασίας οὐκ ἔξω ταύτης τῆς αἰτίας εἶναι δόξει. τοὺς δʼ ἐπειγομένους καταπολεμῆσαι τοὺς Λακεδαιμονίους καὶ μὴ δεῖν ἀνεῖναι λέγοντας τοῦτʼ ἐρωτῆσαι βούλομαι, ἂν μὴ διδῶσι τὴν ἡγεμονίαν ἡμῖν οἱ Θηβαῖοι, κελεύετε συμμαχεῖν αὐτοῖς ἐν ὑπηκόων τάξει; νὴ Δίʼ ἀλλὰ δώσουσιν. οὐχ οὗτοί γε, ἕως ἂν ὁρῶσι τὰς Λακεδαιμονίων ἀσπίδας παρʼ αὑτοῖς κρεμαμένας. εἰ δʼ ἐπʼ ἀμφότερα ἔστʼ εἰκάσαι, πόθεν καὶ πῶς τἀκριβὲς εἰσόμεθα; διδόντων μὲν γὰρ ὡς οὐδὲν μᾶλλον χρὴ τούτοις πολεμεῖν ἔστʼ εἰπεῖν, οὐ συγχωρούντων δὲ τίς ἂν φαίη δεῖν ἀνέχεσθαι; ἂν οὖν ἡμῖν συμβῇ κρῖναι μὲν τοῖς Θηβαίοις προσθέσθαι, γενομένης δʼ ἧς λέγω διαφορᾶς διαστῆναι, ἆρα ἄλλο τι συμβεβηκὸς ἔσται ἢ καὶ τούτους περιεορακέναι, καὶ πρὸς ἐκείνους ἐν προσκρούσμασι καὶ μέμψεσιν εἶναι, καὶ μήτʼ ἐπὶ τούτους ἐπανελθεῖν εἶναι μήθʼ ὅ τι χρὴ ποιεῖν ἔχειν εὑρεῖν; ἂν δὲ δὴ τοῦτο νικήσῃ πᾶσι συνδόξαν, ἑκάστους ἐκ περιτροπῆς ἡγεῖσθαι, οἷον Θηβαίους, Ἀργείους, Ἠλείους, Ἀρκάδας, ὑμᾶς, καλόν γε ὄντας Ἀθηναίους διαλαγχάνειν πρὸς τοὺς πάντας ἀνθρώπους περὶ τῆς ἡγεμονίας, καὶ ἄρχειν τῶν Ἑλλήνων ἐκ περιτροπῆς, ὥσπερ ἄλλην τινὰ μοῖραν ἢ ἔρανον διῃρημένους. καὶ πότερον βέλτιον τὸ πέμπτον μέρος μεταλαμβάνειν, ἂν οὕτω τύχῃ, τῆς προστασίας, τὰ δʼ ἄλλα πάντα ἀρχομένους διατελεῖν ὑφʼ ὧν εἶπον, ἢ Λακεδαιμονίους ἐφʼ ἡμισείᾳ προσδέξασθαι καὶ δύʼ εἶναι μέρη προεστηκότα, εἰς ἅπερ ἐξ ἀρχῆς ἡ Ἑλλὰς διῄρηται; οὐ γὰρ μὴ Φλιάσιοί γε ὑμῖν ἀμφισβητήσωσι δέδιτε, καὶ οὔπω λέγω δεῖν ἐπὶ τούτῳ δέξασθαι τοὺς Λακεδαιμονίους· οὐχ ὁρίζω τοῦτο, ἀλλὰ μάλιστα μὲν οἶμαι καὶ καθάπαξ αὐτοὺς παραχωρήσειν· καὶ νὴ Δίʼ ἔγωγε κελεύω, εἴπερ ὡς ἀληθῶς ἡμῶν δέονται καὶ τῆς σεμνότητος καθυφείκασί τι, ἢ φήσαιμʼ ἂν τοῖς πρέσβεσιν αὐτῶν τοὺς Θηβαίους αἱρήσεσθαι, ἐὰν ἐκεῖνοι ταῦθʼ ὑπακούωσιν, εἰ δὲ μὴ, μετριώτερον, ὦ Ἀθηναῖοι, Λακεδαιμονίους ἐξ ἴσου δέξασθαι ἢ τοιαύτην ἀκρισίαν κοινωνίας ὑποστῆναι Θηβαίοις. οἶμαι τοίνυν κἀκεῖνο προσήκειν ὑμῖν σκοπεῖν, ὅπως μὴ εἰς τὰς αὐτὰς αἰτίας Λακεδαιμονίοις ἔλθητε, μηδʼ ἃ μέμφεσθε δικαίως, ταῦτα μιμήσεσθε. ἔστι τοίνυν τούτων οὐ μικρὸν κατηγόρημα, ὅτι Θηβαίοις τουτοισὶ συνεξεῖλον Πλαταιὰς καὶ παρέδοσαν, καὶ πάλιν τὸ τελευταῖον, ὅτι τοὺς Ἴωνας ἐκδότους ἐποίησαν ἐν ταύταις ταῖς συνθήκαις ταῖς πρὸς βασιλέα. μὴ τοίνυν ὑμῖν τὸ τὴν Σπάρτην Θηβαίοις συνεξελεῖν καλὸν οἴεσθε λόγον σχήσειν, μηδὲ Λακεδαιμονίοις ἐγκαλοῦντες, ἐπειδήπερ τοὺς ἀποίκους ὑμῶν ἐξέδοσαν τῷ βασιλεῖ, αὐτοὶ Θηβαίοις ἐκδῶτε ὑμᾶς αὐτούς· ἐκδώσετε δὲ, ἂν πρὸς οὓς ἄσχολοι νῦν εἰσι Λακεδαιμονίους, τούτους ἐκποδὼν αὐτοῖς θήσετε. μικρὸν δʼ ἔτι προσθήσω· εἰ μὲν εὐπορήσουσιν ἑτέρων Λακεδαιμόνιοι συμμάχων ὑμῶν ἁμαρτόντες, τις ἂν μείζων αἰσχύνη γένοιτο τῶν πασῶν ἢ τὸ πρῶτον μὲν ἐζητηκέναι τινὰς ἄλλους, εἶτα καὶ ἀνευρηκέναι τοὺς συνδιατηρήσοντας τὴν Σπάρτην αὐτὴν, ὄντων Ἀθηναίων, εἰ δʼ οὐδένων ἑτέρων τεύξονται βοηθῶν, ὑμῖν οὐκ ἀμελητέον, οὓς ἔχουσι μόνους. εὔχομαι δʼ αὐτοῖς, εἰ μὲν ὑμεῖς συναγωνιεῖσθε, σωτηρίαν καὶ κράτος· εἰ δʼ ἐγκαταλείψετε, ἀπολεῖσθαι μᾶλλον ἢ διʼ ἑτέρων ἀνενεγκεῖν, ἵνα καὶ ἁπλοῦν ἡμῖν τοὔνειδος ᾖ. ἐμοὶ μὲν ταῦτʼ ἔδοξεν ἀμφότερα ἐξετάζοντι· ἔτι δὲ, ὦ Ἀθηναῖοι, καὶ ὑμῖν δεικνύοιτʼ ἂν ἤδη τό γʼ ἐμὸν μέρος.