μεθʼ ὑμῶν, ὦ Ἀθηναῖοι, σκεψόμενος παρῆλθον ποτέροις δεῖ με συνειπεῖν. ἡγοῦμαι δὲ καὶ ὑμᾶς ὀρθῶς ἄν τι ποιεῖν, εἰ μὴ τοῖς πάλαι κεκρικόσι μηδὲ τοῖς ἐφʼ ἑαυτῶν προσέχοιτε, ἀλλὰ τοῖς τὰ συμβησόμενα ἐκ τῶν λογισμῶν ἀναμένουσι. τὸ γὰρ ταυτὰ συμβουλεύειν ὑμῖν τε καὶ αὑτῷ, τοῦτʼ εἶναί μοι δοκεῖ σκοπεῖν ἐν κοινῷ περὶ τῶν πραγμάτων, μὴ προκατειλημμένον. οὐκοῦν Λακεδαιμόνιοι μὲν, ὡς ὑμεῖς τε ἠκούσατε κἀγώ φημι, παρεσπόνδησαν τὴν Καδμείαν κατασχόντες, καὶ πλεονεξίας ἐπίδειγμα ἐποιήσαντο οὐχ ἧττον ἢ Θηβαῖοι παρελθόντες εἰς Πλαταιάς ποτε· Θηβαῖοι δʼ οὕτως ἰσχυροὶ γεγόνασιν ὡς συνενηνοχέναι αὐτοῖς ἀδικηθεῖσιν. ἐχόντων δὲ οὕτω τούτων ἡ κατηγορία μὲν ἐν Λακεδαιμονίοις, φόβος δʼ ἐν Θηβαίοις ἐστίν. εἰ μὲν οὖν δικάζομεν αὐτοῖς, ἠδικηκέναι τοὺς Λακεδαιμονίους ψηφιζόμεθα καὶ δικαίως ἃ πεπόνθασι πεπονθέναι· εἰ δὲ μέμικταί τι βουλῆς καὶ ὑπὲρ ἡμῶν αὐτῶν ἡμῖν, οὐκ αὐξήσομεν τοὺς Θηβαίους οὐδὲ τῆς Λακεδαιμονίων ἀγνωμοσύνης κληρονόμους ποιήσομεν. οὐ γὰρ εἰ δικαίως ἐκείνους ἀναιρήσουσι, τοῦτο σκεψόμεθα, ἀλλʼ εἰ ταυτὸν τοῦτο καὶ ἡμᾶς ἀδίκως ποιῆσαι δυνήσονται, τοῦτο φοβησόμεθα· καὶ τὸ παράδειγμα ὃ νῦν ἡμᾶς πεποίηκε τοῖς Θηβαίοις συναλγεῖν οὐ βουλησόμεθα ἐλθεῖν ἐφʼ ἡμᾶς, τῶν νῦν ἀνθελκόντων ἐκποδὼν γενομένων. ἐγκλήματα δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πολλὰ μὲν ὑμῖν ὑπάρχει πρὸς Θηβαίους, πολλὰ δὲ πρὸς Λακεδαιμονίους, πρὸς ὁποτέρους δὲ πλείω καὶ μείζω οὐ διαφέρομαι, πλὴν οἶδʼ ὅτι εἰ ἓν ὧν ἐπεχείρησαν Θηβαῖοι κατώρθωσαν, οὐκ ἂν νῦν ἐβουλευόμεθα. ἀλλʼ ἐάσω τό γε μηδʼ ἔργῳ συμβὰν θεῶν τινος μεγάλῃ προνοίᾳ· πάλιν δέ με ὕπεισιν ὡς οὐδʼ αὐτοῦ τούτου παντάπασιν ἀναίτιοι Λακεδαιμόνιοι. τὸ γὰρ εἰς τοῦτο ἀγαγεῖν τὴν πόλιν ὥστʼ ἔχειν Θηβαίους ταῦτʼ ἀποφήνασθαι περὶ αὐτῆς ὑπάγει δικαίως αὐτοὺς τῆς μέμψεως τῇ κοινωνίᾳ. ἀλλὰ τοῦ μὲν εἰς τοῦτʼ ἀγαγεῖν ἡμᾶς μέτεστι καὶ Θηβαίοις τοῖς συμπολεμήσασιν αὐτοῖς, τοῦ δὲ φείσασθαι τὸ λοιπὸν οὐκέτʼ ἔχουσι Λακεδαιμόνιοι τούσδε κοινωνούς. καὶ μὴν οὐδʼ ἐκεῖνό γε προσδέξομαι ὅτι Θηβαίων εἷς εἶπε ταῦτα. ἃ γὰρ Πλαταιὰς πρότερον διέθεσαν, τοιαύτην ἀναχώρησιν οὐκ ἀπολείποντʼ αὐτοῖς οὐδὲ σκῆψιν, οὐδὲ τοιοῦτον τὸν ὑπὲρ τῆς περὶ ἡμῶν ψήφου λόγον δείκνυσιν ὄντα. εἴποιεν δʼ ἂν καὶ περὶ τῆς παλαιᾶς αἰτίας ὡς οὐκ ἀπὸ πάντων ἦν, ἀλλʼ οἱ προεστηκότες αὐτῶν ἐμήδιζον· εἰ δʼ ὑπὲρ ὧν μὲν προὔδοσαν τοὺς Ἕλληνας καὶ ὑπὲρ ὧν τοὺς δεῖνας ἀνεῖλον καὶ ὑπὲρ ὧν ἡμᾶς ἐμέλλησαν, τοῖς πρώτοις ἐκείνοις ἀκόλουθα ποιοῦντες, καὶ εἴ τι ὅλως ἠγνωμονήκασιν, ὑπὲρ μὲν τούτων τοὺς προεστηκότας προβαλοῦνται, ὅταν δέ τις τοῦ Πειραιῶς μόνον μνησθῇ, πάντες ἥξουσι περὶ ὧν δή που καὶ εἷς τις καὶ δεύτερος εἶπε, μάτην πάντες εὐήθεις κέκληνται τὰ κράτιστα ὄντες σοφοί. ἄλογον δέ μοι φαίνεται, πρὸς ἀμφοτέρους ὄντων ἐγκλημάτων ἡμῖν, Λακεδαιμονίοις μὲν ἐπεξεληλυθέναι καὶ δίκην ἐζητηκέναι λαβεῖν, Θηβαίους δὲ ἀφεῖναι καθάπαξ, καὶ τοσοῦτον ὑπερβαλεῖν ἐκείνοις ὀργιζομένους ὥστʼ ἀδικήσειν ἡγεῖσθαι, εἰ μὴ μέχρι παντὸς τοῖσδε συνεστήξομεν. ἐγὼ μὲν γὰρ οἶμαι δεῖν μέχρι τούτου τιμωρεῖσθαι Λακεδαιμονίους μέχρι οὗ μὴ τοὺς Θηβαίους ἀθώους παντάπασιν ἀφήσομεν. φοβοῦμαι δὲ μὴ Θηβαίοις γιγνόμενοι σύμμαχοι τοὺς ὑπάρχοντας ἡμῖν αὐτοῖς ἀπολέσωμεν. σκοπῶν γὰρ τὰς παλαιὰς αἰτίας, ἃς ἡμῖν ἐπήνεγκαν οἱ Ἕλληνες, ἄλλο μὲν οὐδὲν ἐχούσας εὑρίσκω, τοῦτο δὲ, μὴ μετρίως ἡμᾶς χρῆσθαί τισιν αὐτῶν. ἔστι τοίνυν ἅπαντα ἅ τις ἂν τόθʼ ἡμῶν ἐξήτασεν, ἂν εἰς ταυτὸν συνθῇ τις, οὐδʼ ἐγγὺς τῆς νῦν ἐγχειρήσεως. τὸ γὰρ Λακεδαιμονίους ἀνελεῖν ἐθέλοντας φανῆναι τίς ἂν εἴποι πάντων τῶν πρὸς τοὺς ὑπηκόους τότʼ ἀηδῶν μὴ οὐ πολὺ μεῖζον καὶ χαλεπώτερον εἶναι; ὥστε πῶς ἡμῖν ἀκολουθήσουσιν οἱ τότʼ ἐκεῖνα δυσχεράναντες οὐ δύναμαι συνιδεῖν ἔγωγε. καὶ γὰρ εἴ τινες αὐτῶν μισοῦσι Λακεδαιμονίους, ὡς εἶεν ἅπαντες τοῦτο πεπονθότες, καὶ νὴ Δίʼ ἴσως εἰσὶν οἱ πλείους διὰ τοὺς ἁρμοστὰς καὶ τὴν ἀπὸ Λυσάνδρου τότʼ ἐπήρειαν· μέχρι μὲν τοῦ μὴ τὴν τοῦ ταὐτὰ ποιεῖν ἔχειν δύναμιν μισοῦσιν ἴσως αὐτοὺς τῆς αὐτῶν ἕνεκʼ ἀσφαλείας ἕκαστοι, ὥστε δὲ καὶ ἀπολωλότας καθάπαξ ἰδεῖν, οὔ μοι δοκοῦσιν, εἰδότες ὡς ἔχει τι σχῆμα τῇ Ἑλλάδι εἶναι τὴν Λακεδαιμονίων πόλιν. καὶ μὴν οὐδὲ ἐπʼ ἴσης Θηβαίοις τε καὶ ὑμῖν βουλευτέον ἐστὶ περὶ τούτων. πολὺ γὰρ μᾶλλον ἐκείνοις μικρῶν ἕνεκα αἰτιῶν τὴν ἐσχάτην δίκην ἁρμόττει λαβεῖν ἢ ὑμῖν τῶν μεγίστων μετρίαν. ἐὰν γάρ τις τὸ ἑκατέρων ἦθος προσλογίζηται τῇ πράξει, τὴν μὲν ἐκείνων μετρίαν, κἂν ᾖ χαλεπωτάτη, τὴν δʼ ὑμετέραν μεγίστην, κἂν μετρίως ἔχῃ, κρινεῖ· τοσοῦτον ὑμῖν μὲν φιλανθρωπίας, ἐκείνοις δὲ ὠμότητος περίεστιν. εἶτα κἀκείνοις μὲν ἀρχαῖόν ἐστι, μηδὲν τοῦ κοινοῦ τῆς Ἑλλάδος φροντίζειν, ἀλλʼ ὁπόθεν τι πλέον σχήσουσι, τοῦτο μόνον καθορᾶν, ὑμῖν δὲ προστάταις τῶν κοινῶν δικαίων οὖσι καὶ ὑπειλημμένοις οὐκ ἔνεστι παρορᾶν τὰ τοιαῦτα ὀργῆς ἰδίας ἕνεκα ἢ μέμψεως. πρὸς δὲ τὸ ἐρώτημα ἐκεῖνο, πότερον τοῖς ἐκ Πειραιῶς ἢ τοῖς ἐξ ἄστεος προσήκει σῶσαι Λακεδαιμονίους, ἀπεκρινάμην ἂν ἔγωγε ὅτι ἀμφοτέροις, εἴπερ εἰσὶν Ἀθηναῖοι. καὶ γὰρ οὐδʼ ἐκεῖνο ἔχει λόγον, αὐτοὺς μὲν ἡμᾶς ὀμωμοκέναι καὶ πίστεσιν ἰσχυραῖς διωρίσθαι ἦ μὴν ταὐτὰ φρονήσειν καὶ μὴ μνησικακήσειν ἀλλήλοις, Λακεδαιμονίους δʼ ὥστʼ ἀνελεῖν ἀνακινεῖν τὴν τούτων μνήμην, ἃ συγκρύψειν συνεθέμεθα, καὶ μὴ λογίζεσθαι μηδὲ σκοπεῖν ὅτι ὁ ταῦτʼ ἐξετάζων ἀκριβῶς τὸ πιστὸν τῶν συνθηκῶν ἀναιρεῖ. καὶ μὴν οὐδὲ οἱ δεδοικότες μὴ Θηβαῖοι τῶν παρʼ ἡμῶν ἁμαρτόντες βασιλέα καλέσωσι νοῦν ἔχοντα φόβον δεδίασιν. ἀλλʼ ἐμοὶ μὲν καὶ ἄτοπα δοκοῦσι πεπονθέναι, φοβούμενοι μὲν μή τινων εὐπορήσωσι συμμάχων, ὑμᾶς δὲ πείθοντες γενέσθαι τούτοις αὐτοὺς, καὶ μὴ λογιζόμενοι τοῦτο, ὅτι βελτίους ἂν ἦσαν, εἰ δεινὸν ἐνόμιζον ταύτῃ προσγενέσθαι τινὰ Θηβαίοις ὠφέλειαν, κωλύοντες μᾶλλον ἢ πορίζοντες. νῦν δὲ ὥσπερ οὓς ἂν φοβῆταί τις μὴ ποιήσῃ τις εὖ, τούτους αἱρεῖσθαι δέον, οὐχ οἷς ἄν τις καὶ ἄλλους προσγενέσθαι συνεύξαιτο, οὕτω ταῦτα παραινοῦσι. καίτοι εἰ βασιλέα μὴ δύνανται κωλῦσαι βοηθεῖν, ἀλλʼ ὑμᾶς μὴ παρακαλεῖν ἠδύναντο. ἐγὼ δʼ οὐχ οὕτως ἀναισθήτους οὐδʼ ἔκφρονας εἶναι νομίζω Θηβαίους ὥσθʼ ὑπὲρ ἀρχῆς Λακεδαιμονίοις πολεμοῦντας βασιλεῖ περὶ δουλείας συμβαίνειν. καὶ γὰρ γελοῖον τούτους μὲν ζητεῖν ἀνελεῖν, ἵνα μὴ ἐμποδὼν αὐτοῖς ὦσιν, ἐκεῖνον δὲ καλεῖν ἐπὶ τοῖς ** ὃν ἴσασι δεσπότην ἕξοντες. τοσούτῳ γὰρ ἄμεινον περὶ ἡμῶν καὶ Λακεδαιμονίων βουλεύσονται, καλοῦντες βασιλέα σύμμαχον, ἤπερ αὐτοὶ περὶ αὑτῶν, ὅσῳ ἡμῖν μὲν τὸ ἀμύνασθαι γοῦν αὐτὸν καταλείψουσιν, αὐτοὶ δʼ οὐδʼ ὅπλα ἀνταράμενοι παραχρῆμα ὑποκύψουσιν αὐτῷ καὶ ἡμᾶς μὲν, ἐὰν ἄρα κρατήσῃ, διʼ αὐτοῦ κεκρατηκὼς ἔσται, ἐκείνους δὲ διʼ αὑτῶν ἔχων προτέρους· ταῦτα δὲ μαίνοιντʼ ἂν εἰ βούλοιντο. καὶ μὴν εἴ τις θαρρεῖν αὐτοὺς τῇ παλαιᾷ φιλίᾳ καὶ συμμαχίᾳ πρὸς τὸν βάρβαρον ἡγεῖται, ταῦτα μάλιστα φοβήσονται. ἐπίστανται γὰρ τότε καὶ πάντων ἀγαθῶν ἀνόνητοι γενόμενοι, καὶ παραχωρήσαντες ὧν εἶχον ἐκείνῳ, πρότερον μὲν αὐτὸν τὸν βασιλέα, μετὰ ταῦτα δὲ Μαρδόνιον δεξάμενοι τὸν ὕπαρχον αὐτοῦ, ὃς ἐγκαθήμενος μετὰ τῆς ἵππου καὶ στρατιᾶς ἀπείρου τὰ μὲν φθείρων, τὰ δὲ καρπούμενος αὐτῶν διετέλει τὴν χώραν, τῇ πόλει δʼ ἐχρῆτο στρατοπέδῳ, παρρησίας δʼ οὐδʼ ὁτιοῦν οὐδενὶ μετεδίδου· ὥστʼ εἶναι μηδὲν ἀθλιώτερον ἐν τῷ τότε καιρῷ Θηβαίων, ὄνειδος μὲν ἐν τοῖς Ἕλλησιν ἐχόντων, ἐπιτριβομένων δὲ κακῶς ὑπὸ τῶν βαρβάρων. οὔκουν βουλήσονται τοιαύτης κακοδαιμονίας πάλιν ἐλθεῖν εἰς πεῖραν, οὐδὲ δεηθῆναι βασιλέως καταπέμψαι σφίσιν ἄνδρα, ὃς ἐγκαθίσας εἰς τὴν Βοιωτίαν καὶ ἡγεμὼν τοῦ πολέμου γενόμενος γρύζειν οὐκ ἐάσει σφᾶς. εἶτα καὶ νενικηκότες νίκην τοιαύτην καὶ λαμπροὶ γεγονότες φύγοιεν ἂν, οἶμαι, ταπεινὸν οὕτω σχῆμα λαβεῖν, ὥστʼ ἐπὶ τὸν βάρβαρον καὶ κηλῖδα παλαιὰν ἐπανελθεῖν. ὅλως δʼ οὐκ ἔχει λόγον ἡ ὑπόνοια αὕτη. ὅπου γάρ ἐστι δυοῖν θάτερον, ἢ κρατήσαντας αὐτοὺς ἄλλῳ κεκρατηκέναι καὶ καθʼ αὑτῶν, ἢ κρατηθέντας, ὅπερ καὶ πρότερον συνέβη, καταλειφθῆναι καὶ ἐφʼ ἡμῖν εἶναι, πρὸς πότερον τούτων δέοιντʼ ἂν βασιλέως; καὶ μὴν νῦν μὲν ἐὰν πληγῶσι, προσδοκίαν τινὰ ἕξουσι διʼ ἡμῶν πάλιν σωθήσεσθαι, ὥσπερ αὐτούς τε ἔμπροσθεν καὶ νῦν τοὺς Λακεδαιμονίους τοῦτο πεπονθότας εἰδότες. ἔσονται· ἐὰν δὲ τὸν βάρβαρον καλέσαντες ἀποτύχωσιν, ἀπολούμενοι καθαρῶς ἐπίστανται. πῶς οὖν οὐχ ὃ τὴν μὲν νίκην καθαρὰν, τὴν δὲ συμφορὰν εὔελπιν αὐτοῖς παρίστησιν, αἱρήσονται καθʼ αὑτοὺς ἀγωνίζεσθαι μᾶλλον ἢ ὃ τὴν εὐτυχίαν ἀνόνητον ποιοῦν ἀνήκεστον ἕξει τὸ πρᾶγμα, τὸν βασιλέα κοινωνὸν παραλαβεῖν; εἶτα καὶ εἰς ἀνάγκην κατακέκλεινται τοῦ μηδʼ ἂν βούλωνται παραφρονῆσαι. οἱ γὰρ νῦν μετʼ αὐτῶν ὄντες Ἠλεῖοι καὶ Ἀρκάδες, ἂν ἐπαγομένους αὐτοὺς τὸν βάρβαρον αἴσθωνται, εὔδηλόν ἐστιν ὡς οὐ μενοῦσιν, ἀλλʼ ὑπόψονται καὶ φυλάξονται, τοῦτο μὲν τὸν κίνδυνον εἰδότες ἔσχατον ἥξοντα αὐτοῖς, τοῦτο δὲ τὴν ἀδοξίαν, εἰ πρὸς ὃν πρότερον μετὰ τῶν τὰ δίκαια φρονούντων Ἑλλήνων παρετάττοντο, τοῦτον νῦν Θηβαίοις συνεπασκήσουσιν αὐτοί. μᾶλλον δή μοι δοκοῦσι Θηβαῖοι διὰ τοὺς ὑπάρχοντας νῦν συμμάχους ἀμελήσειν βασιλέως ἢ διʼ ἐκεῖνον τούτους παρόψεσθαι. ὅλως δὲ, ὦ Ἀθηναῖοι, εἰ νῦν σώων ὄντων Λακεδαιμονίων δεδοίκαμεν μὴ τῷ βασιλεῖ προσθῶνται Θηβαῖοι, τί ποιήσομεν ἡνίκʼ ἂν μηδὲ τούτους ἔτι κοινωνοὺς ἔχωμεν, ἀλλὰ μόνοι μεταξὺ Θηβαίων καὶ τῶν βαρβάρων ἀπολειφθῶμεν; εἰ μὲν γάρ ἐστί τις ὑμῖν ἐγγυητὴς ἰσχυρὸς, ὡς ἂν Θηβαῖοι Λακεδαιμονίους ἀνέλωσιν, οὐχ ὑμεῖς εὐθέως αὐτοῖς ὑποκείσεσθε, οὐδʼ ἐπὶ τὴν πόλιν ἥξουσι ταύτην· δεινὸν μὲν νὴ τὸν Δία τὸν ἐλευθέριον τὸν Πλαταιᾶσι καὶ τὰ μνήματα τῶν ἐκεῖ πεσόντων κοινῶν ἀμφοτέροις προγόνων περιιδεῖν τὴν Λακεδαιμονίων πόλιν ἐκπεσοῦσαν ἐκ τῆς Ἑλλάδος, καὶ ταῦθʼ ὑπὸ Θηβαίων, οὐ μὴν ἀλλʼ ἔμοιγε τετολμήσθω τοῦτο τὸ