<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg034.perseus-grc2" n="442"><p>Ἀρχίνῳ, Θρασυβούλῳ, τοῖς ἄλλοις, οἳ πολλοὶ καθʼ ἡμέραν ἑκάστην ἐγίγνοντο· καίτοι ταῦτα οὐκ ἀκίνδυνα ποιοῦντες <pb xml:id="v.1.p.662"/> πρὸς Λακεδαιμονίων ᾔδεσαν. εἶτʼ ὦ πρὸς Διὸς οἱ παρὰ τοιαύτην συμφορὰν εὐνοϊκῶς ἡμῖν ἔχοντες καὶ οἱ πρὶν ὅτου παρʼ ὑμῶν τεύξονταί ποθʼ ὕστερον εἰδέναι, τοιαύτης οἰκειότητος καὶ φιλίας ὑπάρξαντες, οὗτοι Λακεδαιμονίων ἀπαλλαγέντες διʼ ἡμῶν μὴ παρακινήσωσί τι φοβησόμεθα; ἀλλʼ ὑπερβολὰς ἐκείνων; οὐ τἀναντία δή που δεῖ προσδοκᾶν κατὰ γοῦν τοὺς λογισμούς;</p><p rend="align(indent)">ἀλλʼ ἐπειδήπερ ἐνταῦθα ἐγενόμην, ἡδέως ἂν, ὦ Ἀθηναῖοι, πυθοίμην περὶ Λακεδαιμονίων, ποτέροις καλῶς ἔχον ἐστὶ μετʼ αὐτῶν γενέσθαι; πότερον τοῖς ἐκ Πειραιῶς; ἀλλʼ ἐξέπεσον διʼ ἐκείνων, καὶ κατελθεῖν ἐπιχειροῦντες ἐναντιουμένων πάλιν αὐτῶν ἐπειρῶντο. ἀλλὰ τοῖς ἐξ ἄστεος; ἀλλʼ ἀπολώλασι τό γʼ ἐκείνων μέρος τῷ δήμῳ παραδοθέντες. τῇ δὲ τῆς πόλεως ἀγαθῇ τύχῃ καὶ τῷ καλῶς βουλεύσασθαι σῶοι καὶ ἀπαθεῖς τοῦ πλείονος ἐσμὲν ἀμφότεροι. πάλιν δὴ περὶ Θηβαίων ἐρήσομαι, ποτέροις οὐκ ἄξιον συλλαβεῖν αὐτοῖς; πότερον τοῖς ἐκ Πειραιῶς; ἀλλʼ οὐκ ἐρῶ μὲν διὰ Θηβαίους, ἐκ Θηβῶν δʼ ὁρμηθέντες Φυλὴν κατέλαβον· ἣν καταλαβόντες τῆς ὕστερον εὐτυχίας καὶ ὧν ἐπεθύμουν κύριοι κατέστησαν. ἀλλὰ δὴ τοῖς ἐξ ἄστεος; ἀλλὰ διὰ ταύτην τὴν κάθοδον τῆς πρὸς τοὺς οἰκείους δυσμενείας καὶ ταραχῆς εἰσιν ἀπηλλαγμένοι, καὶ τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους ὀμωμόκασι κρίνειν. οὐκοῦν ἐχθροὶ μὲν ἀμφοῖν Λακεδαιμόνιοι δείκνυνται, φίλοι δʼ ἀμφοῖν οἱ Θηβαῖοι. κέκριται δὴ τοῦτο πάλαι καὶ οὐ τήμερον πρῶτον· ὀξύτατος δʼ ὁ παρὼν καιρὸς, ἐν ᾧ δεῖ <pb xml:id="v.1.p.663"/> τοῦτο πᾶσι πέρας ἐπιθεῖναι. τί δὴ λοιπὸν ἢ συνεκτελέσαι τὰ πράγματα τοῖς Θηβαίοις καὶ μὴ λιπεῖν τὴν τάξιν, ὃ καὶ τοῖς ἰδιώταις αἰσχύνην φέρει, μηδʼ αὐτομόλων ἔργον ποιῆσαι, μεταστάντας καὶ ἀποδράντας τὰ πράγματα ἐπʼ αὐτῆς τῆς τελευτῆς ἑστηκότα. ὅμοιον γάρ ἐστι τοῦτό γε ὥσπερ ἂν εἴ τις πυγμὴν ἤ τι τοιοῦτον ἀγωνιζόμενος μέχρι μὲν τῶν ἄθλων ἔλθοι προθύμως, ἔπειτʼ ἐξειργασμένων αὐτῷ τῶν πραγμάτων, καὶ τόν γε στέφανον δέον ἤδη </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg034.perseus-grc2" n="443"><p> λαμβάνειν τοῖς ἡττωμένοις αὑτὸν προσνείμειεν ἐξαίφνης. ἄνθρωπε, ῥιπτεῖς ἔχων; ναὶ, φησίν. ἀλλὰ Θηβαῖοι τῆς δόξης κληρονομήσουσι νὴ Δίʼ, ἐάν γε ἡμεῖς ἀπολειφθῶμεν. ἀλλʼ ἐκεῖνοι τὸν πόλεμον ἀνειλήφασιν. οὐκοῦν ἐν προσθήκῃ γενέσθων, ἡμεῖς δὲ ἀναδεξώμεθα τὴν προστασίαν. <pb xml:id="v.1.p.664"/> καὶ μὴν οὐδʼ ἀδοξότερον δή που τὸ βοηθεῖν τοῖς καλέσασιν ἢ τὸ καλεῖν τοὺς βοηθήσοντας. οὐ γὰρ οἱ μείζους ἐπὶ τοὺς ἐλάττους καταφεύγουσιν, ἀλλὰ τῶν μειζόνων οἱ φαυλότεροι δέονται. διὸ τῶν ἐκβάντων κατὰ τούτους ἡ δόξα νικᾷ. θαυμάζω δʼ εἴ τις τὸ μὲν τῆς νίκης καὶ τῶν κατορθωμάτων κοινωνεῖν τὴν πόλιν αἰσχρὸν ἡγεῖται, τὸ δὲ τὴν τῶν ἀτυχημάτων καὶ τῆς ἥττης τάξιν λαβεῖν ἔντιμον νομίζει, καὶ σὺν ἄλλοις μὲν κρατῶν αἰσχύνεται, κληρονομῶν δὲ τῆς ἑτέρων συμφορᾶς καλοῦ καὶ λαμπροῦ σχήματος ἡγεῖται μερίτης ἔσεσθαι. εἰ δʼ ὅτι Θηβαίοις ἤδη τὰ μείζω προεξείργασται, διὰ τοῦτʼ ἀποκνήσομεν, τοὐναντίον οὗ δεῖ πεισόμεθα. νυνὶ γὰρ ὥσπερ ὕλην ἐκκόψαντες ἐκεῖνοι καὶ προκαθήραντες εὔπορον τὴν ὁδὸν ἡμῖν καὶ ῥᾳδίαν πεποιήκασι καὶ τῶν πραγμάτων καὶ τῶν δυσχερῶν καθʼ αὑτοὺς ἀπολαύσαντες τὴν ἐπὶ τῷ τέλει δόξαν ἡμῖν τετηρήκασιν· οὗ σπανιώτερον οὐδέν ἐστιν εὐτύχημα, ἢ διὰ τῶν ἑτέροις πεπονημένων εὐδοξίαν οἰκείαν πορίσασθαι δικαίως. μόνοις δʼ οὐχὶ νομίζω τοῖς ἀπέχειν τὴν δίκην ἡμᾶς τὴν παρὰ Λακεδαιμονίων φάσκουσιν εἶναι ταῦτα λέγειν. εἰ γὰρ Θηβαίων τοὔργον ποιοῦνται καὶ οὐδὲν εἶναι ταῦτα πρὸς ἡμᾶς φασι, πῶς λέγουσιν εἰληφέναι τὴν δίκην ἡμᾶς; δῆλον γὰρ ὅτι Θηβαίοις μὲν ἂν δεδωκότες εἶεν, ἡμῖν δʼ ὀφείλουσιν. οὐκοῦν εἰ μὲν αὐτοὶ διʼ ἡμῶν αὐτῶν τετιμωρήμεθα αὐτοὺς, κἂν ἀποχρῆν εἶπέ τις· Θηβαίων δὲ τῶν κεκρατηκότων ὄντων οὐκ ἔνεστιν εἰς τὸ φάσκειν ἐξαρκεῖν καταφεύγειν. αὐτὸ γὰρ ἂν τοῦτο καὶ πάνδεινον εἴη, εἰ Θηβαῖοι μὲν εἰς ἔχθραν αὐτοῖς ἐλθόντες δίκην ἠδυνήθησαν λαβεῖν ὑπόγυιον, ἡμεῖς δʼ ὄντες οἵπερ ἐσμὲν ταυτὸν τοῦτʼ οὐχὶ ποιήσομεν ἐκ πολλοῦ προοφειλόμενον <pb xml:id="v.1.p.665"/> αὐτοῖς. ὅλως δὲ μήτοι νομίσητε, ἂν νικᾷ τις Ὀλυμπίασι τὸν ὑπʼ ἄλλου του συγκοπέντα ἥττω φιλοτιμίαν ἔχειν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg034.perseus-grc2" n="444"><p> αὐτῷ τὸν στέφανον, μηδʼ ἧττόν τι νικῶντα κηρύττεσθαι, ὅτι τις προπαρεσκεύασεν αὐτῷ τὸ μέρος τὴν νίκην, ἀλλʼ ἐκεῖνο λογίζεσθε, εἰ συνηγωνισμένοι ταύτην αὐτὴν τὴν μάχην ἦτε τοῖς Θηβαίοις, ἆρʼ οὐκ αἰσχρὸν καὶ παλίμβολον ἦν ἀποδράντας τῇ ὑστεραίᾳ μετὰ τῶν Λακεδαιμονίων τάττεσθαι; καὶ μὴν συνηγωνίσασθε μὲν ἂν προθύμως, εἴ τις ὑμᾶς ἐκάλεσε τότʼ εὐθύς. τὸ δʼ ὄνειδος ὅμοιον, καὶ νῦν ἐὰν ὑπαχθῆτε. οὐ γὰρ ταύτῃ τῇ μάχῃ μόνον, ἀλλὰ καὶ πολλαῖς ἄλλαις ταῖς ἄνω πράττειν ὑπεναντία δόξετε.</p><p>καὶ μὴν οὐδʼ ἐκποδὼν συμβουλεύσαιμʼ ἂν ὑμῖν οὐδʼ αὐτὸς ἀμφοτέροις στῆναι, ἀλλʼ εἰ οἷόν τʼ εἰπεῖν μᾶλλον τοῖς Λακεδαιμονίοις ἢ μηδετέροις προσθέσθαι. ἐκείνως μὲν γὰρ Θηβαίους ἀδικοῦντες Λακεδαιμονίους φήσετʼ οἰκτείρειν, οὕτω δʼ οὔτε Θηβαίοις τὰ δίκαια φυλάξετε οὔτε τούσδε φίλους προσλήψεσθε, δόξαν δὲ οὐ καλὴν ἀργίας οἴσεσθε, ἣν οὐδέσι μᾶλλον τῶν ὄντων προσήκει φυγεῖν ἤπερ ὑμῖν. διὰ τί; ὅτι πρῶτον μὲν πάντων ὀνειδῶν ἀπηλλαγμένοι τούτου πλεῖστον ἀφεστήκατε, καὶ λόγος ἐστὶ παλαιὸς καὶ γνῶναι τὰ βέλτιστα καὶ πρᾶξαι πάντων ὑμᾶς ὀξυτάτους εἶναι· δῆλον δʼ ἔκ τε τῶν ψηφισμάτων καὶ τῶν ἀγώνων, οὓς ἐν τῷ παντὶ χρόνῳ πεποίησθε. ἔπειτα νόμος παρʼ ὑμῖν, ὡς ἐγὼ μονίζω, μόνοις ἐστὶν, ὁ γραφὰς πεποιηκὼς ἀργίας, ἵνα μηδεὶς σχολάζῃ παρὰ καιρὸν μηδʼ ἀμελῇ, μηδʼ ἀπραγμοσύνην τὸ νωθρὸς εἶναι καλῇ. ἃ δὲ τοὺς ἰδιώτας κεκωλύκατε, τούτοις αὐτοὺς ἐνόχους δημοσίᾳ φανῆναι κακῶν ἔσχατόν ἐστι. καὶ γὰρ αὖ κἀκεῖνο. εἰ μὲν οἷοί τʼ εἰσὶν ἀναφέρειν οἱ Λακεδαιμόνιοι, μὴ μετὰ τῶν Θηβαίων ὑμῶν στάντων, οὐ πάρεισιν οἷ προσῆκεν αὐτοὺς οὐδʼ οἷ δεῖ σπουδάζειν προαγαγεῖν· εἰ δʼ ὑπερσχήσουσιν <pb xml:id="v.1.p.666"/> οἱ Θηβαῖοι, βέλτιον ἐφʼ ὑμᾶς ἐλθεῖν τοὔνομα ἢ ἐπὶ τοὺς καὶ χωρὶς ὑμῶν ἂν κρατήσαντας. οὐ δεινὸν οὖν ἐξαλεῖψαι Λακεδαιμονίους ἐκ τῆς Ἑλλάδος; πάνυ γε, ὅταν περ ἐφʼ ἡμῖν γένωνται καὶ παραδῶσι τὴν πόλιν, ὥσπερ ὑμεῖς ἐκείνοις πρότερον. εἰ δʼ ἔγκεινται, τί δεῖ ταῦτʼ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg034.perseus-grc2" n="445"><p>ἀποδύρασθαι; τί δὲ τῆς ψήφου τῆς ἐκείνων ἀναμιμνήσκειν, ἣν ὅτε τοῖς ὅπλοις οὐκ ἐχρώμεθα ἡμεῖς, τότʼ ἤνεγκαν, οὐ πρότερον; εἶθʼ οὓς καὶ αὐτοὶ ψήφῳ σώσαιμεν ἂν, κατὰ τούτων τοῖς ὅπλοις χρησόμεθα; νὴ Δίʼ εἰκότως, ἵνα γε τῇ ψήφῳ σώσωμεν. δεῖ γὰρ αὐτοὺς εἰς τὴν αὐτὴν τύχην ἐλθεῖν, εἴπερ τὴν αὐτὴν ψῆφον ἀνταπολήψονται παρʼ ἡμῶν. ἔτι τοίνων καὶ ἐναντίος ἐστὶν οὗτος ὁ λόγος τῆς βοηθείας, ὑπὲρ ἧς οὗτοι λέγουσιν. ὥσπερ γὰρ εἰ μηδὲν ἦν ὑπόλοιπον, ἀλλὰ ψήφου μόνης καιρὸς ἦν, ἔδει σώζειν αὐτοὺς, ἐπειδήπερ ἀρκούντως ἐτετιμωρήμεθα, οὕτω νῦν καθαιρετέον καὶ καταγωνιστέον ἐστὶν, ἐπειδήπερ ἀντέχοντες ὁρῶνται. ταύτης μὲν οὖν τῆς φιλανθρωπίας συνεύχομαι τὸν καιρὸν ἐλθεῖν· τῶν δὲ παρόντων πραγμάτων οὔ φημι δεῖν ἐκκρουσθῆναι διὰ ῥημάτων εὐπρέπειαν, οὐδʼ ἀνεῖναι Λακεδαιμονίους βεβλημένους, οἵ γε, ὑμᾶς ἂν ἐκφεύγωσιν, ὕστερον οὐχὶ ληφθήσονται. πρὸς Διὸς, πόσου ποτʼ ἂν ἐπρίασθε, ὅτε ἤρχεσθε ὑπʼ αὐτῶν καὶ ὑβρίζεσθε ὑπὸ τῶν τυράννων, εἰς τοιοῦτον καιρὸν περιστῆναι τὰ πράγματα καὶ τοιαύτην λαβὴν ὑμῖν παραπεσεῖν; ἐγὼ μὲν κἂν τῆς σωτηρίας. εἰ δέ τις τὸ τῶν Λακεδαιμονίων ὄνομα <pb xml:id="v.1.p.667"/> ἢ τὰ σεμνὰ τῆς χώρας ἐν αἰδοῖ ποιεῖται, καὶ δεινὸν αὐτῷ τι φαίνεται καὶ σχέτλιον τὴν ἐπʼ Εὐρώτᾳ γῆν πειραθῆναι πολεμίων ἐμβολῆς, οὐδὲν ἀτιμοτέρα τῶν παρʼ ἐκείνοις τόπων Ἐλευσὶς αὕτη, τὸ Θριάσιον, Ἀχαρναὶ, τὰ ἄλλα ὅσα μυριάκις κατατέτμηται. ταῦτʼ οὖν αὐτὸν παραμυθείσθω καὶ ῥᾷον οἴσει. οὐ γὰρ δή που τὸ μὲν δῃοῦν Λακεδαιμονίοις ἀποδώσομεν, τὸ δʼ ἡσυχάζειν πορθουμένους ἡμῖν ἀποκείσεται, ὥσπερ τῇ μὲν Ἀττικῇ σύνηθες ὂν τὸ φθείρεσθαι, τῇ δὲ ἐκείνων γέρας τι καὶ τιμὴν ἀνεῖσθαι τὸ μόνην ἐξαίρετον εἶναι τῶν τοῦ πολέμου κακῶν. ἀλλʼ εἴ γέ τινα ἔδει χώραν ἀπαθῆ τούτων εἶναι, τὴν ἡμετέραν ἔδει. καὶ γὰρ ἡ πρώτη καρποὺς ἐνεγκοῦσα καὶ μεταδοῦσα τοῖς Ἕλλησιν, οὐ μόνον Λακεδαιμονίοις, ἐστὶν αὕτη, καὶ ὁ θεὸς ταύτην μητρόπολιν τῶν καρπῶν εἴρηκεν, οὐ τὴν Λακεδαιμονίων, καὶ τἄλλα ὅσα θεῖα ταύτῃ παρὰ πάντων ἐπιφημίζεται, οὐ τῇ Λακεδαιμονίων· καὶ διὰ ταύτην καὶ τοὺς ταύτης ἐνοίκους ἀδῄωτος ἡ τῶν ἄλλων ἔμεινε γῆ. </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg034.perseus-grc2" n="446"><p> καὶ δικαιότερον δήπουθεν, ὦ Δήμητερ, Ἀθηναίους ὄντας τὰ αὑτῶν περιστέλλειν ἐστὶν ἢ τὰ Λακεδαιμονίων.</p><p rend="align(indent)">ἥσθην δὲ ἐφʼ οἷς Ἡρακλέους καὶ τῶν Ἡρακλέους παίδων ἐμνήσθη τις, ὥσπερ εἰς Λακεδαιμονίους, ἀλλʼ οὐκ εἰς Θηβαίους πολὺ μᾶλλον ταῦθʼ ἡμῖν πεφιλοτιμημένα, εἰ μὴ καὶ τὸν Ἰόλεων Σπαρτιάτην ἀποφαίνουσι. θαυμάζω δʼ ὅπως οὐ καὶ τὸν Οἰδίπουν προσέθηκαν ὡς ἐδεξάμεθα, <pb xml:id="v.1.p.668"/> οὐδὲ καὶ τοῦτο εἰς τὴν Λακεδαιμονίων τιμὴν ἀνήνεγκαν. ἐγὼ δʼ εὖ οἶδʼ ὅτι καὶ ταῦτα καὶ πολὺ πλείω τούτων κοινὰ πρὸς Θηβαίους ἂν ὑμῖν ἐπέπρακτο, εἰ τοιαῦται παρέπιπτον ἀφορμαί. καὶ οὐκ ἐμὲ λέληθεν ὅτι καὶ τούτων ἕκαστον τῶν νῦν ὑπαρχόντων ἦν ὅτʼ ἄπρακτον ἦν, ἀλλʼ ὅμως ἐπὶ καιρῶν ἕκαστα ἐγένετο. οὐ μὴν οὐδενὶ τῶν ἔμπροσθεν τοιοῦτος καιρὸς ὑπῆρξεν οἷός περ ὁ τῶν νῦν ἔργων τούτων. νυνὶ γὰρ εἰς ὑμᾶς πάντʼ ἀνάκειται τὰ τῶν Ἑλλήνων. μένουσι μὲν Θηβαῖοι πιστοὶ καίπερ εὐτυχηκότες, Λακεδαιμόνιοι δὲ ὑποκεχωρήκασιν. ὑπάρχει δʼ ὁμοῦ Θηβαίοις τὰ πιστὰ φυλάξαι καὶ δίκην παρὰ τῶν πολεμησάντων ὑμᾶς λαβόντας προεστάναι τὸ λοιπὸν τῆς Ἑλλάδος ἀσφαλῶς μετὰ τοῦ δεῖξαι πᾶσιν ἀνθρώποις περὶ τῆς πόλεως τὰ κάλλιστα, τοὺς ἐπιβουλεύσαντας ὅπως μεταχειρίζεται, καὶ τοῖς ὑπάρξασί τινος εὐεργεσίας ὅπως χρῆται διὰ τέλους. ὀλίγου δέω λέγειν οὐδὲ φιλάνθρωποι φανῆναι δυνήσεσθε, εἰ μὴ καὶ πρότερον χαλεποὶ γίγνεσθε. ἂν γὰρ ἐπεξελθόντες τῷ πολέμῳ μέχρι παντὸς καὶ παραλαβόντες τοὺς ἄνδρας, τὴν πόλιν, τὰ κτήματα, τηνικαῦτα σώσητε, ἔχοντες ὅ τι ἂν βούλησθε χρήσασθαι, τότʼ αἰσθήσονται τῆς φιλανθρωπίας ὑπὸ τοῦ καιροῦ Λακεδαιμόνιοι, καίπερ οὐκ ὄντες οἷοι τῶν εὖ ποιούντων αἰσθάνεσθαι. τόθʼ ὁμοῦ καὶ ἄνδρας καὶ δικαίους νομιοῦσιν ἅπαντες ὑμᾶς. μέμνησθε, ὦ Ἀθηναῖοι, τῆς ἐν Σικελίᾳ συμφορᾶς· τότε Συρακοσίοις παρόντες οὗτοι Λακεδαιμόνιοι νενικηκόσιν οὐ παρὰ μικρὸν, ἀλλʼ ὡς καὶ τὰς ναῦς ἡμῶν ἁπάσας <pb xml:id="v.1.p.669"/> διεφθαρκέναι καὶ ὅπλα καὶ σώματα εἰληφέναι τὰ μὲν ἐν τῇ θαλάττῃ, τὰ δὲ ἐν τῇ γῇ, καὶ μηδὲν ὧν ἂν εὔξαντο ἐνδεῖν </p></div></div></body></text></TEI>