<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg034.perseus-grc2" n="437"><p>μὴ τοίνυν νομίσητε τηλικοῦτον εἶναι κατηγόρημα τὸ πρὶν συναγωνίσασθαι μετατάξασθαι, ἡλίκον τὸ πολλῶν τισι καὶ μεγάλων ἀγώνων κεκοινωνηκότας, εἶτʼ ἐναντία θέσθαι τὰ ὅπλα ῥᾳδίως, ἵνʼ οὕτως ἐάσω τὸ κατὰ Θετταλοὺς καὶ Ἀθηναίους οὐ φαῦλον διάφορον. οὐ γὰρ ἀμνημονεῖν γε φήσομεν οὔτε τῆς ἐν Ἁλιάρτῳ μάχης, ἣν ἐνικῶμεν κοινῇ Λακεδαιμονίους, οὔτε τῆς ὕστερον ἐν Κορίνθῳ τῆς μεγάλης ἐκείνης, οὔτε τῆς πρὸς Ἀγησίλαον πρὸς Κορωνείᾳ, τάς τε ἄλλας σιωπῶ, καταλέξαι γὰρ ἴσως ἁπάσας οὐ ῥᾴδιον. νὴ Δία, τὸ γὰρ τοῦ βασιλέως σοφὸν, ὃς διῆγεν ἡμᾶς ἐπʼ ἀνίσων ἐπὶ τοῦ μεγάλου πολέμου. καὶ τί μεῖζον τῆς ἀπιστίας ἔχοι τις ἂν εἰπεῖν δεῖγμα ἢ τὸ φίλον μὲν μηδετέροις φάσκοντα, ἐχθρὸν δʼ ἀμφοτέροις, καὶ μηδὲν μᾶλλον τοὺς ἀνθεστηκότας μισεῖν ἢ μεθʼ ὧν ἦν ἑκάστοτε; τούτου μὲν ἕνεκα κἂν τὰς ἐπιορκίας ἐκείνου ζηλοῖμεν καὶ τἄλλα ὅσα ἐκείνῳ διεσπούδασται κακὰ, ἀλλὰ μὴ τῶν αἰσχρῶν ᾖ, μᾶλλον δʼ ὅλως ἄτοπον, ὄντας Ἀθηναίους τὰ τοῦ Πέρσου πονηρεύματα μιμεῖσθαι. οὐδὲ γὰρ οὐδʼ ὁμοίως περὶ τῆς Ἑλλάδος ὑμῖν τε κἀκείνῳ βουλευτέον ἐστὶν, ἀλλʼ ἐκείνῳ μὲν ὡς ἐχθρῷ καὶ μισοῦντι, ὑμῖν δʼ ὡς ἄρχουσι καὶ προστάταις. οἶμαι τοίνυν μηδʼ ἄλλως ἔχειν λόγον χρηστὸν μηδὲ τῆς ἐπωνυμίας ταύτης ἄξιον χείρους φανῆναι Θηβαίων. εἰ γὰρ οἱ μὲν καίπερ εὐτυχηκότες οὐκ ἀπολείπουσιν ἡμᾶς, ἀλλʼ ἐμμένουσι ταῖς ὑπαρχούσαις πίστεσιν, ὑμεῖς δʼ οὐ φροντιεῖτε προϊέμενοι καὶ <pb xml:id="v.1.p.656"/> καταλιπόντες ἐκείνους, καὶ ταῦτα καλούμενοι, πῶς οὐχ ὃ μηδὲ λέγειν δεῖ συμβήσεται; οὐ μὴν οὐδʼ ἐκεῖνο καλὸν, βελτίους ὑμᾶς ὑπὸ Θηβαίων ὑπειλῆφθαι ἤπερ ὑφʼ ὑμῶν αὐτῶν ἀποφανθῆναι. τὸ γὰρ ὡς μεμνημένους τῶν δικαίων καὶ φυλάττοντας τὰ πιστὰ καλούντων ἐκείνων μήθʼ ὑπακοῦσαι καὶ τοῖς ἑτέροις αὑτοὺς δοῦναι, πῶς ἂν εἴη τὴν αἰσχύνην ταύτην ἐκπεφευγός; ἄξιον δʼ ἐξετάσαι πῶς ποτε ἔχετε αὐτοὶ πρὸς τοὺς ἀφισταμένους τῶν συμμάχων. ἆρά </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg034.perseus-grc2" n="438"><p> γε πράως καὶ μετρίως; οὐκ ἂν φαῖεν οἱ πεπειραμένοι. εὑρεθήσονται γὰρ τῶν ἐκ προφανοῦς ἐχθρῶν πολὺ μείζω δίκην δεδωκότες αὐτῶν ἔνιοι, καὶ τοῦτο οὐδʼ ἂν εἷς ὑμῖν ἐπιτιμήσειεν οὐδὲ μέμψαιτο δικαίως. ὅλως μὲν γὰρ οὐκ ἔστι φέρειν ἀδικούμενον, τὸ δʼ ὑφʼ ὧν ἥκιστα ἐχρῆν ἀπαραίτητον τὴν ὀργὴν παρίστησι. μὴ τοίνυν ἃ τοῖς ἄλλοις δίκαια ὡρίσατε, αὐτοὶ ταῦτα ὑπερβαίνοντες φανῆτε, ἀλλὰ λογίζεσθε ὅτι ἐκείνων μέν τισι καὶ πρόφασίς τις ὕπεστι διʼ ἣν τύχοιεν ἄν ποτε συγγνώμης, οἷον μείζους εἶναι τοὺς φόρους, ἐλαύνεσθαι, παρεκλέγειν ἰδίᾳ τινὰς αὐτοὺς, τὰ τοιαῦτα, ἐφʼ ὑμῶν δʼ οὐδʼ ἂν εἷς εἴποι τοιοῦτον οὐδὲν, οὐδέ γε ἔχοιτʼ ἂν αὐτοί. πῶς οὖν οὐχ ὑπερβολὴν δεῖ τινα πίστεως εἶναι; οὐ γὰρ δή που γενναῖόν γʼ εἶναι φήσομεν μέχρι τούτου τισὶ συμπράττειν μέχρι ἄν τι χρηστὸν πράξωσι, τηνικαῦτα δʼ ἐχθροὺς γίγνεσθαι μεταβάλλοντας αὐτοὺς ὥσπερ ἠδικημένους. ὅλως μὲν γὰρ τὸ ἐγκαταλιπεῖν τοὺς φίλους, ἐάν τε ἀτυχοῦντας ἐάν τε εὖ πράττοντας, τῆς αὐτῆς αἰσχύνης ἐστὶν ὄνομα· ἔπειτα <pb xml:id="v.1.p.657"/> τοσούτῳ χεῖρον ἐμοὶ γοῦν δοκεῖ καὶ πονηρότερον τὸ τοῖς εὐτυχοῦσιν ἀπίστους εἶναι, ὅσῳπερ οἱ μὲν τοὺς ἐν ταῖς συμφοραῖς προϊέμενοι κἂν ἀδυναμίαν εἰπεῖν ἔχοιεν, διʼ ἣν οὐχ οἷοί τʼ εἰσὶν αὐτοὺς ἐξελέσθαι, οἱ δὲ τοῖς εὖ πράττουσι δυσμεναίνοντες φθόνου καὶ βασκανίας καὶ οὐδεμιᾶς πολιτικῆς αἰτίας δόξαν σχοῖεν ἂν λοιπήν· ὃ πάνθʼ ὑπεραίρει τὰ ἐξ ἀνθρώπων ὀνείδη. ὥσπερ γὰρ, οἶμαι, κυβερνήτῃ παρὰ μὲν τὸν χειμῶνα καὶ τὸν σκηπτὸν ἀφέντι τὴν ναῦν συγγνώμη, οὐρίᾳ δὲ παρὸν πλεῖν προεμένῳ κατηγόρημα καὶ μέμψις ἄφυκτός ἐστιν, οὕτω καὶ ἐπὶ τῶν τοιούτων αἱ μὲν δυσκολίαι τῶν καιρῶν ἀπολογίας ἐνδιδόασι τοῖς ἀφεστηκόσιν, αἱ δʼ ἐν ταῖς εὐτυχίαις ἀγνωμοσύναι σαφῆ καὶ καθαρὰν τὴν μέμψιν ἐργάζονται. ἔπειτʼ ἔμοιγε οὐδὲ ἀνοητότερον οὐδὲν φαίνεται ἢ τὸ τῶν μὲν πόνων καὶ τῶν κακῶν κοινωνεῖν ἐθέλειν τοῖς δεομένοις, ὅταν δʼ ὁ τοῦ κομίζεσθαι τοὺς καρποὺς καιρὸς ἔλθῃ, τότε ἄλλους μεθʼ ὅτων τις πάλιν ταλαιπωρήσεται ζητεῖν. πρὸς δὲ οὐδʼ ὁρῶ τὸ πέρας. εἰ γὰρ τοὺς μὲν κρατουμένους ἀεὶ προσδεξόμεθα, ἐπειδὰν δὲ καταστήσωμεν αὐτοὺς οὗ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg034.perseus-grc2" n="439"><p> βουλόμεθα, αὖθις τοὺς ἐκείνων ἐχθροὺς αἱρησόμεθα, ἀεὶ τοῦθʼ ὃ σπουδάζομεν λύσομεν, ὥσθʼ ἡμῖν ἐκ πολέμου πόλεμος φύσεται.</p><p rend="align(indent)">τί οὖν ἔτι καὶ δεῖ κινδυνεύειν, εἰ τότʼ οὐχ ἕξομεν τὸ ἆθλον ὅταν κτησάμεθα; ἀλλὰ νὴ Δία ταυτὶ μὲν σαφῆ, ἀδεὲς δὲ ἄλλως συναναλαβεῖν Λακεδαιμονίοις τὴν δύναμιν καὶ φόβον οὐδʼ ὁντινοῦν ἔχει. ἀλλʼ ἔγωγε, καὶ μηδεὶς ἐκπλαγῇ πρὸς τὴν ὑπερβολὴν, οὐκ ὀκνήσαιμʼ ἂν φῆσαι πολὺ μᾶλλον δεδιέναι Λακεδαιμονίους τῆς αὑτῶν κυρίους ὄντας ἢ Θηβαίους τῆς Ἑλλάδος. οὗτοι μὲν γὰρ <pb xml:id="v.1.p.658"/> οὐδʼ ἂν ἔχοντες τὴν ἀρχὴν φυλάξαι μοι δοκοῦσιν, ἐλάττους ὄντες τῶν πραγμάτων, ἀλλʼ ἐν ἀκαρεῖ τοῦ χρόνου ῥᾳδίως ἂν πάλιν οἷοίπερ ἦσαν γενέσθαι, ἐκεῖνοι δʼ ἕως ἂν καὶ ἡντινοῦν ἀφορμὴν ἔχωσιν, οὐ χαλεπῶς ἄν μοι δοκοῦσι κατὰ μικρὸν αὐξηθῆναι, ἐπεὶ καὶ τὸ παλαιὸν ἐκ μικρῶν κομιδῆ καὶ φαύλων πολισμάτων ὁρμηθέντες, Βοιοῦ καὶ Κυτινίου καὶ Ἐρινεοῦ, καὶ οὐδένων ὄντες σεμνότεροι, ἀλλὰ καὶ ἀγαπητῶς ἐλθόντες οὗ νῦν οἰκοῦσι, διʼ ἡμῶν πρῶτον μὲν Πελοποννήσου τὰς δύο μοίρας ἔσχον, Μεσσήνην ἀνελόντες, ἔπειτα πάσης τῆς Ἑλλάδος ἦρξαν δυνάμεως κατὰ μικρὸν εὐπορήσαντες. ἀλλʼ ὦ μάτην δεδιὼς, ἡ χάρις αὐτοὺς, ἣν ὀφείλουσι τῆς βοηθείας ἡμῖν, μετριωτέρους ποιήσει, φαίη τις ἄν. χάρις δέ ἐστι τίς ἣν ἀνθρώπων ἴσασί τῳ Λακεδαιμόνιοί ποτε, οἳ τοὐναντίον τοῖς ἄλλοις ἀνθρώποις πεπόνθασιν; οἱ μὲν γὰρ, κἂν τὰ μάλιστα ἀδικηθῶσι, πραότεροι γίγνονται διὰ τὰς ὕστερον εὐεργεσίας, Λακεδαιμονίοις δʼ εἴπερ ἄλλο τι ἐπιτετήδευται καὶ τοῦτʼ ἤσκηται, ὅταν τὰ μέγιστα εὖ πάθωσι, τότε ἐπὶ τοὺς ποιήσαντας ἔρχεσθαι. πρῶτον μὲν, ἵνʼ ἀπὸ τῶν οἰκείων ἀρξώμεθα, οὗτοι σωθέντες ὑφʼ ἡμῶν ἐπὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς βαρβάρους, —ἴστε γὰρ δή που τοῦθʼ ὅτι δέκα μὲν ναῦς εἰς τὸ ναυτικὸν αὐτοὶ, τετρακοσίους δʼ ὁπλίτας εἰς Πύλας παρέσχοντο, καὶ ταῦτʼ ἦν αὐτοῖς μόνα τὴν πρώτην, ἃ κἂν εἰ πρὸς Μεγαρέας ἐπολέμουν, γέλως ἦν, τὸ δὲ σύμπαν εἰς ἡμᾶς καὶ τὰς ἡμετέρας τριήρεις ἀνήρτητο, αἵπερ οὖν καὶ ἐκώλυσαν τὴν </p></div><pb xml:id="v.1.p.659"/><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg034.perseus-grc2" n="440"><p> Πελοπόννησον κατὰ πόλιν ληφθῆναι—ἀλλʼ ὅμως τοιαύτης μὲν καὶ τηλικαύτης εὐεργεσίας πειραθέντες, πρέσβεις δʼ, ὅτε Μαρδόνιος προὐκαλεῖθʼ ἡμᾶς εἰς συμμαχίαν ἐπὶ δώροις, ἀντιπέμψαντες αὐτοὶ καὶ φωνὰς οὐκ ἐλάττους ἢ νῦν ἀφέντες, μὴ προδοῦναι σφᾶς, οὐ πολὺς χρόνος μετὰ ταῦτα διεγένετο καὶ ἐκώλυον μὲν ἡμᾶς τειχίζειν τὴν πόλιν, βοήθειαν δὲ εἰς Ἰθώμην ᾔτησαν μὲν, ἐλθοῦσαν δʼ ἀπέπεμψαν ἀτίμως, τὰ τελευταῖς δὲ εἰς πόλεμον φανερὸν καταστήσαντες ἃ παθεῖν ὤφειλον αὐτοὶ, ταῦθʼ ἡμᾶς εἰργάσαντο. πάλιν ἐν τούτῳ τῷ πολέμῳ γενομένου χρησίμου βασιλέως αὐτοῖς καὶ τὰ μέγιστα συγκαταπράξαντος, πῶς ἀπεμνημόνευσαν τὴν χάριν; διὰ Χειρισόφου καὶ Κλεάρχου Κῦρον ἐπῆγον αὐτῷ. καὶ οὐκ ἀπέχρη ταῦτα, ἀλλὰ πάλιν διὰ πάσης τῆς Εὐρώπης ἐλθόντες σὺν Ἀγησιλάῳ, τὴν Ἀγαμέμνονος στρατείαν ἐπὶ Τροίαν μιμούμενοι, Φαρνάβαζον ἦγον καὶ ἔφερον, καὶ τί κακὸν οὐκ ἐποίουν τὴν βασιλέως γῆν καὶ τοὺς ὑπάρχους, ἕως ἐπέλιπεν αὐτοὺς τὸ δύνασθαι καὶ ἡμῖν ὁμοῦ καὶ Θηβαίοις κἀκείνῳ πολεμεῖν; τίνα δὲ αὖ καὶ τὰ Θηβαίων; ἐπειδὴ τάχιστʼ αὐτοῖς συγκατειργάσαντο τὸν πόλεμον τὸν πρὸς ἡμᾶς, εὐθέως περὶ τῆς αὑτῶν ἐκινδύνευον. ὑπέρευ γε νὴ Δία οὗτοί γε καὶ δικαιότατʼ ἀνθρώπων, εἴποι τις ἂν, οὕτω γὰρ καὶ μάλιστα ἔμελλον σαφῶς τὴν αὑτῶν ἄνοιαν κατόψεσθαι. φημὶ κἀγώ. ἀλλʼ οὐ διὰ τοῦτʼ ἐπʼ αὐτοὺς ἐτράποντο, ἵνʼ ἡμῖν χαρίσωνται καὶ δίκην ὑπὲρ ἡμῶν λάβωσι· γέλως γὰρ τοῦτό γε; αὑτοὺς γὰρ ἂν πρότερον ἢ τούτους ἐπʼ ἐκείνοις ἐτιμωροῦντο. ἀλλʼ ἦλθον, οἶμαι, καὶ ἐπὶ τούτους ὁδῷ. ὡς δʼ εἰπεῖν συνελόντα, κληρονομοῦντες διαγεγόνασιν ὧν <pb xml:id="v.1.p.660"/> ἀπήλλαξαν αὐτοὺς ἕκαστοι πολέμων. ἆρʼ ἔχουσι χάριν Λακεδαιμόνιοι τοῖς εὐεργέταις καὶ ἀποδιδόασι μείζονα ἢ καθʼ ἃ ἂν λάβωσι; τί ποτʼ οὖν τὸ αἴτιον καὶ τίς ἡ φύσις αὐτῶν; δοκοῦσί μοι χειρίστην κρίνειν αἰσχύνην οὐ τὸ μὴ ἀντευποιεῖν τοὺς ὑπάρξαντας, ἀλλὰ τὸ εὖ πεπονθέναι δοκεῖν. ἵνα δὲ μὴ τοῦτο ὁμολογῶσι, μεταστρέψαντες ἐπʼ αὐτοὺς ἔρχονται τοὺς αἰτίους τῶν μεγίστων αὐτοῖς ἀγαθῶν, ἀκριβέστερον δὴ δεικνύντες ὅτι οὐδʼ ἡντινοῦν αὐτοῖς ὀφείλουσι χάριν.</p><p>ὁ μὲν Λακεδαιμονίων τρόπος οὗτός μοι φαίνεται, </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg034.perseus-grc2" n="441"><p> διʼ ὃν τῆς μὲν χρείας ἀεὶ δούλους εἶναι, τῶν δʼ εὐεργετῶν δεσπότας, ἂν τύχωσι, γίγνεσθαι δοκεῖ μοί τις αὐτοὺς ἂν εἰπεῖν ὀρθῶς. ἆρʼ οὖν οὐδὲ Θηβαίους ἔστʼ εἰκὸς ἡμῖν χάριν εἴσεσθαι, ἂν μετὰ τούτων ἐπʼ ἐκείνους ἔλθωμεν; ἀλλὰ μάλιστα μὲν εἰ καὶ γίγνοιτό τις ἀγνωμοσύνη καὶ διενεχθῆναι δέοι ψευσθέντας δόξης, Θηβαίους ἔγωγʼ ἂν ἑλοίμην τὸ ἐμαυτοῦ μέρος πολὺ μᾶλλον, οὓς καὶ πρότερον Μυρωνίδης τοὺς πρεσβυτάτους τῶν πολιτῶν ἐξαγαγὼν μετὰ πάντων Βοιωτῶν παρεστήσατο ῥᾳδίως, ἢ Λακεδαιμονίους, ὑφʼ ὧν ἃ πεπόνθαμεν ἴσμεν. χωρὶς γὰρ τῶν ἄλλων Θηβαίοις μὲν, ἐὰν ἀγνωμονῶσί τι πρὸς ἡμᾶς, πολλοὺς ἔσεσθαι τοὺς οὐκ ἐπιτρέψοντας ἡγοῦμαι, μάλιστα δʼ οἷς νῦν χρῶνται τοὺς Ἀρκάδας καὶ τοὺς Ἀργείους καὶ τοὺς ἄλλους, οἳ τοῦτον τὸν τρόπον ἂν ἴδωσιν αὐτοὺς προσφερομένους τοῖς συμμάχοις, ἀδίκημα κοινὸν ποιήσονται καὶ μιᾷ γνώμῃ πάντες ὡς ἡμᾶς μεταστήσονται. Λακεδαιμόνιοι δʼ ἂν αὐξηθῶσι διʼ ἡμῶν καὶ μὴ δικαίως μηδʼ ἁπλῶς ἡμῖν προσφέρωνται, πῶς ἀπαντήσομεν αὐτοῖς, ἢ τί ποιήσομεν; μεμψόμεθα ἐν τοῖς Ἕλλησιν; ἢ διʼ αὐτοὺς <pb xml:id="v.1.p.661"/> καὶ βοήθειαν αἰτήσομεν; ἢ τί ποιήσομεν ἰσχυροτέρους αὐτοὺς φάσκοντες εἶναι; ἀλλʼ ὁ πρὸς τοῦτʼ ἂν λόγος ἐλθὼν σαφὴς καὶ γνώριμος. ὑμεῖς, ὦ καλῶς φρονεῖν φάσκοντες, τούτους τοὺς ἀνθρώπους ἐξὸν ὑμῖν εἰς πᾶν ἀσθενείας ἀγαγεῖν καὶ χρῆσθαι κοσμίοις, οὐ μόνον οὐκ αὐτοὶ τοῦτʼ ἐποιήσατε, ἀλλὰ καὶ Θηβαίους διεκωλύσατε καὶ προὔδοτε συμμάχους ὄντας. τί οὖν νῦν καταιτιᾶσθε τὴν ἰσχὺν καὶ τὴν πλεονεξίαν οὓς αὐτοὶ καθʼ ὑμῶν αὐτῶν καὶ κατὰ τῶν ἄλλων ἠσκήσατε; ὅτι δὲ, ὦ Ἀθηναῖοι, καὶ ἀδεὲς καθαρῶς τὸ γοῦν τῶν Θηβαίων ἐστὶ δέος οἶμαι δείξειν. λογίζεσθε γάρ. Θηβαῖοι πρὶν παθεῖν ὁτιοῦν ὑφʼ ἡμῶν ἀγαθὸν, μᾶλλον δὲ ἐν χερσὶν ἔτι τῶν προσκρουσμάτων ὄντων, οὐ μόνον οὐκ ἦλθον εἰς Πειραιᾶ, κελευόντων Λακεδαιμονίων, ἀλλʼ ἔτι καὶ τῆς τυραννίδος καταστάσης, ἣ καὶ μικρὸν χρόνον εἰ προσδιήρκεσεν, οὐκέτʼ ἂν ἀντέσχεν ἡ πόλις, πάντων ἄριστοι περὶ ἡμᾶς ἐγένοντο. παρασχόντες γὰρ οἰκείαν καὶ φίλην τὴν σφετέραν αὐτῶν πόλιν, ἀζήμιον καὶ ἄλυπον τὸ μετοικεῖν ἀπέφηναν, </p></div></div></body></text></TEI>