<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg034.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg034.perseus-grc2" n="432"><p>μηδέπω τὴν ἱκανὴν ἔχομεν, τὸ δοκεῖν μνησικακεῖν ἐκφεύγομεν, ἂν ἐπεξίωμεν αὐτοῖς. ἐγὼ γὰρ ὅστις μὲν τῶν δικαίων τετυχηκὼς, εἶτʼ ἔχεται τῶν ἐγκλημάτων ὑπὲρ τοῦ προσεξεργάσασθαί τι κακὸν, τοῦτον μὲν πέρα τοῦ καιροῦ παρωξύνθαι νομίζω καὶ τὸ ὑπερβάλλον τῆς ἀξίας μνησικακεῖν καλῶ· ὅστις δὲ οὐδέπω τετύχηκε τῆς προσηκούσης, ἐὰν ὅπως τεύξεται ζητῇ, τούτῳ οὔτʼ ἂν νεμεσῆσαί <pb xml:id="v.1.p.649"/> τινα ἡγοῦμαι δικαίως οὔτʼ ἐπενεγκεῖν ἔχω τοῦτο τὸ ῥῆμα. εἰ γὰρ τοὺς τὰ δίκαια λαβεῖν βουλομένους μνησικακεῖν φήσομεν, τί κωλύει τοὺς ὑπάρχοντας τοῦ κακουργεῖν ὡς γενναίους θαυμάζειν; ἢ καὶ τοὺς ἐν τοῖς δικαστηρίοις ἐπεξιόντας τοῖς ἀδικήσασι μνησικακεῖν νομίσωμεν; οἷς καὶ μείζονα ἢ καθʼ ἃ πεπόνθασι δέδοται παρὰ τῶν νόμων εἰς τιμωρίας λόγον. ἀλλʼ ἕτερόν ἐστιν, οἶμαι, μεμνῆσθαί τινα ὧν πέπονθε καὶ μνησικακεῖν· ἄμφω δὲ ταῦτα τῷ μέτρῳ διορίζεται. ὁ δʼ ὑπομνήσας ὑμᾶς τῶν τοῖς Θηβαίοις ἡμαρτημένων μαθέτω οὐκ εἰς ἴσον λόγον παρών. πρῶτον μὲν γὰρ, οὐκ οἶδα δʼ ὅ τι πρῶτον εἴπω πολλῶν ὄντων, εἴ τις ἔροιτό με, τοῖς Θηβαίοις ἂν προσθῆσθε, ἀντὶ τοῦ καὶ διὰ τί τοῖς Λακεδαιμονίοις πολεμεῖν ἔγνωτε; οὔθʼ ὑπὲρ τῶν ἰδίων ἂν φαίην οὔθʼ ὑπὲρ ὧν ἠδίκησάν ποτε τὴν πόλιν ἡμῶν, ἀλλʼ ἐπειδὴ δικαιότερα ἡμῖν ἐφαίνοντο λέγοντες οἱ Θηβαῖοι περὶ τοῦ νῦν πολέμου συνεστηκότος αὐτοῖς, διὰ τοῦτο τούτους, φαίην ἂν, εἱλόμεθα.</p><p rend="align(indent)">πόθεν οὖν ἐξέβην ἐπὶ τὴν ἐξέτασιν τῶν ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου πεπραγμένων τοῖς Λακεδαιμονίοις; ἐκ τοῦ βούλεσθαι τοῦθʼ ὑμῖν ἐπιδεῖξαι, ὅτι αὐτοὶ Λακεδαιμόνιοι διὰ πολλῷ φαυλότερα ἐγκλήματα εἰς πολὺ μείζω κακὰ τῶν νῦν αὐτοῖς ὄντων ἤγαγον ἡμᾶς. τί οὖν ἐνταῦθα ἡ Θηβαίων κατηγορία βούλεται, οὓς εἰ καὶ τότε ἠδίκουν, νῦν οὐ προετέον διʼ ἃς εἶπον αἰτίας; καὶ μὴν εἰ δεῖ τι καὶ περὶ τῶν τότʼ εἰπεῖν διὰ πλειόνων μικρὰ, οὐκ ἐξαιροῦμαι μὲν ἔγωγε Θηβαίους οὐδʼ ἀναμαρτήτους εἴποιμʼ </p></div><pb xml:id="v.1.p.650"/><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg034.perseus-grc2" n="433"><p> ἂν εἶναι καθάπαξ, οὐχ οὕτως οὔτʼ ἐπιλήσμων οὔτʼ ἀναίσχυντός εἰμι, πρὸς δὲ τὰ τῶν Λακεδαιμονίων κρίνων ἐκείνους, τοῦθʼ ὃ ἐγὼ φεύγω παραιτουμένους ὑπὲρ αὑτῶν εὑρίσκω. ὅταν γὰρ μὴ παρὰ μικρὸν ὑπερβάλωσιν αὐτοὶ, πῶς οὐχ ὃ θαυμαστὸν εἰπεῖν δοκῶ ποιοῦσι; πάντες γὰρ δή που τοῦτʼ ἴστε, ὅτι οὐ Θηβαῖοι Λακεδαιμονίους ἔχοντες ἐπολέμουν ἡμῖν τότε, ἀλλὰ Λακεδαιμόνιοι Θηβαίους. τί δὴ τοῦτο δύναται; ἐγὼ νομίζω τοὺς μὲν ἵνʼ ἄρχωσιν αὐτοὶ καὶ δυναστεύωσι πολεμοῦντας πλεονεξίας ἐπιθυμίᾳ τοῦτο ποιεῖν καὶ φθόνῳ νὴ Δία τῷ πρὸς τοὺς ὑπάρχοντας προστάτας, τοὺς δʼ ἀκολουθοῦντας καὶ μετέχοντας κοινωνεῖν μὲν οὐ δικαίου πράγματος, δικαίῳ δʼ ἑτέρῳ περιστέλλειν τὴν μέμψιν, τῷ πιστοὺς εἶναι τοῖς ἡγουμένοις. εἰ δʼ ὀρθῶς τοῦτο νομίζω, εὑρίσκω τοὺς μὲν ὀργῆς, τοὺς δʼ ἐπαίνου κριθέντας ἂν ἀξίους ἐκ τῶν αὐτῶν, οἶδα δʼ ὅτι εἰ Λακεδαιμόνιοι τὰ αὑτῶν πράττειν ἤθελον, οὔτʼ ἂν ὀργὴ Κορινθίων οὔτʼ ἂν μέμψις Μεγαρέων οὔτε Θηβαίων ἄνοια οὐδὲν ἂν ἴσχυσεν, οὐδʼ ἂν προσέλαβε τῷ μίσει δύναμιν τοῦ ποιῆσαι κακῶς ποτε τὴν πόλιν. νῦν δʼ, οἶμαι, δυσμένεια καὶ φθόνος καὶ ἀπιστία συνήθης τὸ κινῆσαν Λακεδαιμονίους ἦν ἐφʼ ἡμᾶς· τἄλλα δὲ πάντα ἅτε ὄντες δεινοὶ προφάσεις οὐκ ἀώρους προὐβάλοντο. ἔδειξαν δʼ οὐχ ἥκιστα ἐπὶ τῶν τειχῶν μετὰ τὸν πόλεμον τὸν πρὸς τὸν <pb xml:id="v.1.p.651"/> βάρβαρον εὐθέως. ἢ καὶ τότε Θηβαῖοι πέμπειν ἐκέλευον αὐτοὺς τοὺς κωλύσοντας αὐτὰ στῆναι; εἶτʼ ἐγὼ Φλιασίους ἢ τοὺς δεῖνας τῶν ἐπὶ τοῦ πολέμου κακῶν αἰτιῶμαι, καὶ τούτοις ἀνατιθῶ τὰς πράξεις, ἀλλʼ οὐ τοῖς ἐφʼ ἡμᾶς τούτοις χρησαμένοις, ἵνʼ αὐτοὶ τῆς Ἑλλάδος ἄρχωσιν; ἢ καὶ Φαρνάβαζον, ἢ Πισσούθνην αἰτιάσωμαι τῶν βαρβάρων, ἀλλʼ οὐ τὸν κύριον τῶν ὅλων βασιλέα; καὶ τίς πώποτε τοῖς δούλοις ἀνέθηκεν ὅσʼ ἂν κελευόμενοι ποιῶσιν, ἀλλʼ οὐ τοῖς ἄγουσιν αὐτοὺς ἐπὶ ταῦτα δεσπόταις;</p><p rend="align(indent)">πρὸς τῷ τοίνυν μὴ τὴν ἴσην μέμψιν ἀμφοτέροις ὀφείλεσθαι τῶν τότε ἔργων, ἃ κοινά τις αὐτοῖς φησιν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg034.perseus-grc2" n="434"><p> εἶναι, πρόσεστι πρὸς μὲν Λακεδαιμονίους πολλὰ καὶ ἄλλα ὕστερον ἡμῖν ὑπεναντία καὶ δύσκολα πραχθῆναι, πρὸς δὲ Θηβαίους μηδὲν μετʼ ἐκεῖνα. ὥστʼ εἴ τις ἰσχυρίζεται τῇ τότε κοινωνίᾳ τάδε προσθεὶς, ἐπὶ τοὺς Λακεδαιμονίους εὑρήσει ῥέποντα τὰ ἐγκλήματα, καὶ τοσούτῳ πλεονεκτοῦντας αὐτοὺς, ὅσῳ οὐκ ἔθʼ οἱ Θηβαῖοι μετεσχήκασιν. ἄνευ δὲ τούτων τε καὶ τῶν ἔμπροσθεν τοιαύτην ἔσχηκε τὴν τάξιν τὸ πρᾶγμα ὥστε Θηβαίους μὲν, εἰ καὶ πλέον εἶχον τῶν ἀδικημάτων, λελυκέναι πάντα ταῖς τελευταίαις εὐεργεσίαις, Λακεδαιμονίους δʼ, εἰ καὶ μηδὲν ἄλλο ἠδικήκεσαν, ὧν γʼ ἐπὶ τοῖς τυράννοις ἐποίησαν τὴν πόλιν τὴν ἐσχάτην ὀφείλειν δίκην, καὶ πολὺ μᾶλλον δεῖν Θηβαίους ὧν συνέπραξαν ἡμῖν εὖ ποιεῖν ἢ Λακεδαιμονίους διʼ ἐκεῖνα μισεῖν ὧν τούσδε κοινωνοὺς ἔσχον. τὸ δὲ πάντων ἰσχυρότατον, τοῖς μὲν ὧν πρὸς ἡμᾶς ἠγνωμόνησαν μέμψις ἐστὶ μόνη τοῖς Θηβαίοις, τοῖς δὲ πρὸς ταύτῃ μείζων καὶ ὧν ἐπὶ τούτους ἀδίκως ἦλθον τοὺς αὐτῶν ποτε συμμάχους. <pb xml:id="v.1.p.652"/> ὥστʼ εἰ μηδετέροις ἐκείνων μνησικακεῖν δεῖ, τοῖς γε δή που Θηβαίοις διὰ ταῦτα βοηθεῖν ἄξιον. εἰ δὲ δεῖ παρὰ πάντα εἰπεῖν τὸ γνωριμώτατον, οὐκ ἐξεταστέον ἡμῖν ἔτι Θηβαίους, πάλαι γὰρ ἔδει πρὸ τῆς συμμαχίας. νῦν δʼ ὑπὲρ ἧς ἄν τις ταῦτʼ ἐξήτασε, γεγονυῖα ὑπάρχει πολλοῖς πρότερον χρόνοις. καὶ τίς ἔσθʼ ἡ κραυγὴ καὶ ἡ πολλὴ ψῆφος, ἣν εἷς μὲν Θηβαίων ἤνεγκεν ἀνήρ; εἰ δὲ δὴ καὶ τὰ μάλιστα πᾶσι συνεδόκει, τότʼ ἔδει προφέρειν ὅτε πρῶτον ὑμῶν ἦλθον εἰς χρείαν. τότε γὰρ δήπουθεν ἐγγυτέρω τῶν ἐγκλημάτων ἦσαν. καὶ ἔγωγε ἡδέως ἂν ἐροίμην τοὺς ὑπὲρ τῶν Λακεδαιμονίων νῦν διατεινομένους, τίνα γνώμην εἶχον τότε καὶ τί ποτʼ αὐτοῖς ἐδόκει, ὅτʼ ἐξῄεσαν μὲν ἐκ Πελοποννήσου Λακεδαιμόνιοι σωφρονιοῦντες, ὡς ἔφασκον, τοὺς Θηβαίους, ἐπειδήπερ οὐ συνεστρατεύσαντο αὐτοῖς ἐπὶ τὸν Πειραιᾶ, ἀλλὰ καὶ τοὺς ἐκπεσόντας ἡμῶν ὑπὸ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg034.perseus-grc2" n="435"><p> τῶν τυράννων ὑπεδέξαντο, ἧκον δὲ Θηβαῖοι δεῦρο καλοῦντες ὑμᾶς, καὶ ἐδέοντο μὴ περιοφθῆναι, κύριοι δʼ ἦτε καὶ προέσθαι καὶ μὴ, τί τότε ἐφρόνουν οἱ νῦν μετὰ Λακεδαιμονίων ὄντες; εἰ μὲν γὰρ προέσθαι καὶ παριδεῖν τοὺς Θηβαίους ᾤοντο δεῖν, οὐκ ἂν ἔπεισαν ἃ ἐγίγνωσκον· εἰ δὲ δέξασθαι καὶ χρήσασθαι συμμάχοις, τί νῦν προφέρουσιν αὐτοῖς ὧν ὅτε καιρὸς ἦν οὐκ ἐμέμνηντο; καὶ μὴν εἰ μὲν οὐκ ἦσαν ὁμογνώμονες ὑμῖν, οὐκ ἐπιεικῶν ἔργον ἐποίουν πολιτῶν, οὐδὲ Θηβαίων μόνον, ἀλλὰ καὶ ὑμῶν ἀντιδίκων· εἰ δʼ ἦσαν σύμψηφοι, καὶ παρὰ τὴν <pb xml:id="v.1.p.653"/> αὑτῶν ἐξελέγχονται νῦν λέγοντες γνώμην, οὐ μόνον παρὰ τὴν ὑμετέραν.</p><p rend="align(indent)">σκαιοὺς τοίνυν καὶ ἀναιδεῖς ἐγὼ μὲν οὐκ ἂν αὐτοὺς προσείποιμι, προσειπὼν δέ τις οὐκ ἂν ἁμάρτοι θατέρου, σκαιοὺς μὲν, εἰ μετεστρόφασι τὴν τάξιν, καὶ ὅτʼ ἔδει ταῦτʼ ἐξελέγχειν καὶ κατηγορεῖν, σιωπήσαντες, νῦν διδάσκουσιν, ὅτε εἰ καὶ τότʼ εἰρήκεσαν, ἡσυχάζειν λοιπὸν ἥρμοττεν· ἀναιδεῖς δὲ, εἰ καὶ τότʼ εἰπόντες ἡττήθησαν καὶ περὶ τῶν αὐτῶν πάλιν ὕστερον τοῦ καιροῦ βιάζονται. εἰ μὲν γὰρ ἐπείσθητε ὑπὸ Θηβαίων ἱκανῶς τότε ἐν τοῖς λόγοις ὡς οὐ κοινῇ τὸν ἀνδραποδισμὸν ἤνεγκαν, πῶς ἄξιον περὶ τούτων νῦν ἀκούειν, ἃ τότε αὐτοῖς ἀπολυομένοις συνέθεσθε; εἰ δὲ τοῦτο μὲν οὐκ ἐπιστεύσατε, τῷ δʼ ὕστερον εὔνων πειραθῆναι παρὰ τὴν χρείαν οὕτως ἔσχετε γνώμης ὥστε καὶ περὶ ἐκείνων οὐκ ἔχοντες μεταπεισθῆναι διὰ τὴν μετὰ ταῦτʼ οἰκειότητα καὶ πίστιν βοηθεῖν αὐτοῖς, τοῦ χάριν νῦν καταλείψετε τοὺς αὐτοὺς τούτους, ὅτʼ ἐξ ἁπάντων προθυμότερον στῆναι μετʼ αὐτῶν δεῖ; πρῶτον μὲν γὰρ οὐχ ὅμοιον, ὦ ἄνδρες Ἀθηναῖοι, συμμάχους ὑπάρχοντας καὶ φίλους καθαρῶς γεγενημένους εὖ ποιεῖν, ἢ πρὶν εἰς ταύτην τὴν τάξιν καταστῆναι. ἔπειτα εἰ τόθʼ ὑμᾶς ἐκίνει τὰ Θηβαίων εὐεργετήματα καὶ διʼ ἐκεῖνα κινδυνεύειν ᾤεσθε δεῖν ὑπὲρ αὐτῶν, νῦν ἐκεῖνά θʼ ὑπάρχει καὶ τὰ παρʼ ὑμῶν εἰς ἐκείνους γέγονεν. εἶτα καὶ πάνδεινον, ὅτε μὲν οὔτε τριήρεις εἴχομεν οὔτε τείχη οὔθʼ ὅλως ἀνενηνόχειμεν ἐκ τῆς πολλῆς καὶ συνεχοῦς ταλαιπωρίας, τότε </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg034.perseus-grc2" n="436"><p> μὲν κηδομένους αὐτῶν φανῆναι καὶ μὴ περιιδεῖν, νῦν δʼ <pb xml:id="v.1.p.654"/> ὅτε ἐπανελήλυθε καλῶς ποιοῦσα εἰς τὰ πράγματα ἡ πόλις καὶ ἀνέρρωται, μὴ μόνον τὸ βοηθῆσαι φυγεῖν, ἀλλὰ καὶ πόλεμον ἄρασθαι πρὸς αὐτοὺς, μηδὲν ἔχοντας μέμψασθαι, καὶ πλείω νῦν λόγον τῆς Λακεδαιμονίων ἀσφαλείας ἢ τῆς ἡμετέρας αὐτῶν τότε ποιήσασθαι, ὥσπερ ἂν εἴ τις νοσῶν μὲν καὶ ἀρρώστως ἔχων προθυμοῖτο τοὺς φίλους ὠφελεῖν, ὅτε μηδʼ ἔξω τῆς οἰκίας βαδίζειν οἷόν τʼ ἐστὶν αὐτῷ, ῥαΐσας δὲ καὶ λαβὼν δύναμιν, εἶτα παίοι καὶ ἄγχοι καὶ πατάττοι τοὺς αὐτοὺς τούτους ἀντὶ τοῦ βοηθεῖν ἐφʼ ἑτέρους. ὡς δʼ εἰπεῖν κεφάλαιον, μὴ προσδέξασθαι μὲν συμμάχους Θηβαίους μηδὲ κοινωνοῖς χρήσασθαι γνώμης κρίσις ἦν, δεξαμένους δὲ καὶ ποιησαμένους, εἶτʼ ἐγκαταλιπεῖν ἀποπληξίας δόξει πέρας εἶναι. οὐ γὰρ ὁ μὴ σώσας ὃν οὐχ ἡγεῖτʼ ἄξιον ἠδίκηκεν, ἀλλʼ ὁ προστὰς μὲν ὡς εὔνους, πάλιν δὲ κακῶς ποιῶν ἐκ μεταβολῆς. καινότατον δʼ ἔσται πάντων, εἰ πολεμίους μὲν γεγονότας καὶ ὅτε εἴχομεν ἐγκαλεῖν, προσίεσθαι τοὺς Θηβαίους ἔγνωμεν καὶ συμμάχους ἐποιησάμεθα, ἐπειδὴ δὲ σύμμαχοι γεγόνασι, τῶν ἐξ ἀρχῆς δυσκόλων φανούμεθα μεμνημένοι καὶ πολεμίους πάλιν ποιησόμεθα, οἷόνπερ τρόπον τότʼ ἐκ πολεμίων συμμάχους. τῶν μὲν τοίνυν εἰς δικαστήριον ἐρχομένων ἀμφισβητησίμων λύσις καὶ πέρας ἐστὶν ἡ ψῆφος, τῶν δʼ ἐφʼ ὑμᾶς τὸν δῆμον τί ποτʼ ἄν τις φήσειεν ἄλλο πλὴν τὰ ψηφίσματα; οὐκοῦν ἐν τούτοις βοηθεῖν Θηβαίοις γέγραπται. εἶθʼ οὓς ἤδη πεποιήμεθα συμμάχους καὶ περὶ ὧν ἐφθάσαμεν ἐγνωκότες τί χρὴ ποιεῖν, τούτους ἐξ ἀρχῆς δοκιμάζομεν; ὥσπερ εἰ καὶ τήμερον κρίναντες χρῆσθαι συμμάχοις αὐτοῖς, εἶτα τῇ ὑστεραίᾳ σκοποῖμεν πάλιν εἰ δεῖ ποιεῖν αὐτὸ τοῦθʼ ὃ βεβουλεύμεθα, ἢ καὶ νὴ Δία τήμερον εὐθὺς κρίναντες, εἶτα πάλιν ἐπʼ αὐτῷ τούτῳ <pb xml:id="v.1.p.655"/> σκοποῖμεν εἰ δεῖ. ἔστιν ἀκούειν τῶν πρεσβυτέρων ὡς Θετταλοί ποτε δεῦρʼ ἐλθόντες ἱππεῖς κατὰ συμμαχίαν μετέστησαν παρὰ τὴν μάχην ὡς τοὺς Λακεδαιμονίους.</p></div></div></body></text></TEI>