οἶμαι μὲν, ὦ Ἀθηναῖοι, μὴ τήμερον πρῶτον περὶ τῆς Θηβαίων συμμαχίας ὑμᾶς βουλεύεσθαι μηδʼ ἐξ ὧν ἂν ἡμεῖς εἴπωμεν, ἀλλʼ εἴ τι κἀγὼ μέμνημαι, πολλοῖς πρότερον χρόνοις τῆς νυνὶ πρεσβείας ὑπάρχειν ἐσκεμμένους. ἐπεὶ δʼ εὐπορήκασιν ὅμως Λακεδαιμόνιοι ὑπὲρ αὐτῶν ἐρούντων εὐπρεπῶς, φέρε κἀγὼ τούτοις ἃ σύνοιδα συνείπω, τοσοῦτον ἐλάττω τὴν ὑπὲρ τούτων σπουδὴν ποιησάμενος τῆς τῶν ἑτέρων περὶ οὓς ᾕρηνται, ὅσῳπερ πλείω τὴν ὑπὲρ ὑμῶν. ἀναμνῆσαι δʼ ὑμᾶς πρῶτον βούλομαι, ὅτε Φοιβίδας ἠγγέλθη τὴν Καδμείαν κατειληφὼς—ὁ δὲ Φοιβίδας ἐστί μοι Λακεδαιμόνιοι—πῶς, ὦ Ἀθηναῖοι, διετέθητε καὶ τίνα γνώμην ἔσχετε. ἆρʼ ἣν νῦν κελεύουσί τινες ὑμᾶς λαβεῖν, τὴν τοῦ κοινωνεῖν Λακεδαιμονίοις καὶ μετέχειν τοιαύτης ἀγνωμοσύνης καὶ πλεονεξίας, ἢ πολὺ τοὐναντίον κἀκείνους πονηροτάτους ἀνθρώπων ἐκρίνετε καὶ τοῖς Θηβαίοις συνήσθεσθε καὶ συνηλγεῖτε, καὶ δίκην λαβεῖν ἐγγενέσθαι συνεύχεσθε; νῦν τοίνυν ὁ καιρὸς οὗτος ἀφῖκται, ἄξιος μὲν τῆς ὑμετέρας, ὦ Ἀθηναῖοι, δικαίας γνώμης, ἄξιος δὲ τῆς Θηβαίων σπουδῆς, ἣν ἔσχον ἐλευθερῶσαι τὴν πατρίδα. εἰ μὲν οὖν οὕτως ἀτόπως ἔχετε ὥστʼ εὔχεσθαι μὲν ταῦτα, παρόντα δʼ ὁρῶντες προδοῦναι καὶ καταλιπεῖν, οὐκ Ἀθηναίων ἔργον, ἀλλʼ οὐκ οἶδʼ ὅτων εἴπω πεπόνθατε. οὐδένα γὰρ τῶν πάντων νομίζω τοσαύτης ἐμπληξίας καὶ ἀλογίας μεστὸν εἶναι ὅντινα ὧν εὔξατο αὑτῷ παρόντων τἀναντία ποιεῖν. εἰ δὲ τοῦτο μὲν οὐδʼ ἂν μανεὶς οὐδεὶς πάθοι, οὐδὲ λυποῖτο ὅτι αὐτῷ τι κατὰ γνώμην ἐξέβη, χάριν δʼ ἂν ἔχοι δή που τῇ τύχῃ καὶ τῷ καιρῷ, τί λοιπὸν ἢ μετὰ τῶν ἅπερ ἠβούλεσθε κατωρθωκότων εἶναι, καὶ ταῦτα καλούντων ὑμᾶς καὶ τὴν ἐπὶ τοῖς πεπραγμένοις φιλοτιμίαν ὑμῖν προστιθέντων. οἱ γὰρ, εἰ μὴ βοηθήσεθʼ ὑμεῖς, οὐδὲν ὧν κατωρθώκασιν εἶναι πλέον αὑτοῖς κρίνοντες, διʼ ὧν περὶ τοῦ μέλλοντος δέονται, διὰ τούτων τὴν ἐφʼ οἷς κεκρατήκασι δόξαν ἐφʼ ὑμᾶς ἄγουσιν. ἐγὼ δὲ μάλιστα μὲν ἠβουλόμην ἂν ὑμᾶς καὶ τῆς μάχης αὐτῆς μετεσχηκέναι· οὐδενὸς γὰρ καλλίονος ἔργου κεκοινωνηκότες ἦτʼ ἂν οὐδὲ ἐφʼ ᾧ μᾶλλον ἂν εἴχετε σεμνύνεσθαι δικαίως· ἡγοῦμαι δὲ καὶ τὸ νῦν εἰς δέον τρόπον τινὰ ἀπηντηκέναι. ὁρῶ γὰρ τοὺς μὲν κινδύνους ἐλάττους γεγονότας, τὴν φιλοτιμίαν δʼ οὐ φαυλοτέραν οὖσαν ὑμῖν. τὸ μὲν γὰρ ἐξ ἀρχῆς δεηθῆναι τοὺς Θηβαίους οὐδὲν ἦν θαυμαστὸν, τὸ δʼ εὐτυχηκότας, καὶ ταῦτα ὧν οὐκ ἂν ἤλπισαν μείζω, μηδὲν μᾶλλον ἀπηλλάχθαι τοῦ χρῄζειν ὑμῶν, τοῦτο καὶ μέγα καὶ καλὸν καὶ σφόδρα ἐμοὶ γοῦν ἡδομένῳ γέγονεν. οὐκ ὀκνήσω δὲ εἰπεῖν ὅτι μοι καὶ βέλτιον φαίνεται μετὰ τὴν κλῆσιν βοηθεῖν αὐτοῖς ἤπερ ἀκλήτους. ἐκείνως μὲν γὰρ κἂν εἶχον ἴσως εἰπεῖν ὕστερον ὡς οὐκ ἐδέονθʼ ὑμῶν, αὐτοὶ δὲ παρόντες καὶ μηδὲν ἧττον τῶν ἠτυχηκότων τεθεραπευκότες ὑμᾶς οὐ δή που δύναιντʼ ἄν ποτʼ ἔξαρνοι γενέσθαι περὶ ὧν ὑφʼ αὑτῶν ἐξελεγχόμενοι φανοῦνται. λέγουσι δέ τινες Θηβαίους ἀναισθήτους εἶναι, καὶ ἴσως ἀληθῆ λέγουσι κατʼ ἄλλο τι· ὃ δʼ ἀεὶ κοινὸν ἅπασιν ὡς εἰπεῖν ἐστιν ἁμάρτημα, τοῦτʼ οὐ πεπόνθασιν, ἀλλὰ καὶ τῶν σφόδρα εὖ φρονεῖν πεπιστευμένων ἐξισταμένων ὅταν τι παρʼ ἐλπίδας εὐτυχήσωσιν, αὐτοὶ μετὰ νίκην τοσαύτην πόρρω τούτου γεγόνασιν. οἳ γὰρ ἐφʼ ὑμᾶς ἥκουσι καὶ ἴσασιν ὅτι οὐδʼ ἂν δεκάκις νικήσωσι Λακεδαιμονίους, οὐδέν ἐστι πλέον αὐτοῖς ἕως ἂν ἀπῆτε ὑμεῖς, πῶς οὐκ εὖ φρονοῦσι; καὶ μὴν οὐδὲ Λακεδαιμόνιοι μέμψιν δικαίαν ὑμῖν ἕξουσιν, ἂν ἀντιλάβησθε τῶν πραγμάτων τοῖς Θηβαίοις. ἐνθυμείσθων γὰρ ἅ ποτε αὐτοὶ περὶ Αἰγίνης καὶ Ποτιδαίας ἔγνωσαν· κἂν ἐπʼ ἀληθείας ἐθέλωσι σκοπεῖν, εἴσονται σφίσιν αὐτοῖς οὐκ ἐνὸν ἄλλως εἰπεῖν οὐδʼ ἑτέραν ψῆφον ἐνεγκεῖν ἢ ὡς οὐκ ἐατέον ἐστὶν ὑμῖν αὐτοὺς οὐδʼ ἀνετέον. ἐκεῖνοι μὲν γὰρ ὅ τι τῶν πάντων ἠδίκηντο ὑφʼ ἡμῶν ἐπʼ ἐκείνων τῶν χρόνων οὐκ ἂν ἔχοιεν οὐδέπω καὶ νῦν δεῖξαι οὐδὲ καταιτιάσασθαι. ἠξίουν δʼ ἡμᾶς Αἴγιναν αὐτόνομον ἀφιέναι καὶ Ποτιδαίας ἀπανίστασθαι, παραπλήσια οἷς νῦν Θηβαίοις ἐπέταττε Κλεόμβροτος. ἴστε γὰρ δή που τοῦθʼ ὅτι οὐδέν ἐστιν εὐπροσωπότερον Λακεδαιμονίων πλεονεκτεῖν ζητούντων. τότε προστάται τῶν Ἑλλήνων, τότε δεινοὶ κήδεσθαι τῆς ἐλευθερίας, ὅταν τι παρασπάσασθαι βούλωνται. ὡς δʼ οὐκ ἠνεσχόμεθʼ οὐδʼ ὑπηκούομεν, εὖ ποιοῦντες, ὦ Ἀθηναῖοι, καὶ τὸ τῆς πόλεως φρόνημα σώζοντες, οὕτως ἤδη πάντας ὅσους οἷοί τε ἦσαν παραλαβόντες πόλεμον ἐξήνεγκαν, μικρὰ μὲν τῶν ὅρκων καὶ τῶν ξυνθηκῶν φροντίσαντες, ἃς ὅθʼ εἵλομεν Εὔβοιαν ἐποιήσαντο πρὸς ἡμᾶς, μικρὰ δὲ τῶν τροπαίων καὶ τῶν ναυμαχιῶν, ὧν τίς ἂν ᾠήθη ποτὲ, ἕως ἂν ὦσι, μεμνημένοι καὶ μικρόν τι παρὰ γνώμην πράξειν αὐτοὺς τῇ ἡμετέρᾳ πόλει; ἐφρόντισαν δὲ οὐδὲν οὐδὲ τῆς προκλήσεως ἣν προὐκαλούμεθʼ αὐτοὺς λόγῳ δοῦναι καὶ λαβεῖν τὰ δίκαια περὶ τῶν διαφορῶν. ἀλλὰ ταῦτα πάντα εὐχερῶς ἀνελόντες καὶ ἐν οὐδενὶ θέντες εἰσβολὰς μὲν ἐτησίους καὶ φθορὰν τῆς χώρας ἀπέραντον σιωπῶ καὶ τοὺς καθʼ ἕκαστον ἀγῶνας, ἀλλʼ ἐκένωσαν μὲν ἡμῶν τοὺς καταλόγους, ἀπέστησαν δὲ τοὺς συμμάχους τοὺς πολλοὺς, τοὺς δὲ βίᾳ προσηγάγοντο, ἕως ἐψίλωσαν τὴν πόλιν. τελευτῶντες δὲ παρείλοντο μὲν τὴν σιτοπομπίαν, ἐλάβοντο δὲ τὰς ναῦς, τὰ δὲ τείχη κατέσκαψαν ταῖς ἡμετέραις αὐτῶν χερσὶν, ὦ Ζεῦ. ταῦτʼ οὖν ὅτʼ ἀντʼ Αἰγινητῶν καὶ τοῦ πολιορκεῖν Ποτίδαιαν ἔκριναν παθεῖν ἡμᾶς, τί φαῖεν ἂν αὐτοὺς δεῖν ἀντὶ τοῦ τὴν Καδμείαν κατασχεῖν εἴσω παρελθόντας ἐν εἰρήνῃ καὶ συνθήκαις ταῖς χρησταῖς ταύταις, ὦ γῆ καὶ θεοὶ καὶ δίκαι, αἷς, ἵνʼ ἐξ ἑτέρων εἰς ἕτερον ἔλθω, ἀλλʼ ἐῶ τό γε νῦν τοῦτο. ἀλλʼ ὅτι γε αὐτονόμους μὲν ἐκείνους εἶναι δεῖν τότε γνόντες, ταῦτα δʼ ἐπειδήπερ οὐ συνεχωρήσατε ποιήσαντες τὴν πόλιν, οὐδʼ ὁτιοῦν ἕξουσιν εἰπεῖν αὐτοὶ νῦν εἰ τοιαῦτʼ ἀγνωμονήσαντες περὶ Θηβαίους καὶ τοιαύτης ἀδικίας ἄρξαντες δώσουσι μὲν ἐκείνοις, δώσουσι δʼ ὑμῖν δίκην, ἐκ τούτων ἡγοῦμαι δείκνυσθαι. οὐδὲ γὰρ οὐδʼ ἴσον τοὺς δεῖνας ἀφεστηκότας προσάγεσθαι, ἢ τοὺς δεῖνας οἷς αὐτός τις χρῆσθαι κελεύειν νόμοις, καὶ τὴν Θηβαίων ἀκρόπολιν καταλαβόντας ἔχειν βίᾳ παρὰ τὰς συνθήκας, εἰ δεῖ τὸ μεῖζον εἰπεῖν, τὰς ἑαυτῶν. ἴστε γὰρ δή που τοῦθʼ ὅτι οὐχ ἡμεῖς οὐδὲ Θηβαῖοι τὴν ἀρχὴν ἐκινήσαμεν, οὐδʼ ἐσπουδάσαμεν περὶ τούτων, ἀλλʼ ἐκεῖνοι βασιλέα προσλαβόντες ἡμᾶς ἐβιάσαντο, καὶ οὕτως συνεχωρήσαμεν. θαυμάζω τοίνυν εἰ τοῖς ἄλλοις τὰ αὑτῶν πράττειν ἀνάγκην προσθέντες, αὐτοὶ τηλικαῦτα καὶ τοιαῦτα περιεργασάμενοι βοήθειαν αἰτήσουσιν, οὐ δίκην ὑφέξουσι. νὴ Δίʼ ἀλλʼ ἤδη δεδώκασιν αὐτάρκη, καὶ σύνηθες τῇ πόλει μὴ μνησικακεῖν, καὶ τοιοῦτοί τινες πρὸς τὸ δίκαιον ἀπαντῶσι λόγοι, πρὸς οὓς ἐγὼ ταῦθʼ ἥδιστʼ ἂν εἴποιμι· εἰ τοὐναντίον ἦν, καὶ οἱ Θηβαῖοι παρόντες ἐφαίνοντο ἐπὶ τοὺς Λακεδαιμονίους τότε πρῶτον, μὴ ἐπὶ τούτους ἐκεῖνοι, τί ἂν εἶπον οἱ τοῖς Λακεδαιμονίοις κελεύοντες βοηθεῖν; οὐχ ὡς ἠδίκηνται καὶ δεῖ διὰ τοῦτο μετʼ αὐτῶν γίγνεσθαι; οἶδʼ ἐγὼ μεθʼ ὅσης καὶ ἡλίκης κραυγῆς τοῦτʼ ἂν ἐλέγετο. εἰ τοίνυν [εἰ μὲν] προηδίκηντο, ταῦτʼ ἂν προὐβάλοντο καὶ διὰ ταῦτʼ ἂν ἔδει βοηθεῖν, ἐπεὶ δʼ ἀδικοῦντες ἑώρανται, διὰ τὸ μὴ δεῖν μνησικακεῖν ὁμοίως βοηθήσομεν; καὶ πότε καὶ μετὰ Θηβαίων ἐσόμεθα, ἢ πόθεν, ὦ Ἀθηναῖοι, τὸν ἐξετασμὸν τοῦ ποτέρους δεῖ ἑλέσθαι ποιησόμεθα, εἰ μηδὲν ὧν πεποιήκασι θήσομεν εἰς λόγον; οὐ γὰρ δὴ κλήρῳ γε κελεύσομεν αὐτοὺς διακριθῆναι, ἀλλʼ ὁποτέροις ἂν τὰ πεπραγμένα, οἶμαι, προσάγῃ, τούτοις, ἐὰν ἃ χρὴ ποιῶμεν, βοηθήσομεν. ἀλλὰ μὴν πρός γε τὸ οὐ χρὴ μνησικακεῖν καὶ δεδώκασιν ἤδη Λακεδαιμόνιοι δίκην, εἴ γε ἦν ἀληθὲς θάτερον, συνέφασκον ἀμφότερα. τί δὴ λέγω; οὐδέπω πάρεισιν, ὦ Ἀθηναῖοι, Λακεδαιμόνιοι. πόθεν; εἰς ἅ ποτε ἡμᾶς ἤγαγον; πολλὰ πάθοιεν ἂν, εἰ μέλλουσιν εἰς τοῦθʼ ἥξειν. ἑνὸς γὰρ μέρος τοῦ πολέμου τοῦ τότε [ἡμέρα καὶ καιρὸς], λέγω τοῦ Σικελικοῦ, πλείω κακὰ καὶ πράγματα ἡμῖν ἤνεγκεν ἢ Λακεδαιμονίοις ἃ νῦν ἀποδύρονται. ἢ πρὸς τί βούλεσθε ἐκείνων ταῦτʼ ἐξετάσομεν; πότερον πρὸς τὰς ναυμαχίας ἃς τοσαύτας ἠτυχήσαμεν, ἢ πρὸς τὰς ἐν τῇ γῇ μάχας, ἢ πρὸς τὸν τῶν τριήρων ἐμπρησμὸν, ἢ πρὸς τὴν ἀναχώρησιν τὴν πανώλεθρον; ἀλλὰ μὰ τὸν Δία καὶ τοὺς θεοὺς οὐκ οἶδα εἰ ἄδακρυς ταῦτα διεξιὼν ἀρκέσω. τί οὖν οἱ νῦν ταπεινοὶ Λακεδαιμόνιοι, τηλικαύτης καὶ τοσαύτης συμφορᾶς περιεχούσης τὴν πόλιν; ἆρά γε ἀποχρῆν ἔκριναν; πάντας μὲν οὖν ἀνθρώπους συνίστασαν τότε ἐπʼ αὐτὴν, Τισσαφέρνην, Κῦρον, τὰς Φοινίσσας τριήρεις, τοὺς βασιλέως δούλους, τοὺς Ἕλληνας ἅπαντας, ἕως ἅπαντα διελθόντες ἐν Αἰγὸς ποταμοῖς παρεστήσαντο τὸ ναυτικὸν ἡμῶν. καὶ τοῦ τοιούτου πάθους συμβάντος τῇ πόλει πῶς ἐποίησαν; καταλαβόντες τὸν εἴσπλουν εἶργον τὰ πλοῖα τοῦ Πειραιῶς· καὶ δὴ λιμὸς ἦν. οὐδὲ τοῦτʼ ἀπέχρη, ἀλλʼ ἐχομένων μὲν τῶν νήσων, ἐχομένων δὲ τῶν ἄλλων ἁπάντων κτημάτων, μεθεστηκότων δʼ οἰκετῶν, πορθουμένης δὲ τῆς χώρας ὑπὸ τῶν ἐν Δεκελείᾳ, τοῦ δὲ ἐδάφους ὄντος λοιποῦ τῇ πόλει, τοσοῦτον ἀπέσχον τοῦ βοηθεῖν ἂν ἐθελῆσαι, εἴ τις ἠδίκει, ὥστε συμβάσεως ἡμᾶς οὐκ ἠξίωσαν ἐν τοσούτοις κακοῖς, ἀλλὰ καὶ τοὺς πρέσβεις τοὺς ἐλθόντας ὡς αὐτοὺς παρʼ ἡμῶν πρότερον μὲν ἀπράκτους καθάπαξ ἀπέπεμψαν, τελευτῶντες δʼ ἐπὶ τοσοῦτον κατέσχον, ἕως πλήρη νεκρῶν ἐποίησαν τὴν πόλιν, καὶ ταύτην ἐπιθήκην κακῶν προσεξετίσαμεν αὐτοῖς. τηνικαῦτα δʼ ἐσπένδοντο ἐπὶ τῷ προσθεῖναί τι κακὸν, ἐπὶ τῷ παραδοῦναι μὲν ἡμᾶς αὐτοῖς τὰς ὑπολοίπους ναῦς, κατασκάψαι δὲ αὐτοχειρίᾳ τὰ τείχη. τάχʼ ἂν οὖν τις τοῦτʼ αὐτὸ μνησικακεῖν εἶναι φήσειε, τὸ ταῦτʼ ἐξετάζειν ἀκριβῶς, τὸ δʼ ἐστὶ πᾶν τοὐναντίον ἐκ τούτων ὅτι μὴ μνησικακοῦμεν δεικνύμενον. διὰ τί; ὅτι οὐδέπω πεπονθότων ἅπερ ἡμεῖς τῶν Λακεδαιμονίων οὐδὲ εἰς ἴσον ἡκόντων οὐκ ἔστιν εἰπεῖν ὡς αὐτάρκη δίκην εἰλήφαμεν. εἰ δὲ