ὄλεθρον πῶς οὐ φευκτὸν καὶ μέχρι ῥήματος; πρὸς ταῦτα τὴν εἰρήνην τὴν ἐπʼ Ἀνταλκίδου καὶ ὅ τί τις βούλεται προφερέτω. τοῦτο μὲν δὴ τὸ τῆς εἰρήνης καὶ πάντων πλείστου πρίαιντʼ ἂν Λακεδαιμόνιοι κατʼ αὐτῶν λέγεσθαι παρὰ τὴν νῦν χρείαν. ὅσῳ γὰρ ἂν μᾶλλον ἐκείνην μέμφησθε, τοσούτῳ προθυμότερον σωστέον αὐτούς ἐστιν ὑμῖν νυνί. γέγραπται γὰρ ἐν αὐτῇ δή που τοὺς τὴν Ἀσίαν αὐτὴν οἰκοῦντας Ἕλληνας ὅ τι ἂν βούληται βασιλεὺς ἐξεῖναι δρᾶσαι, τοὺς δὲ τοῦτο δυσχεραίνοντας τῆς νῦν πρεσβείας τῶν ἠτυχηκότων οὐκ ἔνεστιν ἀμελῆσαι. οὔτε γὰρ δήπουθεν ὅλως Λακεδαιμονίοις καὶ Ἀθηναίοις ἴσην δεῖν εἶναι πρόνοιαν τῶν Ἑλλήνων οὐδʼ ἂν εἷς εἴποι, βλέπων εἰ καὶ εἰς μηδὲν ἕτερον, ἀλλʼ εἰς αὐτὰς ταύτας τὰς πρὸς τὸν βασιλέα συνθήκας, ὧν αἱ μὲν ἐκείνων ἐκδότους πεποιήκασι τοὺς Ἕλληνας τοὺς ἐπὶ θαλάττῃ, αἱ δὲ ἡμέτεραι τῆς θαλάττης ἄνω κατέχουσι βασιλέα· οὔθʼ ὅμοιον εἰς ἀνάγκην κατακλεισθέντας καὶ εἰρήνης ἐπιθυμήσαντας συγχωρῆσαι ταῦτα καὶ εἰρήνης οὔσης ἐπιθυμίᾳ πολέμου παριδεῖν ἐθελοντὰς τὰ δίκαια. ὅπου δὲ καὶ γράψαι περὶ τῶν ἐν τῇ γῇ τῇ βασιλέως ἐξεῖναι τῷ βασιλεῖ πρᾶξαι ὅ τι ἂν βούληται βαρὺ καὶ δεινὸν, πῶς οὐ πολλῷ σχετλιώτερον αὐτοὺς συνεξεργάσασθαι τοὺς Ἕλληνας τοὺς ἐν τῇ Εὐρώπῃ Θηβαίοις; εἰ γὰρ Λακεδαιμονίοις πολέμῳ κατειργομένοις γράψαι τοὺς ἐν τῇ γῇ τῇ βασιλέως ὅ τι ἂν βούληται βασιλεὺς ἐξεῖναι ποιῆσαι κατηγορία καὶ ὄνειδος κέκριται, πῶς ὑμῖν γε ἀνεκτὸν Ἀθηναίοις οὖσι καὶ βουλῆς κυρίοις αὐτοχειρίᾳ τοὺς ἐν τῇ Εὐρώπῃ Θηβαίοις παραδοῦναι, καὶ ταῦτα Λακεδαιμονίους; οὓς εἰ μηδὲν ἄλλο, τὸ γοῦν ἀξίωμα ὅ ποτε ἔσχον παραιρεῖται. γένοιτο δʼ ἂν νῦν ὁ πλεῖστος ἴσως λόγος τοῖς ὑπὲρ τῶν Θηβαίων λέγουσιν ὡς ἤδη πρότερον συμμάχους αὐτοὺς ἐποιήσασθε, καὶ τῆς εἰς Ἁλίαρτον ἐξόδου καὶ τῆς ἐν Κορωνείᾳ μάχης ἀναμνήσουσιν ὑμᾶς. οὐκοῦν ἄτοπον, εἰ φίλους τοὺς τότε ἐχθροὺς καὶ πολεμίους τοὺς τότε συμμάχους ὁμοῦ ποιήσεσθε, φαῖεν ἄν. ἐγὼ δὲ τοσούτου δέω νομίζειν ἐναντιοῦσθαι τοῖς Λακεδαιμονίοις, ὥστʼ εἰ μηδένα ὑπὲρ τῶν Θηβαίων ᾤμην ἐρεῖν, ἐχρησάμην ἂν ὅμως παραδείγμασιν αὐτοῖς ὑπὲρ τούτων. τίς γὰρ οὐκ οἶδεν ὅτι καὶ τότε τοὺς Θηβαίους φίλους καὶ συμμάχους ἐποιησάμεθα, ἐχθροὺς καὶ πολεμίους πάντα τὸν ἔμπροσθεν χρόνον ὄντας, καὶ οὐδὲν ἐκώλυσεν ἡμᾶς τὰ ὑπάρχοντα ἐναντιώματα συστῆναι καὶ συλλαβεῖν αὐτοῖς, ὅτε ταὐτὰ δίκαια λέγειν ἐδόκουν ἡμῖν; ὡς μὲν οὖν οὐδέν ἐστιν ἐμποδὼν ἡ τότε συμμαχία τῷ νῦν προσδέξασθαι Λακεδαιμονίους ἐκ τούτου δῆλον· ὅτι δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κατʼ αὐτὴν ἐκείνην ἀναγκαῖόν ἐστι τοῖς Λακεδαιμονίοις ἐπαμῦναι καὶ τοῖς μάλιστα μεμνημένοις τῆς τότε σπουδῆς περὶ τοὺς Θηβαίους, τούτοις μάλιστα οὐκ ἔνεστιν ἄλλως ποιεῖν ἢ μετατάξασθαι, τοῦτο ἔτι τοῦ προτέρου φανερώτερον ἐπιδείξω. εἰ γάρ τις ἔροιθʼ ὑμᾶς, ὦ Ἀθηναῖοι, πόσα χρήματα ὑμῖν καταβαλόντες Θηβαῖοι τὴν συμμαχίαν εὕροντο, εὐφήμει, φαίητε ἂν, ἡμῖν Θηβαῖοι; πόθεν; ἢ τί; τίνες δʼ ἕτεροι; πῶς οὖν αὐτοὺς προσεδέξασθε; ἦσαν μὲν γὰρ οὐ φίλοι τὸ ἀρχαῖον· οὐδεμίαν εἰπεῖν ἂν ἔχοιθʼ ἑτέραν πρόφασιν πλὴν τὸν κίνδυνον καὶ τὴν χρείαν καὶ τὸ εἰ περιώφθησαν ὑφʼ ἡμῶν, ἐπὶ Λακεδαιμονίοις ἂν εὐθὺς αὐτοὺς εἶναι. εἰ μὲν τοίνυν ἰδία τις ὑπῆρχεν ὑμῖν πρὸς αὐτοὺς οἰκειότης, οὐδʼ οὕτω μὲν δή που δικαίως ἄν τις ἡμῖν ἐπετίμησε μὴ μέχρι παντὸς καὶ τῶν ἁμαρτημάτων κοινωνεῖν ἐθέλουσιν. ἀλλʼ ἴσως μεταβάλλεσθαι μὲν ἐδόξατʼ ἂν, εἰκότως δέ γε πλείω λόγον τῆς ἡμετέρας αὐτῶν δόξης ἢ τῆς ἐκείνων χάριτος ποιούμενοι. οὔσης δὲ ἧς εἶπον αἰτίας διʼ ἣν μετʼ αὐτῶν ἐγένεσθε τότε, ἐν μὲν τῷ καὶ νῦν συναγωνίζεσθαι τὸ δοκεῖν μεταβάλλεσθαι, ἐν δὲ τῷ τοὺς ἑτέρους ἀνθελέσθαι τὸ τοὺς αὐτοὺς ὄντας διατελεῖν φαίην ἂν ὑπάρχειν, ἐπειδήπερ μετειλήφασι τὴν ἀλλήλων τάξιν ἀμφότεροι. εἰ δέ τις φοβεῖσθαί φησι περὶ τῆς πόλεως μὴ δόξαν ἐμπληξίας ὄφλῃ, πρῶτον μὲν ὀψὲ δέδοικε· τί γὰρ οὐκ ἐλογίζετο ταῦτα ἐπὶ τῶν Θηβαίων πρότερον; ἔπειτα ταύτης μὲν ἀθῶος ἀφείσθω τῆς αἰτίας, ἐκεῖνο δέ γε πεισθήτω, παυσάσθω τὰ ἀδεᾶ δεδιὼς καὶ πέρα τοῦ καιροῦ σεμνὸς ὢν, πλὴν εἰ καὶ τοὺς κυβερνήτας ἐναντία ποιεῖν αὑτοῖς φήσει, καὶ μέμψεται ὅτι τὸν πλοῦν οὐχὶ τὸν ἐξ ἀρχῆς οὐδὲ τὸν εὐθὺν ἀεὶ ποιοῦνται, ἀλλʼ ἐπὶ θάτερα καὶ τὰ ἐναντία τῶν πρόσθεν διατελοῦσι κομιζόμενοι. ἄνθρωπε, ἀκολουθῶ τῇ χρείᾳ· τὸ δʼ αὐτὸ ποιῶ· μετὰ γὰρ τοῦ φέροντος ἀεὶ γίγνομαι, κατὰ καιρὸν τὴν αὐτὴν τέχνην καὶ τὸν αὐτὸν λογισμὸν ἔχων, ἄν τʼ ἐνθένδε ἐκεῖσε ἄν τʼ ἔμπαλιν κομίζωμαι. οὗτος ὁ τοῦ κυβερνήτου λόγος, οἶμαι, κἀμοὶ νῦν ἐστιν ὑπὲρ τῆς πόλεως αὐτὸς οὗτος ῥητέος. ἵνα δὲ εἰδῆτε ὅτι ἁπλῶς περὶ πάντων σκοποῦμαι καὶ οὐδὲν μιγνύω φιλονεικίας, ἐρῶ τι καὶ μεῖζον τούτων. εἰ σφόδρα τῆς συμμαχίας τῆς ἔμπροσθεν μεμνήμεθα, ὥσπερ δεῖ, καὶ μετατάττεσθαι νῦν κατοκνοῦμεν, τοῖς μὲν Θηβαίοις μὴ πολεμῶμεν, τοὺς μέντοι Λακεδαιμονίους μὴ παρίδωμεν—λέγω δὲ οὐκ αἴνιγμα—ἀλλὰ πέμπωμεν τοὺς προεροῦντας Θηβαίοις ἀπέχεσθαι Λακεδαιμονίων. κἂν μὲν ἀκούωσι ταῦτα καὶ πείθωνται, οὔτε πρὸς τούτους ὑπεναντίον ἡμῖν οὐδʼ ὁτιοῦν ἔσται πεπραγμένον οὔθʼ οἵδε ἀναιρήσονται διὰ τοῦτο, ἀλλʼ οἱ μὲν ὁμοίως μενοῦσι φίλοι, οἱ δὲ ὑπάρξουσι πρὸς ἐκείνοις, ἀμφότεροι δὲ εἴσονται χάριν, οἱ μὲν οὐδὲν πρᾶγμα σχόντες, οἱ δὲ σωθέντες διʼ ὑμῶν. ἀκούω δὲ καὶ πάλαι ποτὲ ὑπὲρ τὰ Μηδικὰ αὐτοὺς τούτους Θηβαίους διαλύσασθαι πρὸς ἡμᾶς, μελλούσης μὲν ἤδη τῆς μάχης ἔσεσθαι, Κορινθίων δὲ παρατυχόντων καὶ διαλλαξάντων ἀμφοτέρους. νῦν δὲ δή που δικαιότερον πείθοντʼ ἂν ἡμῖν οἱ Θηβαῖοι, ὅταν πρεσβείας Λακεδαιμονίων καλούσης ἡμᾶς ἐπʼ αὐτοὺς, οὕτω προνοουμένους ὁρῶσι σφῶν ὥσθʼ ὅπως μηδὲν ἀναγκασθῶμεν κακὸν αὐτοὺς ἐργάσασθαι παρακαλεῖν καὶ λόγῳ πείθειν, ἀλλὰ μὴ τοῖς ὅπλοις βιάζεσθαι, παρὸν ἡμῖν. ἂν μὲν οὖν ὅπερ εἶπον πείθωνται, ταῦτα κράτιστα· ἂν δὲ μὴ προσέχωσι τὸν νοῦν, αὑτοῖς, οὐκέθʼ ἡμῖν μέμψονται. ἡμεῖς μὲν γὰρ καὶ μεμνημένοι τῆς συμμαχίας καὶ μὴ βουλόμενοι διαλύειν αὐτὴν φανούμεθα, ἐκεῖνοι δὲ οἱ τούτους τοὺς λογισμοὺς παρεορακότες καὶ οἱ μηδὲν φροντίζοντες, εἰ μεθʼ ὧν ἔμπροσθεν ἐτάττοντο, τούτοις νῦν ἐναντία θήσονται τὰ ὅπλα. μὴ τοίνυν ἃ πρὸς Θηβαίους δεῖ, λέγειν ταῦτα πρὸς ὑμᾶς ἐᾶτε τοὺς ῥήτορας, μηδʼ ἄν τις ἐγχειρῇ τὰ μὴ ὑμέτερα ὑμᾶς πείθειν, ἀνέχεσθε. πῶς γὰρ οὐκ ἄτοπον ἡμῶν καὶ τοὺς Θηβαίους ἐθελόντων, εἰ οἷόν τε, πεῖσαι, μὴ μόνον ἡμᾶς αὐτοὺς, ὡς οὐ χρὴ διαστῆναι, ἐὰν οἱ Θηβαῖοι καὶ μὴ βουλομένους ἐξάγωσιν ἡμᾶς, ἡμῖν ἡσυχάζειν παραινεῖν καὶ συμμάχους κρίνειν τοὺς ἀποφεύγοντας; φέρε δὴ πρὸς Διὸς, εἰ ταῦτʼ εἶπον οἱ Θηβαῖοι πρὸς ἡμᾶς, ἡνίκʼ ἦλθον ἐξ ἀρχῆς, ὡς ἐὰν ἀπώσωνται τὸν πόλεμον καὶ τὸν περιεστηκότα κίνδυνον αὐτοὺς, ἐχθροὺς ὑμᾶς ποιήσονται καὶ μισήσουσιν, ἐὰν μὴ καθάπαξ αὐτοῖς ἐπιτρέψητε ἀνελεῖν τοὺς Λακεδαιμονίους καὶ τὴν Ἑλλάδα ὑφʼ αὑτοῖς ποιήσασθαι, ἔσθʼ ὅστις ἂν πονηροτέρους ἀνθρώπους ἡγήσατʼ ἂν εἶναι καὶ μᾶλλον δικαίους ἀπολωλέναι; μὴ τοίνυν ἅπερ οὐκ ἂν εὕροντο ἐξ ἀρχῆς ἐπὶ τούτοις, ταῦτα ἐπʼ ἐκείνῃ τῇ προφάσει δῶμεν νῦν, ἀλλὰ πᾶν τοὐναντίον κωλύσωμεν, εἴπερ μὴ καὶ αὐτὴν ἐκείνην ἐπὶ ταῦτα δεῖ δοκεῖν πεποιῆσθαι. οἶμαι δὲ καὶ Θηβαίους μὴ μέχρι τοσούτου φαύλους μηδʼ ἀναισθήτους εἶναι, καίπερ ὄντας Θηβαίους, ὥστε πλείω μέμψιν ποιεῖσθαι νῦν ὑμῖν, ἐὰν κατακωλυθῶσι Λακεδαιμονίους ἀνελεῖν, ἢ χάριν τῆς αὑτῶν σωτηρίας ἀπομνημονεύειν, ἣ διʼ ὑμῶν ἔμπροσθεν αὐτοῖς ἐγένετο. ἡδέως δʼ ἂν ἐροίμην τοὺς ὑπὲρ τῶν Θηβαίων λέγοντας, πότερον εἶναί φασιν αὐτοὺς συμμάχους, ἢ γεγονέναι. εἰ μὲν γὰρ εἶναι, τί πείθουσι ποιεῖσθαι; εἰ δʼ αὖ γεγονέναι, πολὺ τούτων πρότεροι Λακεδαιμόνιοι γεγόνασιν. ἔπειτʼ οὐδʼ εὔλογον γεγονέναι μὲν φάσκειν, πάλιν δʼ ὡς ὑπαρχούσης ἔτι τῆς συμμαχίας διαλέγεσθαι μὴ διαλύειν κελεύοντας. καὶ μὴν ὅτι γʼ αὐτὴν ἀπείπασθε οἶδεν ὁ τῆς νίκης ἄγγελος, ὃν μετὰ τὴν μάχην ἐλθόντα οὐδὲν ἐντιμότερον τῶν ὑπὸ τοῦ βαρβάρου πάλαι πεμπομένων ἐδέξασθε. ὅσοι μὲν γὰρ καὶ δάκρυσι τοὺς Λακεδαιμονίους ἐθρήνησαν ἀκούσαντες μεμνημένος οὐκ ἐρῶ. τί ποτʼ οὖν τὸ αἴτιον; ἆράγε βάσκανοι καὶ πονηροὶ τοὺς τρόπους οὕτως ὑμεῖς ἐστὲ καὶ ὑπερβεβλήκατε πάντας ἀνθρώπους πονηρίᾳ καὶ κακίᾳ ὥστε τοῖς φίλοις ἂν ἀγαθόν τι πράξωσιν ἄχθεσθαι καὶ φθονεῖν; οὐκ ἔστι ταῦτα. χάριέν γε νὴ τὸν Δία καὶ τοῦτʼ αὐτὸ φάσκειν. οὐκ ἔστιν. ἀλλὰ τί; σύμφυτόν ἐστι τῇ πόλει ταύτῃ πάλαι τὸ παρὰ πᾶσιν εὐδοκιμοῦν, ὃ οὔτε εἰς Μεγαρέας διέβη τουτουσὶ πλησιοχώρους ὄντας οὔτε εἰς τοὺς δευτέρους τοὺς μεγίστους τῶν Ἑλλήνων τουτουσὶ τοὺς νῦν ἀθλίους Λακεδαιμονίους, ἀλλʼ ἐνταῦθα καὶ ἔφυ καὶ ἤκμασεν εὐθὺς ἐξ ἀρχῆς. τί οὖν ἐστι τοῦτο; ῥοπὴ πρὸς τοὺς ἀσθενεῖς καὶ ἔλεος τῶν ἀτυχούντων οὐ κενὸς, ἀλλὰ διαρκὴς εἰς σωτηρίαν. τοῦτο οὔτε μνησικακεῖν ἐᾷ τὴν πόλιν οὔτε ἐξετάζειν τίς ἐστιν ὁ δυστυχῶν, ἀλλʼ ἐπειδάν τινα αἴσθηται κακῶς πράττοντα, εὐθέως ἐπελάθετο ὧν αὐτὴ πέπονθε. διὸ καὶ πᾶσιν ἀνθρώποις ἱκανόν ἐστι πρὸς αὐτὴν ὥσπερ ἄλλο τι σύμβολον αὐτὸ τὸ σχῆμα τῆς ἀτυχίας. διὰ τοῦτο καὶ Θηβαίους προσήκατο καὶ Λακεδαιμονίους, ὅτε πρῶτον ἐπὶ τῶν Ἡρακλειδῶν ἔγνω δυστυχοῦντας, κατῴκτειρε. περὶ τοίνυν τῶν εὐεργεσιῶν, ἃς εἴποι τις ἂν ὡς ὑπῆρξαν εἰς ἡμᾶς οἱ Θηβαῖοι, τοῦτο μὲν οὐ συνεπιστρατεύσαντες Λακεδαιμονίοις ἐπὶ τὸν Πειραιᾶ, τοῦτο δὲ Θρασύβουλον δεξάμενοι, βλασφημήσω μὲν οὐδὲν, καὶ γὰρ ἂν μαινοίμην. καίτοι τινὸς ἤδη λέγοντος ἤκουσα ὡς ἄρα οὐχὶ τοῦ μὴ συνεπιστρατεῦσαι δεῖ χάριν αὐτοῖς ἔχειν μᾶλλον ἢ μέμφεσθαι, καὶ νὴ Δίʼ, ἐκεῖνός γʼ ἔφη, καὶ μισεῖν ἀντὶ τῆς αἰτίας, διʼ ἣν τοῦτʼ ἐποίησαν. ἔφασκε γὰρ αὐτοὺς ἀποτυχόντας τοῦ διαφθεῖραι τὴν πόλιν ἡμῶν ἀγανακτεῖν. ἐγὼ δὲ ταῦτα μὲν τοῖς ταῦτα βουλομένοις λέγειν παρίημι· αὐτὸς δὲ τί φημι; εἰ μὲν ἔν τινι κινδύνῳ καθεστηκότες ἦσαν οἱ Θηβαῖοι, δικαίως ταῦτʼ ἄν τις ἡμᾶς ἀνεμίμνησκεν, οὐκ ἀξιῶν συνεπιστρατεύειν ἐπὶ τὴν πόλιν αὐτῶν, ὥσπερ οὐδὲ ἐκεῖνοι πρότερον τοῖς αὐτοῖς τούτοις Λακεδαιμονίοις ἐπὶ τὴν ἡμετέραν, ὅτε φαύλως διέκειτο. ὑπὲρ