οὕτως ἔχων, ὦ Ἀθηναῖοι, γνώμης ἀνέστηκα, ὡς εἰ μὴ λίαν εὔηθες εἰπεῖν ἦν, ἐγγὺς ἂν εἶναι τοῦ ζητεῖν ἔτι φῆσαι ποτέροις προσθῶμαι, κἂν εἴ τις ἀναστὰς μικρὸν ὕστερον ἐξελέγξειε διαφεύγοντάς με τοὺς λογισμοὺς καὶ δείξειεν αὐτός τι βέλτιον, πρῶτος αὐτῷ πείθεσθαι· τοσοῦτον εὐνοίας οὐδὲ πρὸς ἑτέρους ἄνωθεν προϋπάρχον ἐστί μοι. ἃ δὲ καὶ θαρρούντως ἀνεστάναι με καὶ ἐμαυτὸν ἤδη [πεπεικέναι] πρὸς τοὺς ἑτέρους ἀποκλῖναι πεποίηκε, ταῦθʼ ὑπειπὼν καὶ τὸ ποτέρους ὁμοῦ σημανῶ, τό γε τῆς γνώμης, ἣν ἔχω περὶ τούτων, κεφάλαιον εἰς μέσον θεὶς πρῶτον ἀμφοῖν. ἐγὼ δὴ βούλομαι Θηβαίους μὲν ὑμῖν ἐπὶ Λακεδαιμονίους ὑπάρχειν, Λακεδαιμονίους δʼ ἐπὶ Θηβαίους πάλιν, καὶ μηδετέρους πράττειν εὐτυχέστερον ἢ τῇ πόλει συμφέρει. εἰ μὲν οὖν ἐν ἴσῳ καθειστήκεσαν καὶ περὶ τῶν αὐτῶν ἦν ὁ λόγος ἀμφοτέροις, οὐδὲν ἂν ᾤμην εἶναι πρᾶγμα· ῥοπῆς δὲ τοσαύτης ἐπὶ τοὺς Θηβαίους γεγονυίας τῶν μὲν τὴν ἀσθένειαν, τῶν δὲ τὴν δύναμιν φοβοῦμαι. εἰ μὲν οὖν ἄλλο μέν τι ποιοῦντας ἐκείνην ἐπανορθοῦν, ἄλλο δὲ ταύτην καταλύειν ἔδει, πρῶτον μὲν διπλᾶ πράγματα ἂν εἴχομεν, ἔπειτα δὲ ἑκάτερον κατὰ καιρὸν ἔδει τὸν αὑτοῦ ποιεῖν· συμπεπτωκότων δὲ εἰς ταυτὸν ἀμφοῖν χρήσασθαι τῇ τοῦ καιροῦ συνόδῳ δοκεῖ μοι καὶ τοσοῦτον ἐκείνοις εἰσενεγκεῖν, ὅσονπερ τούτων ἀφελεῖν συμφέρει. ἡγοῦμαι γὰρ ἐξισωθέντας μὲν αὐτοὺς ὑφʼ ἡμῶν τοῖς πρὸς αὑτοὺς πράγμασι συνέξεσθαι, ἀναιρεθέντων δὲ τῶν ἑτέρων πρὸς ἡμᾶς ἤδη τὸν λόγον τοῖς κρατήσασιν ἔσεσθαι. ἐκ δὲ τούτων ἀποφαίνω τῶν λογισμῶν ὅ τις ἂν δόξειεν ἄτοπον, τοῦτο συμβησόμενον, ἐκποδὼν μὲν ἡμᾶς ἀμφοτέροις γενομένους κινδυνεύσειν πρὸς τοὺς ἑτέρους, βοηθήσοντας δὲ τοῖς ἐλάττοσιν ἐκ μέσου τὸ λοιπὸν ἀμφοῖν ἑστήξειν. ἃ μὲν οὖν λογιζόμενος πέπαυμαι μέσος ὢν καὶ διʼ ἃ τοὺς Λακεδαιμονίους ᾕρημαι, ταῦτʼ ἐστί· τὸ δʼ ὑμέτερον πρόχειρον εἰς φιλανθρωπίαν καὶ τὸ φθάνειν τοὺς ἀτυχοῦντας οἰκτείροντας ἢ ʼκείνους δεομένους, τάχʼ ἂν οὐκ ἐάσειε ταῦτʼ ἀκριβῶς ἐξετασθῆναι. σύνοιδα γὰρ ὑμῖν καὶ ὅτε πρῶτον ὁ κήρυξ ἦλθε τὴν μάχην ἀγγέλλων, ὃν ἐστεφανωμένον ὡς ὑμᾶς ἔπεμψαν οἱ Θηραῖοι, πρὸς ἀηδίαν καὶ λύπην ἀκούσασι καὶ οὕτω πόρρω τοῦ συνησθῆναι γενομένοις, ὥστε μήτε εἰς τὸ πρυτανεῖον καλέσαι μήτʼ ἄλλο μηδὲν φιλάνθρωπον ἐνδείξασθαι. οὕτως ὁ παλαιὸς λόγος ἔστʼ ἀληθὴς ὅτι τοῖς καθʼ ἑκάστους ἀτυχοῦσι κοινὴ πᾶσιν ὕπεστιν εὐτυχία τὸ τῆς πόλεως ταύτης ἦθος ὑφʼ οὗ σώζονται. ἀλλὰ μὴν τόν γʼ ἀναμνήσοντα ἂν ὑμᾶς τῶν ἐπὶ τοῦ Δεκελεικοῦ πολέμου πεπραγμένων τοῖς Λακεδαιμονίοις τίνες αὐτοῖς ἐκοινώνουν ἐρήσομαι· οἶμαι μὲν οὐ Σάμιοι, ἀλλʼ οἷς ὡς ἀναμαρτήτοις βοηθεῖν ἀξιώσει. εἰ μὲν οὖν καιρῷ τινι καὶ φιλανθρωπίᾳ ταῦτα δεδόσθαι δεῖ, κοινὴν ἀμφοῖν δίκαιον ὑπάρχειν τὴν λήθην, οὐ τοῖς μὲν καὶ ἐξ ἀρχῆς ὑπʼ ἐκείνων ἀναπεισθεῖσι καὶ καταλῦσαι μεταξὺ σπουδάσασι, κᾆτα κωλυθεῖσι μνησικακεῖν, τοῖς δὲ διὰ τέλους ἀγνώμοσι παρεικέναι χρὴ τὴν μέμψιν· εἰ δʼ ἀμφοτέροις ἐγκαλεῖν χρὴ, ὡς ἔγωγε μὰ τοὺς θεοὺς οὐκέτʼ ἂν ἀξιοίην, εἰ μή τις ἔχοι με πεῖσαι, τί δεῖ ταῦτα κατηγορεῖν ὧν ἀποκρῖναι τοὺς ἑτέρους οὐκ ἔστιν; ἁπάντων γὰρ τῶν ὡς ὁ μάλιστʼ ἂν ἐξετάζων εἴποι χειρίστων οἵδε αὐτοῖς ἐκοινώνουν. καὶ μὴν εἴ τινα καὶ ἐκλέξαντα εἰπεῖν δεῖ παρέντα τὰ τοῦ πολέμου κοινὰ, σκοπῶμεν τὰ μετὰ ταῦτα πραχθέντα καὶ βουλευθέντα ἑκατέροις. εὑρήσομεν γὰρ τὰ μὲν Θηβαίοις δόξαντα, ἀναίρεσιν τῆς πόλεως ἡμῶν καὶ ἀνδραποδισμὸν καὶ μηδένα μηδαμοῦ λοιπὸν εἶναι· φεύγω τοὔνομα προσθεῖναι τῇ βλασφημίᾳ—καίτοι ταῦτά γε οὐδʼ ὁ Πέρσης ἔγνω πρότερον περὶ ἡμῶν, ἀλλʼ ἀποχρῆν ᾤετο, ἐὰν τὸ κελευόμενον ποιεῖν ἐθέλοντας ἔχῃ—τὰ δʼ αὖ Λακεδαιμονίοις δόξαντα ταῦτʼ ὄντα, ἃ νῦν αὐτοῖς ἀξιοῦσιν ὑπάρξαι παρʼ ὑμῶν, τὴν αὑτῶν οἰκεῖν καὶ μηδὲν ἀνήκεστον παθεῖν. καὶ δῆτα ἔγωγε σκοπῶ πρὸς ἐμαυτὸν, εἰ τότε τοῖς Λακεδαιμονίοις συνέδοξεν ἅπερ τοῖς Θηβαίοις καὶ ὑπέστησαν τοῦτο τὸ ἔργον, καὶ μὴ θεῶν τις χεῖρα ὑπερέσχε τοῦ τοιούτου πράγματος, τί λοιπὸν ἦν ἐν μέσῳ ἢ ζητεῖν νῦν τοὺς Θηβαίους οὕστινας καλέσουσι κατὰ τούτων; καίτοι, δοθήτω γάρ μοι καὶ τοῦτʼ εἰπεῖν ἄνευ φιλονεικίας, Λακεδαιμονίοις μὲν, ἂν ἐπὶ πᾶσι δικαίοις σκοπῇ τις, συγγνώμης ἴσως μετὸν εὑρήσει καὶ τῶν ἐπὶ τοῦ πολέμου πραχθέντων καὶ εἴ τι ὕστερον ἠγνωμόνησαν. διὰ τί; ὅτι τοῖς μὲν ὑπὲρ ἀρχῆς καὶ ἡγεμονίας φιλονεικοῦσιν αὐτὸ τὸ σχῆμα τοῦ πολέμου δίδωσι παραίτησιν, ἐάν τι προαχθῶσι, τοῖς δὲ ὑπὲρ τοιαύτης μὲν οὐδεμιᾶς φιλοτιμίας, ἄλλως δὲ ἐγκειμένοις καὶ πλεονάζουσιν, ἃ οἱ Θηβαῖοι τότʼ ἐποίουν, πᾶς ὁστισοῦν ἂν νεμεσήσαι δικαίως ὅτι τὴν ἀγνωμοσύνην ἀπρόσωπον ἔχουσι καὶ φύσει πονηρῷ τρόπῳ χρῶνται. καὶ μὴν εἴ τις τούτων μὲν παρεληλυθέναι τὴν ἐξέτασιν ἡγεῖται, τὴν δὲ τοῦ νῦν παρόντος πολέμου πρόφασιν ἀκριβῶς ζητεῖ, ἀδικεῖν τοὺς Λακεδαιμονίους οἶδʼ ὅτι κρίνει καὶ μετὰ τῶν Θηβαίων γίγνεσθαι δεῖν οἴεται. ἐγὼ δʼ ὅτι μὲν Φοιβίδας ὁ ταῦτα πράξας ἦν καὶ οὐδὲν ἐπράχθη τούτων ἀπὸ τῆς κοινῆς γνώμης, ἀλλʼ αὐτῶν Θηβαίων οἷς οὐκ ἤρεσκε τὰ παρόντα καλούντων εἰσῆλθεν ὁ Φοιβίδας παριὼν καὶ κατέλαβε τὴν Καδμείαν οὔτε πάνυ τι πιστεύω οὔτʼ ἂν εἴποιμι· ἐξῆν γὰρ τοῖς οἴκοι δή που ταῦτα ἀκούσασι καλεῖν ὀπίσω, ζημιοῦν, ἐξάγειν, ἀγανακτοῦντας ὁρᾶσθαι, ὃ πολλοῦ δέουσι πεποιηκέναι. οὐ μὴν ἀλλʼ εἰ μὲν δίκην λαβεῖν βουλομένοις τοῖς Θηβαίοις ἐμποδὼν ἱστάμεθα, ἠδικοῦμεν ἂν ὡς ἀληθῶς καὶ οὐχ ἡμῶν ἐποιοῦμεν· ἐπεὶ δὲ ταύτην μὲν εἰλήφασι, τοῦ πρόσω δὲ γλίχονται, οὐχ ἡγοῦμαι δεῖν ἐπὶ τῇ τοῦ δικαίου προφάσει πρᾶγμα ἀδικώτατον αὐτοῖς συγχωρῆσαι, τήν τε Πελοπόννησον καὶ τοὺς ἄλλους Ἕλληνας καταδουλώσασθαι, τὸ γὰρ Λακεδαιμονίους ἀνελεῖν τοῦτο δύναται. εἰ μὲν οὖν πρὸ τῆς μάχης ἐπεπόμφεσαν ἀμφότεροι, βοηθεῖν ὁμοίως ὥσπερ νυνὶ δεόμενοι, τοῖς Θηβαίοις ἔγωγε συνεῖπον ἂν, οὐ βουλευσάμενος λέγω. διὰ τί; ὅτι τὴν μὲν Λακεδαιμονίων παράκλησιν συγκαταδουλοῦσθαι Θηβαίους ἂν ᾤμην εἶναι, τὴν δὲ Θηβαίων λαβεῖν τὰ δίκαια παρὰ Λακεδαιμονίων. τοῦτο δʼ ἐκείνου πολὺ κρείττω λόγον ἔχειν ἡγούμην ἄν. τηνικαῦτα δὲ ἀφιγμένης τῆς πρεσβείας, ἡνίχʼ ὃ ζητοῦσι προέχουσιν, οὐχ ὁρῶ τὸν τρόπον τῆς βοηθείας. ἀλλʼ ἔγωγε, καὶ μηδεὶς δυσχεράνῃ τὴν ἀτοπίαν, εἰ καὶ κατʼ ἀρχὰς πεμψάντων ἀμφοτέρων τοῖς Θηβαίοις συνεῖπον, ἔπειτα πάλιν μετὰ τὴν μάχην ἔπεμψαν ὥσπερ νῦν ἀμφότεροι, θαρρῶν ἐκέλευον ἂν ἀνταλλάττεσθαι. ὅτε μὲν γὰρ καθίστατο ὁ πόλεμος, τοῖς ἀδικουμένοις συλλαμβάνειν ἐκέλευον ἂν, ὅτε δʼ οὗ χάριν ἂν συνηράμεθα αὐτοῖς ἐξεπεπλήρωτο, δυοῖν θάτερον, ἢ πεπαῦσθαι δεῖν ἂν αὐτοὺς ᾤμην, ἢ πλεονάζοντας ὑφʼ ἡμῶν πάλιν κατέχεσθαι· καὶ ὅσῳ γε προθυμότερον πρότερον βεβοηθηκότες αὐτοῖς ἦμεν ἂν, τοσούτῳ μᾶλλον νῦν ἀντιστῆναί φημι δεῖν. ἐπειδὴ γὰρ τυχόντες τῶν δικαίων ὧν προΐσταντο σπουδάζειν οὐχὶ παύονται, πάρεισιν εἰς τὸ τῶν Λακεδαιμονίων ἔγκλημα αὐτοὶ διʼ ὁδοῦ δικαίας, καὶ μετελήλυθεν ἡ τοῦ πολέμου πρόφασις, διʼ ἣν ἐπʼ ἐκείνους τότʼ ἐλθεῖν ἔδει. οὐ γὰρ ὧν πεπόνθασιν ἀμύνονται, ἀλλʼ ἃ κατωρθώκασι μείζω ποιῆσαι ζητοῦσιν. οὐκοῦν ὃ μὲν εἶχον δίκαιον, ἐξήκει καθὸ τῆς βοηθείας ἂν ἔτυχον, τὸ παρὸν δὲ ἀδίκου τάξιν ἔχον γιγνώσκεται. διὸ κωλύοιντʼ ἂν ὑφʼ ἡμῶν δικαίως. ἔπειτα οὐδʼ εὔλογον φυγόντας ἂν τότε τοὺς Θηβαίους τοῖς Λακεδαιμονίοις συγκαταδουλοῦν, συνανελεῖν τοὺς Λακεδαιμονίους τούτοις νῦν ὑπομεῖναι. πολὺ γὰρ δή που μᾶλλον, ὦ Ζεῦ καὶ θεοὶ, Θηβαίους ἀποστῆναι διʼ ἡμᾶς ἄξιον ἢ μετασχεῖν ἡμᾶς διʼ ἐκείνους τοιαύτης πράξεως. ἔστι γὰρ, ἔστι καὶ ἀμυνομένοις ἀμέτρως ἀδικεῖν· κἄν τις οἷς τὰς τιμωρίας ἀναπληροῖ πρὸς τἀδικήματα τούτοις ὑπερβῇ, δεύτερος ἄρχει πάλιν. οἷόν τι λέγω, ἦλθον ἐπὶ Θηβαίους Λακεδαιμόνιοι· καλῶς. οὐκοῦν καὶ δεδώκασι δίκην Θηβαίοις Λακεδαιμόνιοι. τοῦτʼ ἔχει τέλος ἡ μέμψις. ὅ τι δʼ ἂν μετὰ τοῦθʼ ὑπὸ τῶν Θηβαίων γίγνηται, δευτέρας ἀδικίας ὡς εἰπεῖν ἐστιν ἀρχὴ καὶ περίοδος. τοῦτο δʼ οὐκ ἐπὶ τῶν πόλεων μόνον ἐστὶν, ἀλλὰ καὶ τὰ τῶν ἰδιωτῶν ἅπαντα ὑπὸ τοῦτον τὸν λόγον ἔρχεται. τό τις ἢ τὸ ποιήσας ἐκολάσθη, λύσις ὡς εἰπεῖν αὕτη γέγονε τοῦ πονηρεύματος· ἐὰν δʼ ἅπαξ τιμωρησάμενος μετὰ ταῦτα ἐλαύνῃ καὶ φέρῃ τὸν δυστυχήσαντα, αὐτὸν ἤδη κολάζειν οἱ νόμοι προστάττουσι· δικαίως. τοῦτο γάρ ἐστιν ὑπὲρ τῆς φύσεως τοῦ παντὸς γένους ἡμῶν, εἶναί τι τοῖς ἁμαρτάνουσι μεθʼ ὃ δεῖ στῆναι τὴν τοῦ πεπονθότος ὀργήν. ἐπεὶ νῦν εἰπάτω μοί τις, ἐὰν τοῖς Θηβαίοις προσθώμεθα καὶ οἱ Λακεδαιμόνιοι πάλιν κρατηθῶσι καθάπαξ, τί τὸ κωλῦόν ἐστι πάλιν δίκην ἑτέραν ἥντινα λήψονται ζητεῖν τοὺς Θηβαίους, καὶ τοῦτʼ ἀπέραντον εἶναι μέχρι παντὸς διὰ τὸ πρῶτον ἔγκλημα; ἀλλὰ τί ταῦτα ἀκριβολογοῦμαι; εἰ γὰρ καὶ πάνδεινα πεποιήκασιν οἱ Λακεδαιμόνιοι καὶ πάσης μείζω τιμωρίας, ὁ καιρὸς αὐτοὺς, ὦ ἄνδρες Ἀθηναῖοι, παραιτεῖται καὶ τὸ μὴ καλῶς ἔχειν ὑμῖν συνεπιτίθεσθαι τοῖς αὐτῶν ἀτυχήμασιν. ὧν γὰρ πλείους μὲν ἢ χίλιοι τεθνᾶσιν, ἀφεστᾶσι δʼ οἱ σύμμαχοι, κεκόσμηται δὲ τοῖς ὅπλοις τὰ Θηβαίων ἱερὰ, αἱ δʼ ἐλπίδες εἰς ἡμᾶς μόνους ἀνήρτηνται, πῶς ἄξιον αὐτόχειρας τούτων γενέσθαι καὶ μὴ συνδιατηρῆσαι τὰς ὑπολοίπους ἀφορμάς; εἰ γὰρ καὶ αὐτοὶ πολεμοῦντες ἴδιον πόλεμον ταῦτʼ εἴργασθε αὐτοὺς, δικαίως ἄν μοι δοκοῖτε ἐνταῦθα στῆναι. τὸ δὲ Θηβαίοις συγκατεργάσασθαι τέλειον τὸν τῶν ἀντιπάλων