ἀρχῆς μηδὲν αὐτῶν συμβῆναι. τίς γὰρ τῶν Ἑλλήνων λειφθήσεται, εἰ διὰ τοὺς προτέρους ἀπολωλότας οἱ μετʼ ἐκείνους ἀεὶ ταυτὸν τοῦτο πείσονται; ὁρᾶτε δὲ κἀν τοῖς στεφανίταις ἀγῶσι τοὺς ἔξω τῶν νομίμων τρόπων μαχομένους ὅτι οὔτʼ αὐτοὺς ἐπαινοῦμεν οὔτʼ, ἄν τις ἐπαιτιάσηται, τοῖς αὐτοῖς τούτοις ἐῶμεν χρῆσθαι, ἀλλʼ ἐμμένοντας τοῖς κειμένοις οὕτως ἂν δύνωνται κρατεῖν. καὶ μὴν ὅτι γʼ οἱ πρὸς ἀλλήλους τῶν Ἑλλήνων ἀγῶνες οὐ πόρρω τούτων εἰσὶν ὧν εἶπον, ἀλλʼ εἰκότως ἂν περὶ νίκης μόνης γίγνοιντο, ἡ δὲ ἀναίρεσις τοῖς φύσει πολεμίοις ἂν ὀφείλοιτο, τοῖς βαρβάροις, ὅστις ἑλληνίζειν οἶδεν οὐ μόνον τοῖς ῥήμασιν, ἀλλὰ καὶ τῇ γνώμῃ, συμφήσειεν ἄν. οἶμαι δʼ, εἰ καὶ πάντων ἐχθίστους καὶ πολεμιωτάτους κρίνομεν τοὺς ἄνδρας, οὐχ οὕτω μικρά γε ἡμῖν εἶναι τὰ πεπραγμένα ὥστε προσδεῖσθαι δίκης ἔτι λοιπῆς, εἰ περὶ Λακεδαιμονίων καὶ πρὸς Λακεδαιμονίους δεῖ λέγειν. ἐγὼ γὰρ ἕως μὲν ἑώρων τριήρεις πλείους ἢ τριακοσίας ἐν τῷ Πειραιεῖ καὶ χρήματα φοιτῶντα ἑκάστου τοῦ ἔτους τόσα καὶ τόσα καὶ τὴν πλεονεξίαν αὐτῶν μέχρι τῆς Μαιώτιδος λίμνης διήκουσαν, καὶ τὰ μὲν τῇ δυνάμει, τὰ δὲ ταῖς γνώμαις δεδουλωμένους, καὶ τὴν τοῦ Ποσειδῶνος ἀρχὴν ἑαυτῶν νομίζοντας καὶ Πελοπόννησον περιπλέοντας, καὶ τὰ ἐν Σικελίᾳ καὶ Καρχηδόνι καὶ πανταχοῦ περιβλέποντας καὶ οὐδαμοῦ στῆναι δυναμένους, ἀλλὰ πάντα ἑαυτῶν ποιουμένους, ἀμφοτέρων τούτων ᾤμην καιρὸν εἶναι, καὶ μίσους καὶ φόβου, καὶ δεῖν σωφρονίσαι τὴν αὐθάδειαν αὐτῶν καὶ τὰ πράγματα εἰς τὸ ἀρχαῖον καταστῆσαι. ἀλλὰ νῦν τίς ἢ δέους ἢ φθόνου καιρός; ἢ πρὸς τί βλέποντες φιλονεικήσομεν; οὐ πλείους μὲν ἢ τόσας μυριάδας σωμάτων ἐν Σικελίᾳ διεφθείραμεν αὐτῶν, πάντας καταχρησάμενοι τρόπους, ἐλίπομεν δὲ οὐχ ἵππον, οὐ βέλος, οὐ ναῦν, οὐκ εἶδος συμφορᾶς οὐδέν; αὗται δʼ ἕτεραι διακόσιαι τριήρεις ἔχονται, τρισχίλιοι δὲ οὑτοιὶ τὸν τῶν ἱεροσύλων ἀπολώλασι τρόπον, οἱ δὲ λοιποὶ καθʼ ἑκάστην ἡμέραν πίπτουσι τῷ λοιμῷ· πάντες δʼ ὥσπερ ἐν δικτύῳ συγκέκλεινται· τὰ δὲ πολλὰ καὶ λαμπρὰ ἐκεῖνα ὄναρ δὴ διαπτάμενα αὐτοῖς οἴχεται. εἶτα τούτοις ἡμεῖς ὀργιζώμεθα; μηδαμῶς. ἀνδρῶν γάρ ἐστι καθʼ ὑμᾶς τὴν φύσιν τοὺς μὲν ἀνθεστηκότας κατείργειν τοῖς ὅπλοις, τοὺς δʼ ὑποπεσόντας ἠπίως μεταχειρίζεσθαι, καὶ τοῦ νικῆσαι μαχομένους οὐκ ἐλάττω φιλοτιμίαν ἔχειν ἡγεῖσθαι τὸ καλῶς χρῆσθαι τοῖς ὑπάρχουσιν, ἄλλως τε καὶ εἰ φαυλότατοι πάντων ἐν τῷ νυνὶ χρόνῳ περὶ τοὺς Ἕλληνας γεγόνασιν, ἦν ὅτε οὐδένες τούτων βελτίους μετά γʼ ἡμᾶς. ἀλλʼ ἂν ἐξετάζητε ὀρθῶς, οὐδαμοῦ τὰ νῦν ἐγκλήματα πρὸς τὰς τότε αὐτῶν ἀνδραγαθίας ὄντα φανήσεται καὶ μεγέθει λέγω καὶ πλήθει. νυνὶ μέν γε Σκιώνην καὶ Μῆλον καὶ Τορώνην καὶ δύο καὶ τρεῖς ἑτέρας πόλεις ἀοίκους ἐποίησαν, τότε δὲ ἁπάσας τὰς πόλεις συνδιέσωσαν τῇ Ἑλλάδι, ἰδίᾳ μὲν πρὸς Δᾶτιν, κοινῇ δὲ μεθʼ ἡμῶν πρὸς Ξέρξην καὶ τοὺς ὑπάρχους ἀγωνισάμενοι. καὶ νῦν μέν γε Αἰγινήτας ἐξῴκισαν, τότε δʼ ἐξέλιπον τὴν ἑαυτῶν ὑπὲρ τοῦ μηδὲν ἀνήκεστον τοῖς Ἕλλησι συμβῆναι, καὶ παρὸν αὐτοῖς ἀποπλεύσασιν οἴχεσθαι, ἢ καὶ τῷ βασιλεῖ προσθέσθαι καθʼ ἡμῶν, οὐκ ἐτόλμησαν. ἆρʼ ἐστὶν ἃ τοὺς ἄνδρας ἐξαιτεῖται παρʼ ὑμῶν; καὶ σιωπῶ σίτου μετάδοσιν τὸ ἀρχαῖον καὶ μυστηρίων ἔτι νῦν ἐφʼ ἑκάστῳ τῷ ἔτει γιγνομένων καὶ τῶν καταφευγόντων ὑποδοχὰς καὶ μυρίας ἑτέρας φιλανθρωπίας. καὶ πρὸς μὲν τὸ κοινὸν τοιοῦτοι τῆς Ἑλλάδος οἱ νῦν ἐπίφθονοι καὶ βαρεῖς, πρὸς δʼ ὑμᾶς ἰδίᾳ τίνες; ὡς μὲν Ἡρακλείδας ἐδέξαντο ταύτῃ τῇ πόλει καὶ ὡς Ἡρακλέα καὶ Διοσκούρους πρώτους ξένων ἐμύησαν ἐῶ λέγειν· καίτοι κἂν εἰ χωρὶς εὐεργεσίας πρὸς τῶν θεῶν τούτων ὑμᾶς ἱκέτευον λόγον εἶχεν αἰσχυνθῆναι. ἀλλʼ ἐν τῷ πρὸς Μεσσηνίους πολέμῳ δεηθέντων ἡμῶν τίνες ἦσαν οἱ τὸν Τυρταῖον πέμψαντες; ἢ τίνες οἱ Κίμωνα ὑπὸ τὸν σεισμὸν τετρακισχιλίους ὁπλίτας ἄγοντα; ἆρʼ οὖν τὰ μὲν ἐκείνων τοιαῦτα εἰς ὑμᾶς, τὰ δʼ ἡμέτερα ἐλάττω πρὸς ἐκείνους, οἳ Δωριέων μέν ποτʼ ἐπʼ αὐτοὺς στρατευόντων μόνοι πάντων οὐκ ἠξιώσαμεν, τυραννουμένοις δὲ μόνοι τῶν πάντων ἐβοηθήσαμεν; εἰς Μαραθῶνα δʼ οὕτως