παράδοξον φανεῖται, τὰ τῶν Ἀθηναίων ἁμαρτήματα ἐκείνους μὲν σώζει, φιλανθρωπεύσασθαι δʼ ἡμᾶς ἀναγκάζει. τί δή ποτε; ὅτι εἰ τότε τοῖς Ἀθηναίοις νεμεσᾶν ᾠόμεθα δεῖν, εἴ τινας τῶν Ἑλλήνων ὑφʼ αὑτοῖς ποιοῦνται, κομιδῆ νῦν ἡμῖν αὐτούς γʼ ἀνελεῖν οὐκ ἔνεστιν. οὔτε γὰρ τῆς ἐλευθερίας ἀποστερῆσαι δή που καὶ καθάπαξ διαφθεῖραι παραπλήσιον οὔθʼ ὅτʼ ἐκείνοις τοὔλαττον οὐχ ἥρμοττεν, ὑμῖν γε τὸ μεῖζον ἐγχωρεῖ. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστιν εἰπεῖν, ὅτι τοὺς μὲν ἄλλους ἅπαντας αὐτονόμους ἔδει ποιεῖν καὶ κινδυνεύειν ὑπὲρ τούτου, τὸ δὲ τῶν Ἀθηναίων οὕτω σφόδρα ἐν οὐδενὶ θέσθαι ὥστʼ ἄρδην ἀπολέσαι, σῶσαι παρὸν, ἂν μόνον ψηφίσησθε; ὅπου γὰρ εἰ μόνους τῶν ἁπάντων ἠξιοῦτε δουλεύειν, οὐ πρὸς ὑμῶν ἦν, ἦ που τό γʼ ἐξελεῖν οὐδʼ ἐγγύς. ἃ δʼ αὖ περὶ τοὺς Σκιωναίους καὶ Μηλίους ἐξήμαρτον πῶς οὐκ ἄτοπον κατηγορεῖν μὲν καὶ λέγειν ὡς ἁμαρτήματα συμβαίη, μιμεῖσθαι δʼ ἀξιοῦν ὡς ὀρθῶς ἔχοντα, καὶ μὴ λογίζεσθαι μηδʼ ὁρᾶν ὅτι τοῖς μὲν Ἀθηναίοις καὶ λόγος τις ὑπῆν ἴσως ταῦτα ποιοῦσι· —καὶ γὰρ ὡς ὑπʼ ἐλαττόνων ἐδόκουν ὑβρίζεσθαι καὶ ὡς οὐχὶ δικαίως ἐμισοῦντο καὶ ὡς οὐκ ἔπειθον προκαλούμενοι καὶ ἄλλα τοιαῦτʼ ἴσως εἴποιεν ἂν, οὐκ ἰσχυρὰ λέγοντες οὐδʼ ἀποχρῶντα, φημὶ κἀγὼ, ὅμως δʼ ἔχουσιν ἀναισχυντῆσαι—ἡμῖν δʼ οὐδὲ λόγος καταλείπεται τὸ μὴ ταῦτʼ ἔσεσθαι δεδρακότας ὧν αὐτοὶ κατεψηφίσμεθα καὶ ἃ διωρίσμεθα μὴ δεῖν ἐν τοῖς Ἕλλησι γίγνεσθαι. τί γὰρ δὴ καὶ τὸ δεινὸν ἐκείνοις ἔτι δόξει πεπρᾶχθαι παρά γʼ ὑμῖν κριταῖς, εἴπερ ὑμῖν γε μηδὲν εἶναι δόξει δεινὸν Ἀθήνας ἀπολωλέναι; οἶμαι δʼ, εἰ μέν τις, ὦ ἄνδρες Λακεδαιμόνιοι, τὴν Μαραθῶνι μάχην ἢ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Ἀθηναίων ὑμᾶς κελεύοι μιμεῖσθαι, οὐκ ὀρθῶς ἔχειν ἀποδέχεσθαι, πλημμελείας δὲ τοιαύτας ἥκιστα πάντων. εἰ δʼ αὖ μηδὲ τὰ κάλλιστα τῶν ἔργων ἑτέρωθεν ἡμῖν προσήκει λαμβάνειν, ἀλλʼ αὐτοὺς μᾶλλον εἶναι παράδειγμα τοῖς ἄλλοις, ἦ που τά γε χείριστα τῶν ἐκείνοις πεπραγμένων κομιδῆ τετυφωμένων ὑμῖν προξενεῖν. ἐμοὶ μὲν γὰρ καὶ ὑπερβολὴ προσγίγνεσθαι δοκεῖ διʼ ἀμφοῖν· οἵ τε γὰρ δρῶντες Λακεδαιμόνιοι καὶ οὐκ Ἀθηναῖοι οἵ τε πάσχοντες Ἀθηναῖοι καὶ οὐ Σκιωναῖοι, ὧν οὐδὲ τοὔνομα πολλοῖς γνώριμον. ἔπειτα καὶ οὗτοί μοι δοκοῦσιν ἡμῶν γε κρατήσαντες οὐδὲν ἂν πλέον ζητῆσαι, ἀλλʼ αἰσχυνθέντες ἂν τὸ σχῆμα καὶ τὰς ἀρετὰς ἐνταῦθά που στῆναι. ἴσμεν δʼ ὅτι καὶ τοὺς ἐκ Πύλου τρόπον τινὰ ᾐσχύνθησαν. μὴ τοίνυν ἀνθʼ ὅτων αὐτοὺς τιμωρήσεσθε σκοπεῖτε, ἀλλʼ οὕστινας ὄντας καὶ τίνες ὄντες αὐτοὶ καὶ τὸ μέτρον τῆς τιμωρίας. ἔξεστι νῦν Αἰγινήταις κομίσασθαι τὴν ἑαυτῶν· ἀλλʼ ἐὰν ἡμεῖς Ἀθηναίους αὐτοὺς μὲν διαφθείρωμεν, τὴν δὲ πόλιν κατασκάψωμεν, οὐδʼ αὐτοῖς ἡμῖν βουληθεῖσι μεταγνῶναι πλέον οὐδʼ ὁτιοῦν λείπεται. πάντων δʼ ἥκιστα ἔγωγε ᾤμην ἐγχωρεῖν τοῖς μεμφομένοις τοὺς Ἀθηναίους ταῦτα εἰσηγεῖσθαι. εἰ μὲν γὰρ δικαίως αὐτοῖς πεποίηται, τί μέμφονται; εἰ δʼ οὐ μέτρια ἐποίουν, πῶς ὑμῖν γε καλὸν τοσοῦτον παρελθεῖν ἀναλγησίᾳ; οἶμαι γὰρ, ἂν μὲν αὐτῶν φείσησθε, ἔργῳ τὰς κατηγορίας βεβαιώσειν καὶ δείξειν ὁποίους τινὰς εἶναι χρῆν περὶ τοὺς Ἕλληνας, ἂν δʼ ἀνέλητε, κάλλιστα ὑπὲρ αὐτῶν ἀπολογήσεσθε. ὥσπερ γὰρ ἐν τοῖς ἄθλοις οἱ νικήσαντες φέρονται τοὔνομα, οὕτως ὑμεῖς, ἂν ὑπερβάλησθε τὴν ἐκείνων εὐχέρειαν, αὐτοὶ τῆς ἀδοξίας κληρονομήσετε. οὕτως ἐπεξιόντες μὲν ἀφίετε αἰτίας αὐτοὺς, συγγνόντες δὲ ἐλέγχετε. καὶ μὴν οὐδʼ ἐκεῖνό γε δεῖ λαθεῖν ὑμᾶς, ὅτι νῦν μὲν πρὸς ὀργὴν ὧν ἐγκαλοῦσιν ἡδέως ἂν αὐτοὺς ὁτιοῦν παθόντας ἴδοιεν οἱ Ἕλληνες, χρόνου δʼ ἐγγενομένου καὶ λογισμῷ τὸ πρᾶγμα λαβόντες τοῖς μὲν συναλγήσουσιν, ὑμῖν δὲ μέμψονται. πολλαὶ δὲ μεταβολαὶ τῶν πραγμάτων· ἃ χρὴ προσκοπεῖν καὶ νομίζειν τοὺς προφέροντας ἐκείνοις τὰ Μηλίων ἢ Σκιωναίων πάθη καὶ ὑμῖν προφέρειν τὰ Πλαταιέων. ἀλλʼ οὔθʼ ἃ τοῦ πολέμου τοῦ συνεχοῦς ἦν, ταῦτʼ ἐπὶ τῷ τέλει καὶ ἡνίκʼ ἔξεστι πεπαῦσθαι πράξασι τὴν ἴσην ἔχει συγγνώμην, οὔθʼ ὡς πλεῖστα δή που τὰ τοιαῦτα γίγνεσθαι καλὸν, ἀλλʼ ἐξ ἀρχῆς μηδὲν αὐτῶν συμβῆναι. τίς γὰρ τῶν Ἑλλήνων λειφθήσεται, εἰ διὰ τοὺς προτέρους ἀπολωλότας οἱ μετʼ ἐκείνους ἀεὶ ταυτὸν τοῦτο πείσονται; ὁρᾶτε δὲ κἀν τοῖς στεφανίταις ἀγῶσι τοὺς ἔξω τῶν νομίμων τρόπων μαχομένους ὅτι οὔτʼ αὐτοὺς ἐπαινοῦμεν οὔτʼ, ἄν τις ἐπαιτιάσηται, τοῖς αὐτοῖς τούτοις ἐῶμεν χρῆσθαι, ἀλλʼ ἐμμένοντας τοῖς κειμένοις οὕτως ἂν δύνωνται κρατεῖν. καὶ μὴν ὅτι γʼ οἱ πρὸς ἀλλήλους τῶν Ἑλλήνων ἀγῶνες οὐ πόρρω τούτων εἰσὶν ὧν εἶπον, ἀλλʼ εἰκότως ἂν περὶ νίκης μόνης γίγνοιντο, ἡ δὲ ἀναίρεσις τοῖς φύσει πολεμίοις ἂν ὀφείλοιτο, τοῖς βαρβάροις, ὅστις ἑλληνίζειν οἶδεν οὐ μόνον τοῖς ῥήμασιν, ἀλλὰ καὶ τῇ γνώμῃ, συμφήσειεν ἄν. οἶμαι δʼ, εἰ καὶ πάντων ἐχθίστους καὶ πολεμιωτάτους κρίνομεν τοὺς ἄνδρας, οὐχ οὕτω μικρά γε ἡμῖν εἶναι τὰ πεπραγμένα ὥστε προσδεῖσθαι δίκης ἔτι λοιπῆς, εἰ περὶ Λακεδαιμονίων καὶ πρὸς Λακεδαιμονίους δεῖ λέγειν. ἐγὼ γὰρ ἕως μὲν ἑώρων τριήρεις πλείους ἢ τριακοσίας ἐν τῷ Πειραιεῖ καὶ χρήματα φοιτῶντα ἑκάστου τοῦ ἔτους τόσα καὶ τόσα καὶ τὴν πλεονεξίαν αὐτῶν μέχρι τῆς Μαιώτιδος λίμνης διήκουσαν, καὶ τὰ μὲν τῇ δυνάμει, τὰ δὲ ταῖς γνώμαις δεδουλωμένους, καὶ τὴν τοῦ Ποσειδῶνος ἀρχὴν ἑαυτῶν νομίζοντας καὶ Πελοπόννησον περιπλέοντας, καὶ τὰ ἐν Σικελίᾳ καὶ Καρχηδόνι καὶ πανταχοῦ περιβλέποντας καὶ οὐδαμοῦ στῆναι δυναμένους, ἀλλὰ πάντα ἑαυτῶν ποιουμένους, ἀμφοτέρων τούτων ᾤμην καιρὸν εἶναι, καὶ μίσους καὶ φόβου, καὶ δεῖν σωφρονίσαι τὴν αὐθάδειαν αὐτῶν καὶ τὰ πράγματα εἰς τὸ ἀρχαῖον καταστῆσαι. ἀλλὰ νῦν τίς ἢ δέους ἢ φθόνου καιρός; ἢ πρὸς τί βλέποντες φιλονεικήσομεν; οὐ πλείους μὲν ἢ τόσας μυριάδας σωμάτων ἐν Σικελίᾳ διεφθείραμεν αὐτῶν, πάντας καταχρησάμενοι τρόπους, ἐλίπομεν δὲ οὐχ ἵππον, οὐ βέλος, οὐ ναῦν, οὐκ εἶδος συμφορᾶς οὐδέν; αὗται δʼ ἕτεραι διακόσιαι τριήρεις ἔχονται, τρισχίλιοι δὲ οὑτοιὶ τὸν τῶν ἱεροσύλων ἀπολώλασι τρόπον, οἱ δὲ λοιποὶ καθʼ ἑκάστην ἡμέραν πίπτουσι τῷ λοιμῷ· πάντες δʼ ὥσπερ ἐν δικτύῳ