παράδοξον φανεῖται, τὰ τῶν Ἀθηναίων ἁμαρτήματα ἐκείνους μὲν σώζει, φιλανθρωπεύσασθαι δʼ ἡμᾶς ἀναγκάζει. τί δή ποτε; ὅτι εἰ τότε τοῖς Ἀθηναίοις νεμεσᾶν ᾠόμεθα δεῖν, εἴ τινας τῶν Ἑλλήνων ὑφʼ αὑτοῖς ποιοῦνται, κομιδῆ νῦν ἡμῖν αὐτούς γʼ ἀνελεῖν οὐκ ἔνεστιν. οὔτε γὰρ τῆς ἐλευθερίας ἀποστερῆσαι δή που καὶ καθάπαξ διαφθεῖραι παραπλήσιον οὔθʼ ὅτʼ ἐκείνοις τοὔλαττον οὐχ ἥρμοττεν, ὑμῖν γε τὸ μεῖζον ἐγχωρεῖ. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστιν εἰπεῖν, ὅτι τοὺς μὲν ἄλλους ἅπαντας αὐτονόμους ἔδει ποιεῖν καὶ κινδυνεύειν ὑπὲρ τούτου, τὸ δὲ τῶν Ἀθηναίων οὕτω σφόδρα ἐν οὐδενὶ θέσθαι ὥστʼ ἄρδην ἀπολέσαι, σῶσαι παρὸν, ἂν μόνον ψηφίσησθε; ὅπου γὰρ εἰ μόνους τῶν ἁπάντων ἠξιοῦτε δουλεύειν, οὐ πρὸς ὑμῶν ἦν, ἦ που τό γʼ ἐξελεῖν οὐδʼ ἐγγύς. ἃ δʼ αὖ περὶ τοὺς Σκιωναίους καὶ Μηλίους ἐξήμαρτον πῶς οὐκ ἄτοπον κατηγορεῖν μὲν καὶ λέγειν ὡς ἁμαρτήματα συμβαίη, μιμεῖσθαι δʼ ἀξιοῦν ὡς ὀρθῶς ἔχοντα, καὶ μὴ λογίζεσθαι μηδʼ ὁρᾶν ὅτι τοῖς μὲν Ἀθηναίοις καὶ λόγος τις ὑπῆν ἴσως ταῦτα ποιοῦσι· —καὶ γὰρ ὡς ὑπʼ ἐλαττόνων ἐδόκουν ὑβρίζεσθαι καὶ ὡς οὐχὶ δικαίως ἐμισοῦντο καὶ ὡς οὐκ ἔπειθον προκαλούμενοι καὶ ἄλλα τοιαῦτʼ ἴσως εἴποιεν ἂν, οὐκ ἰσχυρὰ λέγοντες οὐδʼ ἀποχρῶντα, φημὶ κἀγὼ, ὅμως δʼ ἔχουσιν ἀναισχυντῆσαι—ἡμῖν δʼ οὐδὲ λόγος καταλείπεται τὸ μὴ ταῦτʼ ἔσεσθαι δεδρακότας ὧν αὐτοὶ κατεψηφίσμεθα καὶ ἃ διωρίσμεθα μὴ δεῖν ἐν τοῖς Ἕλλησι γίγνεσθαι. τί γὰρ δὴ καὶ τὸ δεινὸν ἐκείνοις ἔτι δόξει πεπρᾶχθαι παρά γʼ ὑμῖν κριταῖς, εἴπερ ὑμῖν γε μηδὲν εἶναι δόξει δεινὸν Ἀθήνας ἀπολωλέναι; οἶμαι δʼ, εἰ μέν τις, ὦ ἄνδρες Λακεδαιμόνιοι, τὴν Μαραθῶνι μάχην ἢ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Ἀθηναίων ὑμᾶς κελεύοι μιμεῖσθαι, οὐκ ὀρθῶς ἔχειν ἀποδέχεσθαι, πλημμελείας δὲ τοιαύτας ἥκιστα πάντων. εἰ δʼ αὖ μηδὲ τὰ κάλλιστα τῶν ἔργων ἑτέρωθεν ἡμῖν προσήκει λαμβάνειν, ἀλλʼ αὐτοὺς μᾶλλον εἶναι παράδειγμα τοῖς ἄλλοις, ἦ που τά γε χείριστα τῶν ἐκείνοις πεπραγμένων κομιδῆ τετυφωμένων ὑμῖν προξενεῖν. ἐμοὶ μὲν γὰρ καὶ ὑπερβολὴ προσγίγνεσθαι δοκεῖ διʼ ἀμφοῖν· οἵ τε γὰρ δρῶντες Λακεδαιμόνιοι καὶ οὐκ Ἀθηναῖοι οἵ τε πάσχοντες Ἀθηναῖοι καὶ οὐ Σκιωναῖοι, ὧν οὐδὲ τοὔνομα πολλοῖς γνώριμον. ἔπειτα καὶ οὗτοί μοι δοκοῦσιν ἡμῶν γε κρατήσαντες οὐδὲν ἂν πλέον ζητῆσαι, ἀλλʼ αἰσχυνθέντες ἂν τὸ σχῆμα καὶ τὰς ἀρετὰς ἐνταῦθά που στῆναι. ἴσμεν δʼ ὅτι καὶ τοὺς ἐκ Πύλου τρόπον τινὰ ᾐσχύνθησαν. μὴ τοίνυν ἀνθʼ ὅτων αὐτοὺς τιμωρήσεσθε σκοπεῖτε, ἀλλʼ οὕστινας ὄντας καὶ τίνες ὄντες αὐτοὶ καὶ τὸ μέτρον τῆς τιμωρίας. ἔξεστι νῦν Αἰγινήταις κομίσασθαι τὴν ἑαυτῶν· ἀλλʼ ἐὰν ἡμεῖς Ἀθηναίους αὐτοὺς μὲν διαφθείρωμεν, τὴν δὲ πόλιν κατασκάψωμεν, οὐδʼ αὐτοῖς ἡμῖν βουληθεῖσι μεταγνῶναι πλέον οὐδʼ ὁτιοῦν λείπεται. πάντων δʼ ἥκιστα ἔγωγε ᾤμην ἐγχωρεῖν τοῖς μεμφομένοις τοὺς Ἀθηναίους ταῦτα εἰσηγεῖσθαι. εἰ μὲν γὰρ δικαίως αὐτοῖς πεποίηται, τί μέμφονται; εἰ δʼ οὐ μέτρια ἐποίουν, πῶς ὑμῖν γε καλὸν τοσοῦτον παρελθεῖν ἀναλγησίᾳ; οἶμαι γὰρ, ἂν μὲν αὐτῶν φείσησθε, ἔργῳ τὰς κατηγορίας βεβαιώσειν καὶ δείξειν ὁποίους τινὰς εἶναι χρῆν περὶ τοὺς Ἕλληνας, ἂν δʼ ἀνέλητε, κάλλιστα ὑπὲρ αὐτῶν ἀπολογήσεσθε. ὥσπερ γὰρ ἐν τοῖς ἄθλοις οἱ νικήσαντες φέρονται τοὔνομα, οὕτως ὑμεῖς, ἂν ὑπερβάλησθε τὴν ἐκείνων εὐχέρειαν, αὐτοὶ τῆς ἀδοξίας κληρονομήσετε. οὕτως ἐπεξιόντες μὲν ἀφίετε αἰτίας αὐτοὺς, συγγνόντες δὲ ἐλέγχετε. καὶ μὴν οὐδʼ ἐκεῖνό γε δεῖ λαθεῖν ὑμᾶς, ὅτι νῦν μὲν πρὸς ὀργὴν ὧν ἐγκαλοῦσιν ἡδέως ἂν αὐτοὺς ὁτιοῦν παθόντας ἴδοιεν οἱ Ἕλληνες, χρόνου δʼ ἐγγενομένου καὶ λογισμῷ τὸ πρᾶγμα λαβόντες τοῖς μὲν συναλγήσουσιν, ὑμῖν δὲ μέμψονται. πολλαὶ δὲ μεταβολαὶ τῶν πραγμάτων· ἃ χρὴ προσκοπεῖν καὶ νομίζειν τοὺς προφέροντας ἐκείνοις τὰ Μηλίων ἢ Σκιωναίων πάθη καὶ ὑμῖν προφέρειν τὰ Πλαταιέων. ἀλλʼ οὔθʼ ἃ τοῦ πολέμου τοῦ συνεχοῦς ἦν, ταῦτʼ ἐπὶ τῷ τέλει καὶ ἡνίκʼ ἔξεστι πεπαῦσθαι πράξασι τὴν ἴσην ἔχει συγγνώμην, οὔθʼ ὡς πλεῖστα δή που τὰ τοιαῦτα γίγνεσθαι καλὸν, ἀλλʼ ἐξ