οἷοί τʼ ὦσιν ὑπηρετεῖν προθυμήσονται. θαυμάζω δʼ εἴ τις δέδοικε μὲν μὴ λύσωσι τὰς σπονδὰς, πολεμεῖν δʼ ἐξεπίτηδες αἱρεῖται καὶ μὴ λογίζεται τοὐναντίον ἢ βούλεται ποιῶν. ὅπως γὰρ ἀσφαλῶς γενήσονται πράττειν, οὐκ ἐξ ἀρχῆς γενέσθαι κωλύειν προσῆκεν. οἶμαι δʼ εἰ πανούργους καὶ σφόδρα ἀσφαλεῖς τις ἡγεῖται Λακεδαιμονίους, ὑπό γʼ αὐτῶν τῶν συμφορῶν πεπαιδευμένους ἔσεσθαι μαλακωτέρους· ὁρῶντες γὰρ ὡς οὐδὲ τὰ πρόσθεν αὐτοῖς εἰς καλὸν ἧκεν, εἰ μὴ ἑκόντες, ἀλλʼ ἄκοντες σωφρονήσουσι. δεξαίμην δʼ ἂν ἔγωγε καὶ δεύτερον αὐτῶν παρακινησάντων πολεμεῖν μᾶλλον ἢ νυνί. τότε μὲν γὰρ τὴν παρὰ τῶν θεῶν αὖ βοήθειαν προσυπάρξειν ἡγοῦμαι τῇ πόλει, νῦν δʼ οὐδὲν εἶναι τοσοῦτον ἀνθʼ ὅτου προσῆκε περαιτέρω τοῦ συνοίσοντος φιλονεικεῖν. ἐγὼ μὲν οὖν εἶπον ἃ βέλτιστα ἡγούμην. εὔχομαι δὲ δυοῖν θάτερον, ἢ καὶ ὑμῖν συνδοκεῖν, ἢ μετὰ τῶν ὑμῖν αὖ δοξάντων γενέσθαι τὴν τύχην.