μηδὲν νῦν παθεῖν παραπλήσιον, ἀλλʼ ἀτοπώτατον νομίσαι τῶν ἁπάντων εἶναι εἰ Νίσαιαν μὲν καὶ Πηγὰς καὶ Ἀχαΐαν ἔχοντές ποτε, τούτων ἐθελονταὶ παρεχωρήσαμεν, πλείονος ἀξίαν τὴν εἰρήνην τῶν ἀπὸ τοῦ πολέμου πλεονεξιῶν ἡγούμενοι, νυνὶ δʼ ἐξὸν μετὰ τοῦ μηδὲν προέσθαι τῶν ὑπαρχόντων δόξαν φρονήσεως ἅμα καὶ δυνάμεως προσλαβεῖν οὐκ ἐθελήσομεν. ἀλλʼ ἐκλείπειν μέν ποτε τὴν πόλιν καὶ προΐεσθαι καὶ ἱερὰ καὶ τάφους καὶ ἅμα τοῖς σώμασι καὶ τοῖς οὖσι κινδυνεύειν ᾠόμεθα δεῖν, τῆς κοινῆς σωτηρίας τῶν Ἑλλήνων ἕνεκα, ἐξὸν δʼ ἐν αὐτῷ τῷ παύσασθαι κινδυνεύοντας σῶσαι τὰ πράγματʼ αὐτοῖς, οὐ τολμήσομεν, ἀλλὰ τῶν μὲν ἀθλητῶν εὖ βουλεύεσθαι νομίζομεν οἵτινες ἂν νικῶντες καταλύωσι καὶ μὴ πρὸς ἀνάγκην, αὐτοὶ δʼ οὐχ οὕτω πράξομεν, οὐδʼ εἰσόμεθα ὅτι πρὸς μὲν τοὺς βαρβάρους καὶ μέχρι τῶν ἐσχάτων ἴσως προσήκει προϊέναι, τοὺς δὲ τῶν Ἑλλήνων πρὸς ἀλλήλους ἀγῶνας τοῖς στεφανίταις ἀγῶσι νομίζειν προσεοικέναι καὶ τὴν νίκην ἀποχρῶν ἡγεῖσθαι τέλος, πέρα δὲ μηδὲν ζητεῖν. εἰ δʼ αὖ κἀκεῖνον ἀληθῆ χρὴ νομίζειν τὸν λόγον ὡς ὁ πρὸς ἀλλήλους πόλεμος τοῖς Ἕλλησι στάσει προσέοικεν, ἄριστον δή που σκοπεῖν ὅπως τις ὡς τάχιστʼ αὐτὸν καταλύσεται καὶ μὴ ζητεῖν εἰς ἀπέραντον ἐκτείνειν οὗ μηδʼ ἄρξασθαι προσῆκε. καὶ μὴν εἰ πρότερον δυσκόλως τινὲς τῶν Ἑλλήνων ἔσχον πρὸς ὑμᾶς ἐξ ἀδίκων ὑπονοιῶν, νῦν γε ἅπαντες σωτῆρας ἑαυτῶν κρινοῦσιν, ἐὰν αὐτοὺς πραγμάτων καὶ κακῶν ἀπαλλάξητε. οὐ γὰρ τοῖς κατʼ ἀνάγκην δεηθεῖσι τὴν χάριν προσθήσουσιν, ἀλλὰ τοῖς καὶ ταῦτα κἀκεῖνα βουλεύσασθαι κυρίοις οὖσι τὰ κοινῇ συμφέροντα προκρίνασιν. ἡγοῦμαι δʼ εἰ μέν τι πιστόν ἐστι Λακεδαιμονίοις, πανταχῆ καλῶς ἡμῖν ἔσεσθαι διεγνωσμένα, εἰ δʼ αὖ νεωτερίζειν ἐγχειροῖεν, οὐκ εἶναι κρείττω κατʼ αὐτῶν λαβήν. εἰ γὰρ ὅταν μὲν δέῃ σώζειν, ὑπέρχονται, θαρρήσαντες δὲ ἐπίασιν, οὐκ ἔστιν ὅπως οὐχ ἡμῖν στρατηγήσουσιν. ἐκείνους μὲν γὰρ ὁμοῦ φαύλους τε ἡγήσονται καὶ μισήσουσιν ἅπαντες, ἡμῖν δὲ μετʼ εὐφημίας ὅ τι ἂν