ἐποιήσαμεν. πάλιν ἡνίχʼ οὗτοι προσέταττον ἃ δεξαμένοις οὐ καλῶς ἔμελλε σχήσειν. ὅτε δὲ ἐν μὲν τῇ ἡσυχίᾳ δόξα μετὰ ἀσφαλείας, ἐν δὲ τῷ πολεμεῖν οὐ μόνον περὶ τῶν ὄντων, ἀλλὰ καὶ περὶ αὐτῆς τῆς δόξης ὁ κίνδυνος, τί δεῖ τετυφωμένως οὕτω φιλονεικεῖν, ὥσπερ ὑμῖν αὐτοῖς οὐχ ἧττον ἢ τούτοις χαλεπαίνοντας; σκέψασθε γὰρ καὶ τοῦτο, ὅτι τὴν μὲν εἰρήνην ὡς ἀκίνδυνον ἐπιεικῶς πάντες ἀσπάζονται, τοὺς πολέμους δʼ ὑπὲρ εὐδοξίας οἵ γε ἐπιεικεῖς ὑφίστασθαι δοκοῦσιν. ὥσθʼ ὑπὲρ μὲν τούτων γένοιτʼ ἂν ἴσως ἔρις καὶ βουλεύσαιντʼ ἂν ἕκαστοι πρὸς τὸν αὑτῶν τρόπον, οἱ μὲν τὴν ἀσφάλειαν, οἱ δὲ τὸ κρεῖττον προαιρούμενοι· νυνὶ δὲ οὐκ ἔνεστι χωρίσαι, ἀλλʼ ὥσπερ θεῶν τινὸς ὑμῖν δεικνύντος ὅτι χρὴ τὴν εἰρήνην δέχεσθαι, καὶ μετὰ μὲν ταύτης ἅμα τʼ ἀσφαλῶς οἰκεῖν καὶ φιλοτιμεῖσθαι, τὸν πόλεμον δʼ αἱρουμένοις οὐχ ἧττον ἀδοξεῖν ἢ κινδυνεύειν ὑπάρχει. τί δή ποτε; ὅτι τὰς μὲν διαλλαγὰς οὐ φόβῳ περὶ ἡμῶν αὐτῶν ποιεῖσθαι δόξομεν, ἀλλὰ φιλανθρωπίᾳ· τοῦτο δʼ οὐ μικρὸν εἰς ἀρετῆς λόγον· τοῦ πολέμου δʼ ἐχόμενοι τριῶν τῶν χειρίστων δόξαν οἰσόμεθα, ἀπληστίας, ὠμότητος, ἀβουλίας. καὶ γὰρ πλειόνων ἢ δεῖ γλίχεσθαι καὶ ταῖς τῶν Ἑλλήνων συμφοραῖς ἐπιχαίρειν καὶ μὴ ἐπίστασθαι βουλεύσασθαι περὶ πραγμάτων ἐστὶν ἐν αὐτῷ. καίτοι τούτων οὐκ ἄν ποτʼ ἐναντιώτερα τῇ φύσει τῆς πόλεως ὀνείδη γένοιτο. εἰ δὲ καὶ πταῖσαι προσέσται, τί τίς ἂν λέγοι; μὴ τοίνυν ἐκείνην τὴν ἡμέραν ἀναμείνητε, ἐν ᾗ κατʼ ἀνάγκας δόξετε τῆς εἰρήνης ἐπιθυμεῖν, ἀλλὰ βουλήθητε ἐν ὅσῳ κύριοι καθέστατε καὶ πολεμεῖν καὶ τὴν ἡσυχίαν ἄγειν χαρίσασθαι τοῖς Ἕλλησιν, εἰ καὶ μὴ τούτοις, παραδείγμασιν οὐ τοῖς παροῦσι μόνον, ἀλλὰ καὶ τοῖς πρότερον χρώμενοι. κρατήσαντες γὰρ τῶν βαρβάρων καὶ ζητοῦντες ὡς ἐπὶ πλεῖστον ἐξελθεῖν, πλεύσαντες εἰς Αἴγυπτον πεντήκοντα καὶ διακοσίας τριήρεις δυοῖν στόλοιν ἀπεβάλομεν. καὶ μὴν ὅτι πολλῷ ῥᾷον τῶν βαρβάρων ἢ Λακεδαιμονίων κρατεῖν τίς οὐκ οἶδεν; ἃ χρὴ λογίζεσθαι καὶ