προήγαγεν εἰς τὸν πόλεμον τουτονί; πότερον ὡς τὰς σπονδὰς παρὰ φαῦλον ἐποιήσασθε ἄν; καὶ τίνες ὑμῶν ἀμείνους θεραπεύειν τὰ θεῖα; ἀλλʼ ὡς οὐδὲν ὑμῖν ἀπόχρη δύναιτʼ ἄν τις εἰπεῖν; ἀλλὰ ταῦτα Κορίνθιοι μὲν ἐβλασφήμουν, ὑμῖν δʼ οὐδεὶς ἀνθρώπων σύνοιδεν. εἶθʼ ὧν ἐξ ἀρχῆς ὑμῖν ὑπαρξάντων οὐκ ἄν ποτʼ ἤρασθε τὸν πόλεμον, εἰ νῦν ταῦτʼ ἔχειν ἔξεστιν, οὐχὶ παύσεσθε, ἀλλʼ ἄκοντες φάσκοντες πολεμῆσαι ἑκόντες οὐ τρέψεσθε πρὸς τὴν εἰρήνην; τίνος ἕνεκα; ὅτι νὴ Δία εὐτυχήσαμεν οἷα ἂν εὐξάμεθα; οὐκοῦν αὐτὸ δὴ τοῦτο καὶ βέλτιστόν ἐστιν. ἀπόλωλε μὲν γὰρ οὐδὲν ἡμῖν τῶν ὑπαρξάντων, προσγέγονε δʼ ἡ τοῦ νενικηκέναι δόξα, καὶ τὸ μηδʼ αὖθις εἶναί τινι θαρρούντως ἡμᾶς ἀδικῆσαι. ὥστʼ εἰ τότʼ ἐστέργομεν οἷς εἴχομεν, πῶς οὐ νῦν γε κἀκείνοις καὶ τοῖς προσυπάρξασι στέρξαι προσήκει; τοὺς δʼ ὑπερδιατεινομένους τουτουσὶ καὶ μέχρι παντὸς ἐπεξιέναι κελεύοντας ἐρωτᾶτε τίς ὑμῖν ἐγγυητὴς ἔσται τοσούτου πράγματος. οὐ γὰρ περὶ Σφακτηρίαν γε ἀεὶ πολεμήσομεν οὐδʼ ἐφʼ ἕτοιμα τοῖς στρατηγοῖς ἐξέσται πλεῖν οὐδʼ ἐκ προρρήσεως ἄγειν τοὺς πολεμίους, ἀλλʼ ἔστιν ἃ καὶ ἀγῶνος φανεῖται δεόμενα. καὶ εἰ μὲν αὐτοὶ ταῦτʼ ἐγγυᾶσθαι φήσουσι, μαινομένων λόγον, οὐχ ὑγιαινόντων ἐροῦσιν. ἔτι δʼ εἰ μὲν τούτοις ἔμελλεν ὁ κίνδυνος ἔσεσθαι μόνοις, ἀλλʼ οὐ σύμπασιν, ἦν ἄν τι τοῦτο· ὅτε δʼ οἱ πεισθέντες πρότεροι δώσομεν τὴν δίκην, τί τὸ κέρδος λαμβάνειν ὕστερον καὶ ζημιοῦσθαι μετὰ τούτων, ἐξὸν ὁμοῦ καὶ ἡμᾶς καὶ τούτους ἀσφαλεῖς εἶναι; ἀλλὰ μὴν εἴ γε μηδʼ ἂν οὗτοι φήσαιεν, ἔχοι δʼ ἐγγυήσασθαί τις, πῶς ὑμῖν καλῶς ἔχει ταῦτα πιστεῦσαι ἃ τούτοις ὑποσχέσθαι τῶν αἰσχρῶν εἶναι δοκεῖ; καὶ ἃ λόγῳ μόνον εἰπεῖν κουφότης, ἦ που βλακεία ταῦτʼ ἔργῳ πάντως θεῖναι γενησόμενα. τότε γὰρ χρὴ, κἂν ἄδηλον ᾖ τὸ μέλλον, αἱρεῖσθαι κινδυνεύειν, ὅταν τὸ τὴν ἡσυχίαν ἄγειν φανερῶς χεῖρον ᾖ. οἷον ὅθʼ ἡμῖν ἐπῄεσαν οἱ βάρβαροι, κινδυνεύειν ἔδει. διὰ τί; ὅτι δουλεύειν ἦν, εἰ μὴ τοῦτʼ ἐποιήσαμεν. πάλιν ἡνίχʼ οὗτοι προσέταττον ἃ δεξαμένοις οὐ καλῶς ἔμελλε σχήσειν. ὅτε δὲ ἐν μὲν τῇ ἡσυχίᾳ δόξα μετὰ ἀσφαλείας, ἐν δὲ τῷ πολεμεῖν οὐ μόνον περὶ τῶν ὄντων, ἀλλὰ καὶ περὶ αὐτῆς τῆς δόξης ὁ κίνδυνος, τί δεῖ τετυφωμένως οὕτω φιλονεικεῖν, ὥσπερ ὑμῖν αὐτοῖς οὐχ ἧττον ἢ τούτοις χαλεπαίνοντας; σκέψασθε γὰρ καὶ τοῦτο, ὅτι τὴν μὲν εἰρήνην ὡς ἀκίνδυνον ἐπιεικῶς πάντες ἀσπάζονται, τοὺς πολέμους δʼ ὑπὲρ εὐδοξίας οἵ γε ἐπιεικεῖς ὑφίστασθαι δοκοῦσιν. ὥσθʼ ὑπὲρ μὲν τούτων γένοιτʼ ἂν ἴσως ἔρις καὶ βουλεύσαιντʼ ἂν ἕκαστοι πρὸς τὸν αὑτῶν τρόπον, οἱ μὲν τὴν ἀσφάλειαν, οἱ δὲ τὸ κρεῖττον προαιρούμενοι· νυνὶ δὲ οὐκ ἔνεστι χωρίσαι, ἀλλʼ ὥσπερ θεῶν τινὸς ὑμῖν δεικνύντος ὅτι χρὴ τὴν εἰρήνην δέχεσθαι, καὶ μετὰ μὲν ταύτης ἅμα τʼ ἀσφαλῶς οἰκεῖν καὶ φιλοτιμεῖσθαι, τὸν πόλεμον δʼ αἱρουμένοις οὐχ ἧττον ἀδοξεῖν ἢ κινδυνεύειν ὑπάρχει. τί δή ποτε; ὅτι τὰς μὲν διαλλαγὰς οὐ φόβῳ περὶ ἡμῶν αὐτῶν ποιεῖσθαι δόξομεν, ἀλλὰ φιλανθρωπίᾳ· τοῦτο δʼ οὐ μικρὸν εἰς ἀρετῆς λόγον· τοῦ πολέμου δʼ ἐχόμενοι τριῶν τῶν χειρίστων δόξαν οἰσόμεθα, ἀπληστίας, ὠμότητος, ἀβουλίας. καὶ γὰρ πλειόνων ἢ δεῖ γλίχεσθαι καὶ ταῖς τῶν Ἑλλήνων συμφοραῖς ἐπιχαίρειν καὶ μὴ ἐπίστασθαι βουλεύσασθαι περὶ πραγμάτων ἐστὶν ἐν αὐτῷ. καίτοι τούτων οὐκ ἄν ποτʼ ἐναντιώτερα τῇ φύσει τῆς πόλεως ὀνείδη γένοιτο. εἰ δὲ καὶ πταῖσαι προσέσται, τί τίς ἂν λέγοι; μὴ τοίνυν ἐκείνην τὴν ἡμέραν ἀναμείνητε, ἐν ᾗ κατʼ ἀνάγκας δόξετε τῆς εἰρήνης ἐπιθυμεῖν, ἀλλὰ βουλήθητε ἐν ὅσῳ κύριοι καθέστατε καὶ πολεμεῖν καὶ τὴν ἡσυχίαν ἄγειν χαρίσασθαι τοῖς Ἕλλησιν, εἰ καὶ μὴ τούτοις, παραδείγμασιν οὐ τοῖς παροῦσι μόνον, ἀλλὰ καὶ τοῖς πρότερον χρώμενοι. κρατήσαντες γὰρ τῶν βαρβάρων καὶ ζητοῦντες ὡς ἐπὶ πλεῖστον ἐξελθεῖν, πλεύσαντες εἰς Αἴγυπτον πεντήκοντα καὶ διακοσίας τριήρεις δυοῖν στόλοιν ἀπεβάλομεν. καὶ μὴν ὅτι πολλῷ ῥᾷον τῶν βαρβάρων ἢ Λακεδαιμονίων κρατεῖν τίς οὐκ οἶδεν; ἃ χρὴ λογίζεσθαι καὶ μηδὲν νῦν παθεῖν παραπλήσιον, ἀλλʼ ἀτοπώτατον νομίσαι τῶν ἁπάντων εἶναι εἰ Νίσαιαν μὲν καὶ Πηγὰς καὶ Ἀχαΐαν ἔχοντές ποτε, τούτων ἐθελονταὶ παρεχωρήσαμεν, πλείονος ἀξίαν τὴν εἰρήνην τῶν ἀπὸ τοῦ πολέμου πλεονεξιῶν ἡγούμενοι, νυνὶ δʼ ἐξὸν μετὰ τοῦ μηδὲν προέσθαι τῶν ὑπαρχόντων δόξαν φρονήσεως ἅμα καὶ δυνάμεως προσλαβεῖν οὐκ ἐθελήσομεν. ἀλλʼ ἐκλείπειν μέν ποτε τὴν πόλιν καὶ προΐεσθαι καὶ ἱερὰ καὶ τάφους καὶ ἅμα τοῖς σώμασι καὶ τοῖς οὖσι κινδυνεύειν ᾠόμεθα δεῖν, τῆς κοινῆς σωτηρίας τῶν Ἑλλήνων ἕνεκα, ἐξὸν δʼ ἐν αὐτῷ τῷ παύσασθαι κινδυνεύοντας σῶσαι τὰ πράγματʼ αὐτοῖς, οὐ τολμήσομεν, ἀλλὰ τῶν μὲν ἀθλητῶν εὖ βουλεύεσθαι νομίζομεν οἵτινες ἂν νικῶντες καταλύωσι καὶ μὴ πρὸς ἀνάγκην, αὐτοὶ δʼ οὐχ οὕτω πράξομεν, οὐδʼ εἰσόμεθα ὅτι πρὸς μὲν τοὺς βαρβάρους καὶ μέχρι τῶν ἐσχάτων ἴσως προσήκει προϊέναι, τοὺς δὲ τῶν Ἑλλήνων πρὸς ἀλλήλους ἀγῶνας τοῖς στεφανίταις ἀγῶσι νομίζειν προσεοικέναι καὶ τὴν νίκην ἀποχρῶν ἡγεῖσθαι τέλος, πέρα δὲ μηδὲν ζητεῖν. εἰ δʼ αὖ κἀκεῖνον ἀληθῆ χρὴ νομίζειν τὸν λόγον ὡς ὁ πρὸς ἀλλήλους πόλεμος τοῖς Ἕλλησι στάσει προσέοικεν, ἄριστον δή που σκοπεῖν ὅπως τις ὡς τάχιστʼ αὐτὸν καταλύσεται καὶ μὴ ζητεῖν εἰς ἀπέραντον ἐκτείνειν οὗ μηδʼ ἄρξασθαι προσῆκε. καὶ μὴν εἰ πρότερον δυσκόλως τινὲς τῶν Ἑλλήνων ἔσχον πρὸς ὑμᾶς ἐξ ἀδίκων ὑπονοιῶν, νῦν γε ἅπαντες σωτῆρας ἑαυτῶν κρινοῦσιν, ἐὰν αὐτοὺς πραγμάτων καὶ κακῶν ἀπαλλάξητε. οὐ γὰρ τοῖς κατʼ ἀνάγκην δεηθεῖσι τὴν χάριν προσθήσουσιν, ἀλλὰ τοῖς καὶ ταῦτα κἀκεῖνα βουλεύσασθαι κυρίοις οὖσι τὰ κοινῇ συμφέροντα προκρίνασιν. ἡγοῦμαι δʼ εἰ μέν τι πιστόν ἐστι Λακεδαιμονίοις, πανταχῆ καλῶς ἡμῖν ἔσεσθαι διεγνωσμένα, εἰ δʼ αὖ νεωτερίζειν ἐγχειροῖεν, οὐκ εἶναι κρείττω κατʼ αὐτῶν λαβήν. εἰ γὰρ ὅταν μὲν δέῃ σώζειν, ὑπέρχονται, θαρρήσαντες δὲ ἐπίασιν, οὐκ ἔστιν ὅπως οὐχ ἡμῖν στρατηγήσουσιν. ἐκείνους μὲν γὰρ ὁμοῦ φαύλους τε ἡγήσονται καὶ μισήσουσιν ἅπαντες, ἡμῖν δὲ μετʼ εὐφημίας ὅ τι ἂν οἷοί τʼ ὦσιν ὑπηρετεῖν προθυμήσονται. θαυμάζω δʼ εἴ τις δέδοικε μὲν μὴ λύσωσι τὰς σπονδὰς, πολεμεῖν δʼ ἐξεπίτηδες αἱρεῖται καὶ μὴ λογίζεται τοὐναντίον ἢ βούλεται ποιῶν. ὅπως γὰρ ἀσφαλῶς γενήσονται πράττειν, οὐκ ἐξ ἀρχῆς γενέσθαι κωλύειν προσῆκεν. οἶμαι δʼ εἰ πανούργους καὶ σφόδρα ἀσφαλεῖς τις ἡγεῖται Λακεδαιμονίους, ὑπό γʼ αὐτῶν τῶν συμφορῶν πεπαιδευμένους ἔσεσθαι μαλακωτέρους· ὁρῶντες γὰρ ὡς οὐδὲ τὰ πρόσθεν αὐτοῖς εἰς καλὸν ἧκεν, εἰ μὴ ἑκόντες, ἀλλʼ ἄκοντες σωφρονήσουσι. δεξαίμην δʼ ἂν ἔγωγε καὶ δεύτερον αὐτῶν παρακινησάντων πολεμεῖν μᾶλλον ἢ νυνί. τότε μὲν γὰρ τὴν παρὰ τῶν θεῶν αὖ βοήθειαν προσυπάρξειν ἡγοῦμαι τῇ πόλει, νῦν δʼ οὐδὲν εἶναι τοσοῦτον ἀνθʼ ὅτου προσῆκε περαιτέρω τοῦ συνοίσοντος φιλονεικεῖν. ἐγὼ μὲν οὖν εἶπον ἃ βέλτιστα ἡγούμην. εὔχομαι δὲ δυοῖν θάτερον, ἢ καὶ ὑμῖν συνδοκεῖν, ἢ μετὰ τῶν ὑμῖν αὖ δοξάντων γενέσθαι τὴν τύχην.