<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg031.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg031.perseus-grc2" n="395"><p>βλάβην τῆς ὠφελείας ἔχει παρʼ ἄλληλα θεωμένους. θαυμάζω δʼ εἰ παραστησάμενοι μὲν τοὺς Λακεδαιμονίους ἐπιστήσεσθε φείσασθαι, ἐξὸν δὲ καὶ ὑμῶν αὐτῶν ἅμα καὶ τούτων φείσασθαι νῦν οὐ τολμήσετε. καὶ τί φήσετε, ὦ Ἀθηναῖοι; ὅτε μὲν γὰρ Πελοπόννησον περιεπλεῖτε, καὶ ἀποβάσεις ἐποιεῖσθε εἰς τὴν χώραν καὶ Πύλον ταυτηνὶ κατελαμβάνετε καὶ τἄλλα ἐπραγματεύεσθε, εἴ τις ἔροιθʼ ὑμᾶς ἀντὶ τοῦ ταῦτα ποιεῖτε, ἦν εἰπεῖν ὅτι ἠναγκασμένοι καὶ ὅτι βουλομένων ἡμῶν ἡσυχίαν ἄγειν Λακεδαιμονίοις οὐ συνέδοξεν, ἀλλʼ εἰς ὅπλα καὶ πόλεμον προὐκαλοῦντο· νῦν δὲ τί φήσομεν, εἴ τις ἔροιθʼ ἡμᾶς, ἢ πλέοντας ἰδὼν ἢ κατὰ γῆν ἐξιόντας ἢ ὅλως ἕν τι τῶν αὐτῶν πράττοντας; πότερον ὡς ἠναγκάσμεθα; ἀλλʼ οἱ τότʼ ἐκεῖνα ἐπαιρόμενοι νῦν ἥκουσι τὴν εἰρήνην προτείνοντες. ἀλλʼ ὡς <pb xml:id="v.1.p.596"/> ἐλαττώσεσθέ τι ταῦτʼ ἐὰν δέξησθε; ἀλλʼ οὔτε τὴν Αἴγιναν οὐδεὶς ὑμᾶς ἀφιέναι κελεύει νῦν οὔτʼ ἐκ Ποτιδαίας ἀπιέναι οὔτε δέχεσθαι Μεγαρέας, ἐάν τε βούλησθʼ ἐάν τε μὴ, οὔτʼ ἔνεστι πολυπραγμοσύνης οὐδὲν τοῖς δρωμένοις, ἀλλὰ κύριον μὲν τὸ πινάκιον, βέβαιος δʼ ἡ τῶν Ἑλλήνων ἀρχὴ, πάντα δὲ σῶα τὰ χωρία καὶ λιμένες καὶ ἵπποι καὶ τριήρεις καὶ τὸ βουλεύεσθαι περὶ αὐτῶν. οἱ δὲ τὰς σεμνὰς ἐκείνας ἐπαγγελίας ἐπαγγελλόμενοι καὶ δελεάζοντες τοὺς Ἕλληνας τῷ τῆς ἐλευθερίας ὀνόματι, οὗτοι νῦν ἐὰν αὐτοῖς αὐτονόμοις ἐξῇ τὴν ἑαυτῶν οἰκεῖν, ἀγαπᾶν ὁμολογοῦσι καὶ οἱ περὶ τῆς ἡγεμονίας ἀμφισβητήσαντες ὑμῖν βεβαιωταὶ μᾶλλον αὐτῆς γεγόνασι. πρὶν μὲν γὰρ ὅπλα κινῆσαι τάχα ἄν τις καὶ προσεδόκησεν αὐτοὺς ἐπιέναι, ἐγχειρήσαντες δὲ ἐναντιοῦσθαι, κᾆτʼ ἀποστάντες, οὔθʼ ὡς ἀδίκως κέκτησθε τὴν ἀρχὴν οὔθʼ ὡς κωλύειν δύνανται λέγειν ἕξουσιν, ὥστʼ ἔργῳ τὴν ψῆφον οἴσουσιν ὡς εἰκότως ἔχετε αὐτὴν καὶ παραδώσουσι τοὺς Ἕλληνας ὑμῖν πολὺ μᾶλλον ἢ ὅτε Παυσανίαν μὲν ἀπαλλαξάντων, ὑμᾶς δʼ ἑλομένων, συνεχώρησαν αὐτοί.</p><p rend="align(indent)">καίτοι εἰ ταύτην τὴν γνώμην ἀπʼ ἀρχῆς ἔσχον Λακεδαιμόνιοι πρὸς ὑμᾶς, τί τῶν ἁπάντων ἂν ὑμᾶς </p></div></div></body></text></TEI>