<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg031.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg031.perseus-grc2" n="394"><p>πανταχῆ κρείττους τῶν ἀνταγωνιστῶν εἶναι δόξομεν. μὴ τοίνυν ἐξὸν ἅπασι κρατεῖν, καὶ ἐν οἷς νενικήκαμεν καὶ ἐν οἷς προειλόμεθα, ταῦτʼ εἰς ἄδηλον τρέψωμεν. ἡσυχασάντων μὲν γὰρ ἡμῶν αἵ τʼ ἐπὶ τῶν ἔργων εὐπραξίαι βεβαιοῦνται τό τε σωφρονεῖν πανταχῆ προσγίγνεται, ἂν δʼ ἀφορμὰς τῷ πολέμῳ δῶμεν, ὅσπερ εἴωθε νεωτερίζειν, δέδοιχʼ ὅπως μὴ ζητοῦντες πλείω ποιῆσαι τὰ κατορθώματα τὴν ἐπὶ τοῖς ὑπάρχουσι φιλοτιμίαν ἀποβάλωμεν. οἶμαι δʼ οὐ τοῖς ὥσπερ ἡμεῖς πράττουσι προσήκειν φιλοκινδύνως ἔχειν, ἀλλὰ πολλῷ μᾶλλον τοῖς ὥσπερ οὗτοι διακειμένοις. τοῖς μὲν γὰρ, εἰ καὶ μηδὲν ἄλλο προσκαταπράξαιεν, ἔκ γε τῶν ὑπαρχόντων ἔξεστιν εὐδοκιμεῖν καὶ τῆς κρείττονος εἶναι τύχης, οἷς δʼ ἡσυχάσασι μὲν αἰσχύνη καὶ βέβαια τὰ τῆς συμφορᾶς, ἕτερον δʼ ἀναρρίπτουσι κίνδυνον ἐλπὶς ἀπαλλαγῆναι τῶν παρόντων, ἐὰν ἄμεινον ἀγωνίσωνται, οὐδὲν ἀπεικὸς ἐγχειρεῖν, λογιζομένους ὡς ἐν μὲν τῷ σφαλῆναι παραπλησίως πράττειν ᾗ καὶ πρὸ τοῦ, κρατήσασι δὲ πάντων ἔστιν ἀπηλλάχθαι τῶν κακῶν. καὶ μὴν ὅτι μὲν τὸ μέλλον ἄδηλον ἅπασιν ἀνθρώποις οὐδεὶς ἀγνοεῖ. ὅπου γὰρ οὔτε τυραννὶς ἰσχυρὸν οὔτε πλοῦτος βέβαιον, μυρίαι <pb xml:id="v.1.p.595"/> δὲ αἱ μεταβολαὶ καὶ ἰδίᾳ καὶ δημοσία καὶ νὴ Δία γʼ οὐ πόλεσι μόνον, ἀλλὰ καὶ ὅλοις ἔθνεσι, τί τις ἂν προϊδεῖν ἔχοι; ἔστι δʼ εὖ φρονούντων ἐπʼ ἀμφότερʼ ἐξετάζοντας οὕτω τίθεσθαι πρὸς τὸ συμβαῖνον. ἡμεῖς τοίνυν κρατήσαντες μὲν Λακεδαιμονίους καὶ παραστησάμενοι τὴν Πελοπόννησον τὴν ἀρχὴν αὐξήσομεν, ὡς ἔοικεν, εἰ δʼ, ὃ μὴ γένοιτο, σφαλείημεν, τοῖς οὖσι κινδυνεύσομεν. οὐκοῦν ὅτʼ ἔλαττον τοῦ δυσχεροῦς τἀγαθὸν, κρεῖττον διηλλάχθαι. καὶ μὴν τὸ μὲν ἐξὸν ὅλως κρατῆσαι τραπέσθαι πρὸς τὴν εἰρήνην ἀντίρροπον τῆς πλεονεξίας ἔχει τὴν δόξαν τὴν ἐπὶ τῷ τὸ κοινῇ βέλτιστον ᾑρῆσθαι καὶ περὶ πλείονος ποιεῖσθαι τὸ τὴν Ἑλλάδα σῶσαι τοῦ διαφθεῖραι τοὺς ἀνταγωνιστὰς, τὸ δʼ ἄδηλον τοῦ μέλλοντος συμβήσεσθαι μὴ φυλάξασθαι πάσης ἔξω παραμυθίας ἐστίν.</p><p rend="align(indent)">οὕτω τὸ μὲν τὴν εἰρήνην ἑλέσθαι πρὸς ἀμφότερα ὀρθῶς ἔχει, τὸ δὲ τῷ πολέμω πεπιστευκέναι πλείω τὴν </p></div></div></body></text></TEI>