ἐγκαλοῦμεν, τοῦτʼ αὐτοὶ πάθωμεν, μηδὲ τῆς τούτων ἀβουλίας μᾶλλον κληρονομήσωμεν ἢ τοῖς ἡμετέροις αὐτῶν λογισμοῖς χρησώμεθα, οὓς περὶ τούτων ἐξ ἀρχῆς εἴχομεν. ἴστε γὰρ δή που καὶ τότε πρὸς τὰς πολλὰς πρεσβείας αὐτῶν καὶ τὰ προστάγματα ἐκεῖνα μίαν ταύτην οὖσαν ἀπόκρισιν, δίκῃ διαλύεσθαι, πόλεμον δὲ κοινὸν τοῖς Ἕλλησι μὴ κινεῖν. τότε μὲν τοίνυν τούτων οὐ δεχομένων, ἀναγκαίως εἰς τὸν πόλεμον κατέστητε, νῦν δὲ πῶς εἰκὸς ἐφʼ ὑμῖν γεγενημένων μὴ χρῆσθαι τούτοις, ἅ γʼ ἐξ ἀρχῆς ἂν, εἰ μηδεὶς ἐκώλυσε μηδὲν, ἐπράξατε, ἀλλʼ ἀμφοτέρωθεν τὸ πρᾶγμα ἀναστραφῆναι, καὶ τοὺς μὲν τότε φυγόντας τὴν εἰρήνην νῦν ἥκειν ἐπὶ ταύτην προκαλουμένους, ἡμᾶς δʼ οἳ τότε τῆς εἰρήνης εἰχόμεθα, αὖθις αὖ τὸν πόλεμον φαίνεσθαι προαιρουμένους; καὶ μὴν οἱ μὲν ἔχοιεν ἂν εἰπεῖν ὡς εἰκότως μεταβέβληνται, ἡμῖν δʼ ὡς ὀρθῶς τότʼ ἐγιγνώσκομεν αὐτὰ τὰ τούτοις συμβεβηκότα μαρτυρεῖ. ὥστʼ οὐκ ἂν δή που δικαίως μεταβαλλοίμεθα, ἢ κομιδῆ γε ἄτοπον, εἰ Λακεδαιμόνιοι μὲν ἡμῖν σύμψηφοι γεγόνασιν, ἀφέντες τὰ δοκοῦντα ἑαυτοῖς, ἡμεῖς δʼ ἡμῖν αὐτοῖς ὑπεναντία γιγνώσκοντες ὀφθησόμεθα. ἡγοῦμαι δὲ θεῶν τινα ταυτὶ πάντα στρατηγῆσαι εἴτε γὰρ ἐξ ἀρχῆς ἐθελονταὶ τὸν πόλεμον προειλόμεθα. ἀνδρείας μὲν ἄν τι τοῦτʼ ἴσως σύμβολον ἐξηνέγκαμεν, τὴν δʼ ἐπιείκειαν οὐδεὶς ἰδεῖν εἶχεν ἂν, οὔκουν ἐν αὐτοῖς γε οἷς ᾑρούμεθα, εἴτε καὶ βουλομένων ἡμῶν τὴν εἰρήνην ἄγειν ἐπείσθησαν οὗτοι, τὸ μὲν προορᾶσθαι τῆς Ἑλλάδος ἡμᾶς καὶ τὸ μὴ προχείρως ἔχειν πρὸς τὰς πλεονεξίας ἐπῄνεσεν ἄν τις δικαίως, τὰ δὲ τῆς ἀνδρείας καὶ τῆς δυνάμεως οὐ πάντες ἔμελλον συνείσεσθαι, οὔκουν ἐν αὐτῷ γε τῷ τὴν εἰρήνην ἄγειν αἱρεῖσθαι. νῦν δʼ ἀμφότερα ὡς κάλλιστα ἐνεδειξάμεθα. οἷς μὲν γὰρ τὴν εἰρήνην ἐπρεσβεύομεν οὓς πολεμεῖν διεκωλύομεν πραότητος καὶ προνοίας τῶν Ἑλλήνων ὅπως μή τι πείσονται πίστιν παρειχόμεθα, οἷς δʼ ἀναγκασθέντες πολεμεῖν κεκρατήκαμεν ἀνδρείας ἅμα καὶ δυνάμεως δόξαν προσειλήφαμεν, ὥστʼ ἐξ ἀμφοτέρων ὑπάρχειν τῇ πόλει θαυμάζεσθαι μετʼ εὐνοίας. ἔπειτά γʼ οἶμαι τρίτος οὑτοσί τις ἥκει πάλιν καιρὸς εὐβουλίας δεόμενος, ὃν ἐὰν ὡς χρὴ μεταχειρισώμεθα,