βουλὴ, ἀλλὰ καὶ περὶ αὐτῶν ὧν κατωρθώκαμεν. ἂν μὲν γὰρ ἃ δεῖ προελώμεθα καὶ ταῦτα βεβαίως ἔχῃ, καὶ τοῦ λοιποῦ μετʼ ἀσφαλείας καὶ μετʼ εὐδοξίας τὴν πόλιν οἰκήσομεν· ἐὰν δὲ πέρα τοῦ μετρίου φιλονεικήσωμεν, εὔδηλον δή που τοῦθʼ ὅτι καὶ περὶ τῶν ὑπαρχόντων κινδυνεύειν δεήσει. ὥσθʼ ὅσῳ μᾶλλον χαίρομεν αὐτοῖς, τοσούτῳ μειζόνως ἄξιον προϊδεῖν ὅπως ἀσφαλῶς ἕξει. οὐκ ἀγνοῶ μὲν οὖν ὅτι πάντες, ὡς ἔπος εἰπεῖν, τοὺς μὲν ὑπηρετοῦντας αὐτῶν ταῖς ἐπιθυμίαις ἀποδέχονται καὶ νομίζουσιν οὐ μόνον εὔνους, ἀλλὰ καὶ μόνους ἄνδρας ὡς ἀληθῶς εἶναι, τοῖς δὲ σωφρονίζειν ἐπιχειροῦσιν ἀηδῶς ἔχουσιν. οὐ μὴν ἀλλʼ εἰ μὲν ὁμοίως ἦν τῶν τε λόγων καὶ τῶν πραγμάτων γενέσθαι κύριον, ὥστε μὴ μόνον εἰπεῖν τὰ ἥδιστα, ἀλλὰ καὶ καταπρᾶξαι, δικαίως ἄν τις τοῖς οὐκ ἐθέλουσιν οὕτω ποιεῖν ἤχθετο καὶ δυσκόλους ὑπελάμβανεν· εἰ δὲ χωρὶς μέν ἐστι συνεύξασθαι τὰ μέγιστα, χωρὶς δὲ συμβουλεῦσαι περὶ τῶν ἐνεστηκότων, ἓν τοῦτʼ ἀξιῶ ταῖς γνώμαις ὑποθέντας ὑμᾶς ἀκροᾶσθαι, εἰ μὴ διαμαρτάνω τῶν λογισμῶν, οὓς ἔχω περὶ τούτων. ἐγὼ τοίνυν ἡγοῦμαι τὴν πόλιν τὴν ἡμετέραν τῶν μὲν Ἑλληνίδων εὐτυχεστάτην εἶναι καὶ νὴ Δία γʼ, εἰ βούλεσθε, προσθήσω καὶ τῶν ἁπασῶν, οὐ μήν πω τῆς φύσεως τῆς ἀνθρωπίνης κρείττονα. ἔστι δʼ αὕτη τίς; οὐκ ἐξ ἴσου τὰ πράγματα οἱ θεοὶ σφίσι τʼ αὐτοῖς καὶ τοῖς ἀνθρώποις ἔνειμαν, ἀλλʼ αὐτοὶ μὲν, ἅτʼ ὄντες ἀθάνατοι καὶ κύριοι τῶν ἁπάντων, ἀθανάτους καὶ τὰς εὐτυχίας ἔχουσι καὶ οὐ δέος μή τις αὐτοὺς ἀφέληται κρείττων γενόμενος· οἷς τοσοῦτον περίεστιν, ὥστʼ οὐ μόνον αὐτοὶ τἀγαθὰ πάντα κέκτηνται, ἀλλὰ καὶ τοῖς ἄλλοις αὐτοὶ νέμουσι. νέμουσι δʼ οὐχ ὅνπερ αὐτοὶ κέκτηνται τρόπον, ἀλλʼ ὅσοις τὰ κράτιστα τῶν ἀνθρώπων ἔδοσαν, τὰ πλείω κατορθοῦν, οὐ πάντʼ, ἔδοσαν. καὶ τούτου μέγιστον παράδειγμα οἱ νῦν ὑμᾶς ἐπὶ τὴν εἰρήνην οὗτοι προκαλούμενοι. ἐξὸν γὰρ αὐτοῖς, εἰ μετριάζειν ἠξίουν, αὐτούς τʼ ἐξ ἀρχῆς ἔχειν καὶ ἑτέροις ταῦτα βραβεύειν, ἐπαρθέντες τοῖς ὑπάρχουσιν, εἰ νῦν δυνήσονται παρʼ ὑμῶν τῶν αὐτῶν τούτων τυχεῖν, εὕρημα ποιοῦνται. μὴ τοίνυν ὅ γε τούτοις