βουλὴ, ἀλλὰ καὶ περὶ αὐτῶν ὧν κατωρθώκαμεν. ἂν μὲν γὰρ ἃ δεῖ προελώμεθα καὶ ταῦτα βεβαίως ἔχῃ, καὶ τοῦ λοιποῦ μετʼ ἀσφαλείας καὶ μετʼ εὐδοξίας τὴν πόλιν οἰκήσομεν· ἐὰν δὲ πέρα τοῦ μετρίου φιλονεικήσωμεν, εὔδηλον δή που τοῦθʼ ὅτι καὶ περὶ τῶν ὑπαρχόντων κινδυνεύειν δεήσει. ὥσθʼ ὅσῳ μᾶλλον χαίρομεν αὐτοῖς, τοσούτῳ μειζόνως ἄξιον προϊδεῖν ὅπως ἀσφαλῶς ἕξει. οὐκ ἀγνοῶ μὲν οὖν ὅτι πάντες, ὡς ἔπος εἰπεῖν, τοὺς μὲν ὑπηρετοῦντας αὐτῶν ταῖς ἐπιθυμίαις ἀποδέχονται καὶ νομίζουσιν οὐ μόνον εὔνους, ἀλλὰ καὶ μόνους ἄνδρας ὡς ἀληθῶς εἶναι, τοῖς δὲ σωφρονίζειν ἐπιχειροῦσιν ἀηδῶς ἔχουσιν. οὐ μὴν ἀλλʼ εἰ μὲν ὁμοίως ἦν τῶν τε λόγων καὶ τῶν πραγμάτων γενέσθαι κύριον, ὥστε μὴ μόνον εἰπεῖν τὰ ἥδιστα, ἀλλὰ καὶ καταπρᾶξαι, δικαίως ἄν τις τοῖς οὐκ ἐθέλουσιν οὕτω ποιεῖν ἤχθετο καὶ δυσκόλους ὑπελάμβανεν· εἰ δὲ χωρὶς μέν ἐστι συνεύξασθαι τὰ μέγιστα, χωρὶς δὲ συμβουλεῦσαι περὶ τῶν ἐνεστηκότων, ἓν τοῦτʼ ἀξιῶ ταῖς γνώμαις ὑποθέντας ὑμᾶς ἀκροᾶσθαι, εἰ μὴ διαμαρτάνω τῶν λογισμῶν, οὓς ἔχω περὶ τούτων. ἐγὼ τοίνυν ἡγοῦμαι τὴν πόλιν τὴν ἡμετέραν τῶν μὲν Ἑλληνίδων εὐτυχεστάτην εἶναι καὶ νὴ Δία γʼ, εἰ βούλεσθε, προσθήσω καὶ τῶν ἁπασῶν, οὐ μήν πω τῆς φύσεως τῆς ἀνθρωπίνης κρείττονα. ἔστι δʼ αὕτη τίς; οὐκ ἐξ ἴσου τὰ πράγματα οἱ θεοὶ σφίσι τʼ αὐτοῖς καὶ τοῖς ἀνθρώποις ἔνειμαν, ἀλλʼ αὐτοὶ μὲν, ἅτʼ ὄντες ἀθάνατοι καὶ κύριοι τῶν ἁπάντων, ἀθανάτους καὶ τὰς εὐτυχίας ἔχουσι καὶ οὐ δέος μή τις αὐτοὺς ἀφέληται κρείττων γενόμενος· οἷς τοσοῦτον περίεστιν, ὥστʼ οὐ μόνον αὐτοὶ τἀγαθὰ πάντα κέκτηνται, ἀλλὰ καὶ τοῖς ἄλλοις αὐτοὶ νέμουσι. νέμουσι δʼ οὐχ ὅνπερ αὐτοὶ κέκτηνται τρόπον, ἀλλʼ ὅσοις τὰ κράτιστα τῶν ἀνθρώπων ἔδοσαν, τὰ πλείω κατορθοῦν, οὐ πάντʼ, ἔδοσαν. καὶ τούτου μέγιστον παράδειγμα οἱ νῦν ὑμᾶς ἐπὶ τὴν εἰρήνην οὗτοι προκαλούμενοι. ἐξὸν γὰρ αὐτοῖς, εἰ μετριάζειν ἠξίουν, αὐτούς τʼ ἐξ ἀρχῆς ἔχειν καὶ ἑτέροις ταῦτα βραβεύειν, ἐπαρθέντες τοῖς ὑπάρχουσιν, εἰ νῦν δυνήσονται παρʼ ὑμῶν τῶν αὐτῶν τούτων τυχεῖν, εὕρημα ποιοῦνται. μὴ τοίνυν ὅ γε τούτοις ἐγκαλοῦμεν, τοῦτʼ αὐτοὶ πάθωμεν, μηδὲ τῆς τούτων ἀβουλίας μᾶλλον κληρονομήσωμεν ἢ τοῖς ἡμετέροις αὐτῶν λογισμοῖς χρησώμεθα, οὓς περὶ τούτων ἐξ ἀρχῆς εἴχομεν. ἴστε γὰρ δή που καὶ τότε πρὸς τὰς πολλὰς πρεσβείας αὐτῶν καὶ τὰ προστάγματα ἐκεῖνα μίαν ταύτην οὖσαν ἀπόκρισιν, δίκῃ διαλύεσθαι, πόλεμον δὲ κοινὸν τοῖς Ἕλλησι μὴ κινεῖν. τότε μὲν τοίνυν τούτων οὐ δεχομένων, ἀναγκαίως εἰς τὸν πόλεμον κατέστητε, νῦν δὲ πῶς εἰκὸς ἐφʼ ὑμῖν γεγενημένων μὴ χρῆσθαι τούτοις, ἅ γʼ ἐξ ἀρχῆς ἂν, εἰ μηδεὶς ἐκώλυσε μηδὲν, ἐπράξατε, ἀλλʼ ἀμφοτέρωθεν τὸ πρᾶγμα ἀναστραφῆναι, καὶ τοὺς μὲν τότε φυγόντας τὴν εἰρήνην νῦν ἥκειν ἐπὶ ταύτην προκαλουμένους, ἡμᾶς δʼ οἳ τότε τῆς εἰρήνης εἰχόμεθα, αὖθις αὖ τὸν πόλεμον φαίνεσθαι προαιρουμένους; καὶ μὴν οἱ μὲν ἔχοιεν ἂν εἰπεῖν ὡς εἰκότως μεταβέβληνται, ἡμῖν δʼ ὡς ὀρθῶς τότʼ ἐγιγνώσκομεν αὐτὰ τὰ τούτοις συμβεβηκότα μαρτυρεῖ. ὥστʼ οὐκ ἂν δή που δικαίως μεταβαλλοίμεθα, ἢ κομιδῆ γε ἄτοπον, εἰ Λακεδαιμόνιοι μὲν ἡμῖν σύμψηφοι γεγόνασιν, ἀφέντες τὰ δοκοῦντα ἑαυτοῖς, ἡμεῖς δʼ ἡμῖν αὐτοῖς ὑπεναντία γιγνώσκοντες ὀφθησόμεθα. ἡγοῦμαι δὲ θεῶν τινα ταυτὶ πάντα στρατηγῆσαι εἴτε γὰρ ἐξ ἀρχῆς ἐθελονταὶ τὸν πόλεμον προειλόμεθα. ἀνδρείας μὲν ἄν τι τοῦτʼ ἴσως σύμβολον ἐξηνέγκαμεν, τὴν δʼ ἐπιείκειαν οὐδεὶς ἰδεῖν εἶχεν ἂν, οὔκουν ἐν αὐτοῖς γε οἷς ᾑρούμεθα, εἴτε καὶ βουλομένων ἡμῶν τὴν εἰρήνην ἄγειν ἐπείσθησαν οὗτοι, τὸ μὲν προορᾶσθαι τῆς Ἑλλάδος ἡμᾶς καὶ τὸ μὴ προχείρως ἔχειν πρὸς τὰς πλεονεξίας ἐπῄνεσεν ἄν τις δικαίως, τὰ δὲ τῆς ἀνδρείας καὶ τῆς δυνάμεως οὐ πάντες ἔμελλον συνείσεσθαι, οὔκουν ἐν αὐτῷ γε τῷ τὴν εἰρήνην ἄγειν αἱρεῖσθαι. νῦν δʼ ἀμφότερα ὡς κάλλιστα ἐνεδειξάμεθα. οἷς μὲν γὰρ τὴν εἰρήνην ἐπρεσβεύομεν οὓς πολεμεῖν διεκωλύομεν πραότητος καὶ προνοίας τῶν Ἑλλήνων ὅπως μή τι πείσονται πίστιν παρειχόμεθα, οἷς δʼ ἀναγκασθέντες πολεμεῖν κεκρατήκαμεν ἀνδρείας ἅμα καὶ δυνάμεως δόξαν προσειλήφαμεν, ὥστʼ ἐξ ἀμφοτέρων ὑπάρχειν τῇ πόλει θαυμάζεσθαι μετʼ εὐνοίας. ἔπειτά γʼ οἶμαι τρίτος οὑτοσί τις ἥκει πάλιν καιρὸς εὐβουλίας δεόμενος, ὃν ἐὰν ὡς χρὴ μεταχειρισώμεθα, πανταχῆ κρείττους τῶν ἀνταγωνιστῶν εἶναι δόξομεν. μὴ τοίνυν ἐξὸν ἅπασι κρατεῖν, καὶ ἐν οἷς νενικήκαμεν καὶ ἐν οἷς προειλόμεθα, ταῦτʼ εἰς ἄδηλον τρέψωμεν. ἡσυχασάντων μὲν γὰρ ἡμῶν αἵ τʼ ἐπὶ τῶν ἔργων εὐπραξίαι βεβαιοῦνται τό τε σωφρονεῖν πανταχῆ προσγίγνεται, ἂν δʼ ἀφορμὰς τῷ πολέμῳ δῶμεν, ὅσπερ εἴωθε νεωτερίζειν, δέδοιχʼ ὅπως μὴ ζητοῦντες πλείω ποιῆσαι τὰ κατορθώματα τὴν ἐπὶ τοῖς ὑπάρχουσι φιλοτιμίαν ἀποβάλωμεν. οἶμαι δʼ οὐ τοῖς ὥσπερ ἡμεῖς πράττουσι προσήκειν φιλοκινδύνως ἔχειν, ἀλλὰ πολλῷ μᾶλλον τοῖς ὥσπερ οὗτοι διακειμένοις. τοῖς μὲν γὰρ, εἰ καὶ μηδὲν ἄλλο προσκαταπράξαιεν, ἔκ γε τῶν ὑπαρχόντων ἔξεστιν εὐδοκιμεῖν καὶ τῆς κρείττονος εἶναι τύχης, οἷς δʼ ἡσυχάσασι μὲν αἰσχύνη καὶ βέβαια τὰ τῆς συμφορᾶς, ἕτερον δʼ ἀναρρίπτουσι κίνδυνον ἐλπὶς ἀπαλλαγῆναι τῶν παρόντων, ἐὰν ἄμεινον ἀγωνίσωνται, οὐδὲν ἀπεικὸς ἐγχειρεῖν, λογιζομένους ὡς ἐν μὲν τῷ σφαλῆναι παραπλησίως πράττειν ᾗ καὶ πρὸ τοῦ, κρατήσασι δὲ πάντων ἔστιν ἀπηλλάχθαι τῶν κακῶν. καὶ μὴν ὅτι μὲν τὸ μέλλον ἄδηλον ἅπασιν ἀνθρώποις οὐδεὶς ἀγνοεῖ. ὅπου γὰρ οὔτε τυραννὶς ἰσχυρὸν οὔτε πλοῦτος βέβαιον, μυρίαι δὲ αἱ μεταβολαὶ καὶ ἰδίᾳ καὶ δημοσία καὶ νὴ Δία γʼ οὐ πόλεσι μόνον, ἀλλὰ καὶ ὅλοις ἔθνεσι, τί τις ἂν προϊδεῖν ἔχοι; ἔστι δʼ εὖ φρονούντων ἐπʼ ἀμφότερʼ ἐξετάζοντας οὕτω τίθεσθαι πρὸς τὸ συμβαῖνον. ἡμεῖς τοίνυν κρατήσαντες μὲν Λακεδαιμονίους καὶ παραστησάμενοι τὴν Πελοπόννησον τὴν ἀρχὴν αὐξήσομεν, ὡς ἔοικεν, εἰ δʼ, ὃ μὴ γένοιτο, σφαλείημεν, τοῖς οὖσι κινδυνεύσομεν. οὐκοῦν ὅτʼ ἔλαττον τοῦ δυσχεροῦς τἀγαθὸν, κρεῖττον διηλλάχθαι. καὶ μὴν τὸ μὲν ἐξὸν ὅλως κρατῆσαι τραπέσθαι πρὸς τὴν εἰρήνην ἀντίρροπον τῆς πλεονεξίας ἔχει τὴν δόξαν τὴν ἐπὶ τῷ τὸ κοινῇ βέλτιστον ᾑρῆσθαι καὶ περὶ πλείονος ποιεῖσθαι τὸ τὴν Ἑλλάδα σῶσαι τοῦ διαφθεῖραι τοὺς ἀνταγωνιστὰς, τὸ δʼ ἄδηλον τοῦ μέλλοντος συμβήσεσθαι μὴ φυλάξασθαι πάσης ἔξω παραμυθίας ἐστίν. οὕτω τὸ μὲν τὴν εἰρήνην ἑλέσθαι πρὸς ἀμφότερα ὀρθῶς ἔχει, τὸ δὲ τῷ πολέμω πεπιστευκέναι πλείω τὴν βλάβην τῆς ὠφελείας ἔχει παρʼ ἄλληλα θεωμένους. θαυμάζω δʼ εἰ παραστησάμενοι μὲν τοὺς Λακεδαιμονίους ἐπιστήσεσθε φείσασθαι, ἐξὸν δὲ καὶ ὑμῶν αὐτῶν ἅμα καὶ τούτων φείσασθαι νῦν οὐ τολμήσετε. καὶ τί φήσετε, ὦ Ἀθηναῖοι; ὅτε μὲν γὰρ Πελοπόννησον περιεπλεῖτε, καὶ ἀποβάσεις ἐποιεῖσθε εἰς τὴν χώραν καὶ Πύλον ταυτηνὶ κατελαμβάνετε καὶ τἄλλα ἐπραγματεύεσθε, εἴ τις ἔροιθʼ ὑμᾶς ἀντὶ τοῦ ταῦτα ποιεῖτε, ἦν εἰπεῖν ὅτι ἠναγκασμένοι καὶ ὅτι βουλομένων ἡμῶν ἡσυχίαν ἄγειν Λακεδαιμονίοις οὐ συνέδοξεν, ἀλλʼ εἰς ὅπλα καὶ πόλεμον προὐκαλοῦντο· νῦν δὲ τί φήσομεν, εἴ τις ἔροιθʼ ἡμᾶς, ἢ πλέοντας ἰδὼν ἢ κατὰ γῆν ἐξιόντας ἢ ὅλως ἕν τι τῶν αὐτῶν πράττοντας; πότερον ὡς ἠναγκάσμεθα; ἀλλʼ οἱ τότʼ ἐκεῖνα ἐπαιρόμενοι νῦν ἥκουσι τὴν εἰρήνην προτείνοντες. ἀλλʼ ὡς ἐλαττώσεσθέ τι ταῦτʼ ἐὰν δέξησθε; ἀλλʼ οὔτε τὴν Αἴγιναν οὐδεὶς ὑμᾶς ἀφιέναι κελεύει νῦν οὔτʼ ἐκ Ποτιδαίας ἀπιέναι οὔτε δέχεσθαι Μεγαρέας, ἐάν τε βούλησθʼ ἐάν τε μὴ, οὔτʼ ἔνεστι πολυπραγμοσύνης οὐδὲν τοῖς δρωμένοις, ἀλλὰ κύριον μὲν τὸ πινάκιον, βέβαιος δʼ ἡ τῶν Ἑλλήνων ἀρχὴ, πάντα δὲ σῶα τὰ χωρία καὶ λιμένες καὶ ἵπποι καὶ τριήρεις καὶ τὸ βουλεύεσθαι περὶ αὐτῶν. οἱ δὲ τὰς σεμνὰς ἐκείνας ἐπαγγελίας ἐπαγγελλόμενοι καὶ δελεάζοντες τοὺς Ἕλληνας τῷ τῆς ἐλευθερίας ὀνόματι, οὗτοι νῦν ἐὰν αὐτοῖς αὐτονόμοις ἐξῇ τὴν ἑαυτῶν οἰκεῖν, ἀγαπᾶν ὁμολογοῦσι καὶ οἱ περὶ τῆς ἡγεμονίας ἀμφισβητήσαντες ὑμῖν βεβαιωταὶ μᾶλλον αὐτῆς γεγόνασι. πρὶν μὲν γὰρ ὅπλα κινῆσαι τάχα ἄν τις καὶ προσεδόκησεν αὐτοὺς ἐπιέναι, ἐγχειρήσαντες δὲ ἐναντιοῦσθαι, κᾆτʼ ἀποστάντες, οὔθʼ ὡς ἀδίκως κέκτησθε τὴν ἀρχὴν οὔθʼ ὡς κωλύειν δύνανται λέγειν ἕξουσιν, ὥστʼ ἔργῳ τὴν ψῆφον οἴσουσιν ὡς εἰκότως ἔχετε αὐτὴν καὶ παραδώσουσι τοὺς Ἕλληνας ὑμῖν πολὺ μᾶλλον ἢ ὅτε Παυσανίαν μὲν ἀπαλλαξάντων, ὑμᾶς δʼ ἑλομένων, συνεχώρησαν αὐτοί. καίτοι εἰ ταύτην τὴν γνώμην ἀπʼ ἀρχῆς ἔσχον Λακεδαιμόνιοι πρὸς ὑμᾶς, τί τῶν ἁπάντων ἂν ὑμᾶς