πρῶτον μὲν, ὦ Ἀθηναῖοι, χάρις πολλὴ τοῖς θεοῖς, οἳ τοὺς μὲν πρότερον θρασυνομένους καὶ μηδʼ ὄνομα εἰρήνης ἐθέλοντας ἀνασχέσθαι, πολλάκις ἡμῶν προκαλουμένων αὐτοὺς, ὑπὲρ εἰρήνης δεῦρʼ ἥκειν παρεσκεύασαν ἐν τούτῳ τῷ σχήματι, τῇ πόλει δʼ ἀπέδωκαν ἐξ ἀρχῆς βουλεύσασθαι περὶ τῶν Ἑλληνικῶν ὅπως ἂν πείσησθε. ἄξιον δὲ χρήσασθαι τῷ καιρῷ καὶ τὴν μὲν τούτων ἀγνωμοσύνην καὶ φιλονεικίαν φυλάξασθαι, τοῖς δʼ ὑμετέροις αὐτῶν ἤθεσι καὶ τρόποις ἐμμεῖναι. ἔστι μὲν οὖν παλαιός τις λόγος ὡς ἄρα οὐ ῥᾴδιον εὖ πράττοντας εὖ φρονεῖν, ἀλλʼ οἱ πολλοὶ χείρους ὑπὸ τῆς τύχης γίγνονται· ἐγὼ δʼ ὅσοι μὲν, ὦ Ἀθηναῖοι, παρʼ ἀξίαν ἢ παρʼ ἐλπίδας εὐτυχοῦσιν, τούτους μὲν εἰκός τι πάσχειν ὑπολαμβάνω μὴ δυναμένους χρῆσθαι μείζοσιν ἢ καθʼ αὑτοὺς πράγμασιν, ὅσοις δὲ πλεῖστα μὲν τῶν Ἑλλήνων ὑπάρχει κατωρθωκέναι, οὐκ ἐλάττω δὲ τούτων εὐβουλίας σύμβολα πᾶσι παρεσχῆσθαι, λόγος οὐ λείπεται ταυτὸν τοῖς πολλοῖς καὶ τοῖς ἀνοήτοις παθεῖν. ἔστι δʼ οὐ περὶ τοῦ μέλλοντος μόνον ἡμῖν ἡ