<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg030.perseus-grc2" n="391"><p>ἐκπλεύσαντας ἀπράκτους ὑποδεξόμεθα ἀφόρητον νομίζειν, ἀλλʼ ἐκεῖνο πάντων ἂν γενέσθαι σχετλιώτατον, εἰ οὓς τότε ὡς ἀρχὴν ἐπικτησομένους καὶ μετὰ τοιούτου σχήματος ἐξεπέμπομεν, τούτους ὑπʼ ἄλλων ποτὲ φωνῶν ζητήσομεν, καὶ ἡ τότε ἅμιλλα μέχρι Αἰγίνης οὐκ ἐάσει νῦν αὐτοὺς εἰς τοὺς οἰκείους λιμένας ἀποσωθῆναι. ἐμοὶ μὲν εἴρηται· εὔχομαι δὲ δυοῖν θάτερον, ἢ καὶ ὑμῖν συνδοκεῖν, ἢ γνώμης ἁμαρτεῖν αὐτὸς καὶ δειλίαν ὕστερον μόνος ἐξ ἁπάντων ὀφλεῖν.</p></div></div></body></text></TEI>