ἐκπλεύσαντας ἀπράκτους ὑποδεξόμεθα ἀφόρητον νομίζειν, ἀλλʼ ἐκεῖνο πάντων ἂν γενέσθαι σχετλιώτατον, εἰ οὓς τότε ὡς ἀρχὴν ἐπικτησομένους καὶ μετὰ τοιούτου σχήματος ἐξεπέμπομεν, τούτους ὑπʼ ἄλλων ποτὲ φωνῶν ζητήσομεν, καὶ ἡ τότε ἅμιλλα μέχρι Αἰγίνης οὐκ ἐάσει νῦν αὐτοὺς εἰς τοὺς οἰκείους λιμένας ἀποσωθῆναι. ἐμοὶ μὲν εἴρηται· εὔχομαι δὲ δυοῖν θάτερον, ἢ καὶ ὑμῖν συνδοκεῖν, ἢ γνώμης ἁμαρτεῖν αὐτὸς καὶ δειλίαν ὕστερον μόνος ἐξ ἁπάντων ὀφλεῖν.