εἰπεῖν, οὐκ εἴ τί ποθʼ ἡμᾶς ἀναγκαῖον περιστήσεται, τούτου χάριν καὶ τὰ μὴ προσήκοντα ἑκόντας αὑτοῖς προστίθεσθαι χρὴ, ἀλλὰ χωρὶς τιθέναι τό τʼ ἀμύνασθαι τοὺς ἐπιόντας καὶ τὸ μὴ ἐθέλειν ἑαυτῶν φείσασθαι. ἐγὼ δὲ φοβοῦμαι μὲν ἃ μικρῷ πρόσθεν εἴρηκα, φοβοῦμαι δὲ καὶ τοὺς οἰωνοὺς, βλέπων μὲν εἰς τὰ μυστήρια ὡς οὐ καλῶς ἐξεφοίτησε πρὶν ἐκπλεῖν ἡμᾶς, βλέπων δʼ εἰς τοὺς ἑρμᾶς ὡς διετέθησαν, ἐνθυμούμενος δὲ ὡς ὁ ταῦτα συμβουλεύσας ἐπάρατος γεγένηται καὶ μόνῳ τούτῳ δημοσίᾳ τὰ γένη τὰ ἱερὰ κατηράσατο. ἀναμιμνήσκομαι δὲ καὶ τῆς εἰς Αἴγυπτον στρατείας, ἣν καλῶς οὗτος ἀρτίως περιέστελλεν, ἣ διακοσίας ἡμῶν τριήρεις παρείλετο, καὶ ταῦτʼ ἐχόντων μοῖραν ἤδη Αἰγύπτου οὐκ ἐλάττω τῆς πάσης Σικελίας· καὶ οὐδʼ ἐνταῦθα ἔστημεν, ἀλλὰ χρόνου διελθόντος ᾤχοντο ἕτεραι πεντήκοντα βοηθοὶ ταῖς ἐκεῖ, καὶ οὔτʼ ἐκείνας οὐδὲν ὤνησαν καὶ αὐτοὶ προσαπώλοντο ἐπιθήκην. τοῦτο μέντοι, τοῦτο ἐγὼ φρίττω τὸ παράδειγμα, ὦ Ἀθηναῖοι, καὶ οὔτε νὺξ οὔτε ἡμέρα παραιρεῖται τὴν μνήμην αὐτοῦ· καὶ δέομαι πάντων ὑμῶν τὴν Σικελίαν ὡς τὴν Αἴγυπτον φυλάξασθαι καὶ μὴ πολλὰ τοιαῦτα ποιεῖν παραδείγματα, λογιζομένους εἰ τότε τις ταῦτʼ εἰπὼν ἔπεισε, μάλιστα μὲν ἐξ ἀρχῆς μὴ πλεῖν εἰς Αἴγυπτον, εἰ δὲ μὴ, τάς γε δευτέρας τριήρεις μὴ πέμπειν, ὡς οὐδʼ ὁτιοῦν ἂν πρᾶγμα τῇ πόλει συνέβη, ἢ τά γε δεύτερα οὐκ ἂν προσαπώλετο. ἀλλὰ μὴν εἰ πάντες ἐπίστασθε ὅτι κἀκεῖνα ἡμαρτήθη γνώμῃ συμβούλων καὶ τῷ τοὺς κωλύοντας ἔλαττον σχεῖν, ὁρᾶτε μή ποτε καὶ νῦν τῆς ἡμετέρας ἥττης αὐτοὶ τὴν δίκην δῶτε. ἐνθυμεῖσθε δʼ ὡς οὐδʼ ἀπὸ τῶν ἐν Κύπρῳ ποτὲ νικῶν πολλῶν καὶ μεγάλων περιεγένετο ἡμῖν αὐτήν γε κτήσασθαι τὴν Κύπρον, ἀλλʼ ἀφέντες αὐτὴν ἀνεχωρήσαμεν. ὡς δὲ καὶ τὸ χωρίον λοιμῶδες οὗ τὸ στρατόπεδον πάντες ἴσως πυνθάνεσθε. ἃ χρὴ λογιζομένους οὐκ εἰ μετὰ παιάνων