<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg030.perseus-grc2" n="387"><p>τῶν Ὀρέστου πραγμάτων, ὡς οὐ προὐχώρει, πάλιν μετʼ ἐκείνου δεῦρʼ ἀναστρέψαντας· οἶδα δὲ εἰς Οἰνιάδας Ἀκαρνάνων διαβάντας, ὡς οὐκ ἦν ἑλεῖν, ἀναχωρήσαντας, Περικλέους, οὐ Νικίου στρατηγοῦντος· οἶδα δὲ τὴν Βοιωτίαν οὐ μικροῦ σχόντας, ὥσπερ οὗτοι νῦν φασι τὰς Συρακούσας, ἀλλʼ ἑλόντας πᾶσαν καὶ πάλιν ἐκλιπόντας, ὡς ἐπλήγημεν, τὴν τῶν ληφθέντων ἐν τῇ μάχῃ σωτηρίαν πλείονος ἀξίαν κρίναντας. καὶ μὴν καὶ Ἀχαΐαν γε καὶ ἕτερα μέμνησθε ἀποδόντες Πελοποννησίοις ὑπὲρ εἰρήνης. καίτοι ὅτε τῶν ἐκ τοῦ πολέμου πλεονεξιῶν ἑκόντες ἀπηλλάττεσθʼ, ἵνʼ εἰρήνη γένοιτο, ἦ που ἐν αὐτοῖς γε τοῖς τοῦ πολέμου πράγμασι καὶ ταῖς ἀνάγκαις εἰκὸς μὴ διπλοῦς τοὺς κινδύνους ἐθέλειν προστίθεσθαι. οὗτοι δὲ καὶ διπλῶν πέρα καὶ οὐκ ἐλάττους ἢ τὸ θαρρεῖν ἀφαιρεῖσθαι. σκέψασθε δὴ καὶ τόδε, ὅτι Λακεδαιμόνιοι καθʼ ἕκαστον ἔτος ἐμβάλλοντες εἰς τὴν Ἀττικὴν οὐκ ᾐσχύνοντο ἀναχωροῦντες, τοσαῦτα ὅσα ἠδύναντο βλάψαντες· καὶ νὴ Δία γε ἐνέβαλλον μὲν ἕως αὐτοῖς περιῆν· ἐπεὶ δὲ ἔδεισαν ὑπὲρ τῆς χώρας, ἐπαύσαντο. νυνὶ δὲ πάλιν φρουροῦσιν ἐν Δεκελείᾳ, ἐπειδὴ περίεστι τῶν πραγμάτων αὐτοῖς. τοσοῦτόν ἐστιν ὁ καιρὸς καὶ τὸ ἐξεῖναι. οὐδεὶς γὰρ ἀνθρώπων ἐκ προρρήσεως ἅπαντα κατεργάζεται οὐδʼ οἱ πόλεμοι δουλεύουσι ταῖς ἐπιθυμίαις, ἀλλʼ ἡ τύχη τὰ πλείω διαιρεῖ, ἧς ὅσον δίδωσι μεταλαμβάνοντας εἰδέναι τι χρὴ καὶ παριδεῖν. χωρὶς δὲ τούτων ἐναντίος οὗτός ἐστιν ὁ λόγος <pb xml:id="v.1.p.586"/> αὐτῶν τῷ σοφωτέρῳ, ὃς εἰ μηδὲν πράττοιεν οἱ νῦν ἀπελθόντες, ὡς ἐξέσται καὶ ἀμφοῖν ἀναπλεῖν ἐπαγγέλλεται. εἰ μὲν γὰρ αἰσχρὸν τὸ φεύγειν κἂν ὁτιοῦν ἐν τοῖς πράγμασιν, ἔτʼ αἴσχιον ἔσται τότε, ὅταν ἀμφοτέρους καταλαμβάνῃ τοὺς στόλους. εἰ δʼ ἰσχυρὸν ἡ ἀνάγκη, τί δεῖ τὰ πράγματα ἀφέντας φοβεῖν ὑμᾶς τοῖς ὀνόμασι; τοσούτῳ γὰρ βελτίων ἡ νῦν ἀναχώρησις, ὅσῳ μάχας τε νενικηκότες, ὦ Ἀθηναῖοι, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰς Συρακούσας αὐτὰς παρὰ μικρὸν ἐλθόντες ἔχειν, εἶτα ἀντιπεσούσης τῆς τύχης ἀναστρέψομεν, ἀμφοῖν σημεῖα πᾶσιν ἀνθρώποις καταλιπόντες, τῆς τε ἐπὶ τῶν ἀγώνων εὐψυχίας </p></div></div></body></text></TEI>