μὲν οὐκ αἰσχύνονται, ἐκεῖνο δὲ, εἰ μὴ τυχόντες τῶν πραγμάτων ἐπανίασιν; εἰ γὰρ ἐνταῦθα τὸ αἰσχρόν ἐστι, τί μᾶλλον ἐάν γε μένωσι λύεται, ἕως ἂν τὸ τυχεῖν ἓν τῶν ἀδυνάτων; ἐμοὶ μὲν γὰρ τοὐναντίον, ὦ Ἀθηναῖοι, φαίνεται, ἔτι μεῖζον ταύτῃ γε τὸ αἰσχρὸν καθίστασθαι. εἰ γὰρ ἐμμείναντες ὥς τι δράσοντες, εἶτα πείσονται πλείονα ἢ νυνὶ πεπόνθασι, πῶς οὐχ ὅπερ εἶπον συμβήσεται; ἀλλὰ μὴν ὅτε τοῦθʼ ἓν φαμὲν ἂν αἰσχύνεσθαι τὸ μηδὲν καταπρᾶξαι, οὐχ ἡ νῦν κλῆσις ἔχει τὸ αἰσχρόν· οὐδὲν γὰρ μᾶλλον αὐτὴ τά γε ἐκεῖ διέφθαρκεν, ἀλλʼ ἡ τότε ἔκπεμψις τῶν ἀδυνάτων ἡμᾶς ἐπιθυμοῦντας ἤλεγξεν. ὥστε τοῖς ἐκεῖνα πείσασιν ἐγκλητέον, οὐ τοῖς ταῦτα συμβουλεύουσι. διὰ γὰρ ἐκείνους φεύγειν ἠναγκάσμεθα, ὡς αὐτοὶ λέγουσι, ἐξὸν κατὰ χώρας ἐξ ἀρχῆς μένειν. ἐγὼ δʼ οὐδὲ φυγὴν εἴποιμʼ ἂν, ὦ Ἀθηναῖοι, τόν γε τοιοῦτον εἶναι· οὐδαμῶς. εἰ μὲν γὰρ ἐπιόντας αὐτοὺς μὴ ἐτολμῶμεν ὑφίστασθαι, εἰκότως ἄν τις ἔφη δειλίαν εἶναι· εἰ δὲ ἐπήλθομεν ἐκ περιουσίας, εἰ μὲν προὐχώρει, μὴ προαπελθεῖν, ἀντιπεσόντος δὲ ἀναχωρεῖν τῆς αὐτῆς ἐστι σωφροσύνης. οἱ γὰρ ὑπὲρ τοῦ πλείονος πόλεμοι τοῦτον ἔχουσι τὸν νοῦν, ἂν μὲν ἐξῇ λαβεῖν, τολμᾶν, εἰ δὲ μὴ, τό γε δεύτερον, μὴ χείρω τἀρχαῖα ποιῆσαι· ὥσπερ οἶμαι καὶ τοὺς ἀγαθοὺς χρηματιστὰς ὁρῶμεν οὐκ εἰ μὴ πλείω τὰ ὄντα ποιῆσαι δυνήσονται, καὶ τοῖς ἀρχαίοις ἑκόντας βλαπτομένους, ἀλλʼ ἐπιχειροῦντας μὲν ἐάν τι περιῇ, μὴ φιλονεικοῦντας δὲ ἐάν τι κωλύῃ. ἐπὶ τούτοις γε, ὦ Ἀθηναῖοι, τοῖς λόγοις οὐδὲ νῦν ἀπὸ τοῦ παρατειχίσματος χρῆν ἀναχωρῆσαι Νικίαν, οὐδʼ ὅσους ἀγῶνας ἠγωνίσαντο οἱ στρατιῶται, οὐκέτι χρῆν ἀναχωρεῖν, ὡς ἔοικεν, ἐπειδή γε ἅπαξ συνέστησαν. μωρία ταῦτα καὶ γέλως. ὅτι δʼ οὐδὲν ἔξω τῶν εἰωθότων οὐδʼ ἀπὸ τῆς ἀνθρωπείας φύσεως ποιήσομεν, ἂν μὴ τοῖς ἀνηνύτοις προσκαθεζώμεθα, ὀλίγων ἅμα καὶ ἐναργῶν ἀναμνήσθητε. οἶδα μὲν γὰρ εἰς Θετταλίαν ποθʼ ἡμᾶς στρατεύσαντας ὑπὲρ τῶν Ὀρέστου πραγμάτων, ὡς οὐ προὐχώρει, πάλιν μετʼ ἐκείνου δεῦρʼ ἀναστρέψαντας· οἶδα δὲ εἰς Οἰνιάδας Ἀκαρνάνων διαβάντας, ὡς οὐκ ἦν ἑλεῖν, ἀναχωρήσαντας, Περικλέους, οὐ Νικίου στρατηγοῦντος· οἶδα δὲ τὴν Βοιωτίαν οὐ μικροῦ σχόντας, ὥσπερ οὗτοι νῦν φασι τὰς Συρακούσας, ἀλλʼ ἑλόντας πᾶσαν καὶ πάλιν ἐκλιπόντας, ὡς ἐπλήγημεν, τὴν τῶν ληφθέντων ἐν τῇ μάχῃ σωτηρίαν πλείονος ἀξίαν κρίναντας. καὶ μὴν καὶ Ἀχαΐαν γε καὶ ἕτερα μέμνησθε ἀποδόντες Πελοποννησίοις ὑπὲρ εἰρήνης. καίτοι ὅτε τῶν ἐκ τοῦ πολέμου πλεονεξιῶν ἑκόντες ἀπηλλάττεσθʼ, ἵνʼ εἰρήνη γένοιτο, ἦ που ἐν αὐτοῖς γε τοῖς τοῦ πολέμου πράγμασι καὶ ταῖς ἀνάγκαις εἰκὸς μὴ διπλοῦς τοὺς κινδύνους ἐθέλειν προστίθεσθαι. οὗτοι δὲ καὶ διπλῶν πέρα καὶ οὐκ ἐλάττους ἢ τὸ θαρρεῖν ἀφαιρεῖσθαι. σκέψασθε δὴ καὶ τόδε, ὅτι Λακεδαιμόνιοι καθʼ ἕκαστον ἔτος ἐμβάλλοντες εἰς τὴν Ἀττικὴν οὐκ ᾐσχύνοντο ἀναχωροῦντες, τοσαῦτα ὅσα ἠδύναντο βλάψαντες· καὶ νὴ Δία γε ἐνέβαλλον μὲν ἕως αὐτοῖς περιῆν· ἐπεὶ δὲ ἔδεισαν ὑπὲρ τῆς χώρας, ἐπαύσαντο. νυνὶ δὲ πάλιν φρουροῦσιν ἐν Δεκελείᾳ, ἐπειδὴ περίεστι τῶν πραγμάτων αὐτοῖς. τοσοῦτόν ἐστιν ὁ καιρὸς καὶ τὸ ἐξεῖναι. οὐδεὶς γὰρ ἀνθρώπων ἐκ προρρήσεως ἅπαντα κατεργάζεται οὐδʼ οἱ πόλεμοι δουλεύουσι ταῖς ἐπιθυμίαις, ἀλλʼ ἡ τύχη τὰ πλείω διαιρεῖ, ἧς ὅσον δίδωσι μεταλαμβάνοντας εἰδέναι τι χρὴ καὶ παριδεῖν. χωρὶς δὲ τούτων ἐναντίος οὗτός ἐστιν ὁ λόγος αὐτῶν τῷ σοφωτέρῳ, ὃς εἰ μηδὲν πράττοιεν οἱ νῦν ἀπελθόντες, ὡς ἐξέσται καὶ ἀμφοῖν ἀναπλεῖν ἐπαγγέλλεται. εἰ μὲν γὰρ αἰσχρὸν τὸ φεύγειν κἂν ὁτιοῦν ἐν τοῖς πράγμασιν, ἔτʼ αἴσχιον ἔσται τότε, ὅταν ἀμφοτέρους καταλαμβάνῃ τοὺς στόλους. εἰ δʼ ἰσχυρὸν ἡ ἀνάγκη, τί δεῖ τὰ πράγματα ἀφέντας φοβεῖν ὑμᾶς τοῖς ὀνόμασι; τοσούτῳ γὰρ βελτίων ἡ νῦν ἀναχώρησις, ὅσῳ μάχας τε νενικηκότες, ὦ Ἀθηναῖοι, καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰς Συρακούσας αὐτὰς παρὰ μικρὸν ἐλθόντες ἔχειν, εἶτα ἀντιπεσούσης τῆς τύχης ἀναστρέψομεν, ἀμφοῖν σημεῖα πᾶσιν ἀνθρώποις καταλιπόντες, τῆς τε ἐπὶ τῶν ἀγώνων εὐψυχίας καὶ τῆς πρὸς τοὺς καιροὺς εὐαρμοστίας, καὶ οὔτε Συρακοσίων οὔτε Σελινουντίων οὔτʼ ἄλλος οὐδεὶς τῶν ἐκεῖ κομπάσεται καθʼ ἡμῶν οὐδʼ ὡς ἐξήλασεν ἕξει λέγειν. πάντες γὰρ ἄνθρωποι συνήσονται, ὅσον μὲν εἰς ἡμᾶς κἀκείνους ἧκεν, οὐδὲ μικρὸν αὐτοὺς ἀντᾶραι δυνηθέντας, Λακεδαιμονίων δὲ καὶ Κορινθίων ἐπελθόντων καὶ τῶν ἀρχαίων πολεμίων οὕτως ἡμᾶς δόντας λογισμὸν ἡμῖν αὐτοῖς πρὸς τὰ παρόντα. ὥστʼ οὐ μόνον ἀσφάλεια, ἀλλὰ καὶ δόξα ἀγαθὴ τῇ γνώμῃ προσγίγνεται. οὗτοι μὲν οὖν φοβοῦνται μὴ φεύγειν δοκῶμεν, ἐγὼ δὲ ἀπεύχομαι μὲν τοῦ λόγου τὴν ἀλήθειαν, τὸν ἐναντίον δὲ φοβοῦμαι φόβον μὴ πλεονάζοντες, εἶτʼ οὐ δυνηθῶμεν φεύγειν, ἀλλὰ πάθωμεν ταυτὸν τοῖς περὶ τοὺς κύβους φιλονεικοῦσιν, οἷς ἐξὸν παριδεῖν ὅσον ἐζημιώθησαν, εἶτα ἀθώοις εἶναι τοῦ πλείονος, ἡ μετὰ τῆς ὀργῆς ἔρις τὴν εἰς τοὔσχατον ἤνεγκε βλάβην. δοκεῖ δʼ ἔμοιγε τοὐναντίον εἶναι οὐκ ἐν μὲν τῷ πέμπειν τὴν βοήθειαν ἢ λαβεῖν Σικελίαν ἢ κομίσασθαι τοὺς ἄνδρας πάλιν, ἐν δὲ τῷ καλεῖν ἤδη διεφθάρθαι τἀκεῖ πράγματα, ὥσπερ ἀρτίως ἠκούετε. ἀλλʼ ἡμεῖς ἕως ἐστὶ καιρὸς εἰ μὲν μεταπεμψόμεθα καὶ γενησόμεθα πάντες ἐν ταὐτῷ, φημὶ θεῶν ἵλεων ὄντων ἐλπίδας καταλείπεσθαι περὶ τῶν ἐκεῖ πραγμάτων, ὥσπερ καὶ πρότερον συνέβη πέμψασι κατὰ καιροὺς, ἔπειθʼ ὕστερον μειζόνως ἐπιθέσθαι δυνηθῆναι. ἂν δʼ ὠθιζώμεθα πρὸς τὸ ἀδύνατον, φημί τινʼ ἡμῶν κέρδος τὴν ζημίαν ἡγήσεσθαι, εἰ μόνον τῶν πραγμάτων συμβαίη διαμαρτεῖν καὶ πλέον μηδὲν προσυπάρξει παθεῖν. ἔπειτα καὶ τίς τῶν στρατηγῶν, ὦ Ἀθηναῖοι, θαρρήσει καθʼ αὑτὸν δεῦρο ἀνάγειν ἀθρόαν τὴν δύναμιν, ὅταν ὑμῖν προσαγγελθὲν ἀπεψηφισμένοι φαίνησθε, μηδὲ τοὺς ἐλάττους ἐπανήκειν πρὶν πρᾶξαι περὶ ὧν ἐπέμφθησαν· καὶ ὅπου νῦν ὤκνησε Νικίας τὰ παρʼ ὑμῶν, τί ποθʼ ἡγήσεται πείσεσθαι δευτέρας ἐλπίδος ὑμῶν ἁμαρτόντων; οὕτως ἢ νικήσοντας πέμπετε, ἢ θάτερον οὐ βούλομαι προσθεῖναι. ἐν οἷς δὲ ἐγὼ λέγω πάντα ἐφʼ ὑμῖν μετὰ τοῦ καιροῦ γίγνεται, καὶ τὸ λαβεῖν Σικελίαν, ἐὰν ἐξῇ, καὶ τὸ αὐτούς γε εἶναι σῶς, ἐὰν ἄρα ἐκεῖνο μόνον μὴ συμβῇ. καὶ γὰρ εἰ μὲν ῥᾴδιον τἀνταῦθα καταστήσασθαι, χρησαμένους ἁπάσῃ τῇ δυνάμει, ῥᾴδιον πλεῖν ἐξ ὑπαρχῆς ἐπʼ ἐκεῖνα· εἰ δέ ἐστι μείζων ἡ πραγματεία, τί τοῖς ἐνταῦθα οὐκ ἔχοντες ἱκανῶς ἀνταρκεῖν ὑπερορίους ταραχὰς ἡμῖν αὐτοῖς ἐξευρίσκομεν; ὑπερβολὴν δὲ ποιήσομαι· εἰ γὰρ ἴσα καὶ κοινὰ θείημεν εἶναι τἀν τῇ Σικελίᾳ πράγματα, ὃ πολλῷ πλεονεκτεῖν ἡμᾶς ἔγωγʼ ἂν φαίην εἶναι, εἴπερ οὕτως εἶχεν, ἐκεῖνό γε δή που πάντες ἐπιστάμεθα, ὅτι οὐ τοσοῦτον κέρδος λαβεῖν Σικελίαν εἰ προχωροῖ, ὁπόσον τι κακὸν τοσαύτῃ δυνάμει σφαλῆναι. ὅτε τοίνυν μείζων ὁ φόβος τῆς ἐλπίδος, πῶς οὐκ ἄξιον φυλάξασθαι; θαυμάζω δὲ τῶν φοβουμένων μὲν Συρακοσίους μὴ δεῦρʼ ἐπιπλεύσωσιν, αὐτοὺς δʼ ἐπʼ ἐκείνους πλεῖν κελευόντων, ὥσπερ ἄδειαν οὖσαν. ἐγὼ δʼ ἡγοῦμαι μὲν Συρακοσίους οὐχ οὕτω παραφρονεῖν ὥστʼ ἀγαπητῶς καὶ παρὰ δόξαν ἀπαλλαγέντας πραγμάτων αὑτοῖς κινεῖν ἕτερα, ἄλλως τε καὶ παρʼ ἡμῶν αὐτῶν ἐγνωκότας ὡς οὐ λυσιτελὲς τοσαύτην ἀπὸ τῆς οἰκείας ῥᾳδίως κινεῖσθαι, εὐξαίμην δʼ ἂν ἅπασι τοῖς θεοῖς ἐνταυθοῖ λαβεῖν αὐτούς. ἅμα μὲν γὰρ οὐ πρὸς ἴσας ναῦς προσοισόμεθʼ αὐτῶν, ὅσας περ ὑπὲρ τῆς αὑτῶν σωτηρίας ἐκεῖ παρέξονται, ἅμα δʼ οἶμαι τὸν νόμον εἴσονται τῶν ὑπερορίων καὶ μεγάλων στρατειῶν· ᾧ περιέπεσε μὲν ὁ Περσῶν βασιλεὺς ὁ δεῦρο στρατεύσας, περιέπεσον δὲ Καρχηδόνιοι διαβάντες εἰς Σικελίαν μυριάσι πολλαῖς καὶ πεζῆς καὶ ναυτικῆς δυνάμεως. οὐ γὰρ ὁμοίως τά τε οἰκεῖα φυλάττειν δυνατὸν καὶ τοὺς μακρὰν ἀφεστῶτας χειροῦσθαι, ἀλλʼ ἀκολουθεῖ τις νέμεσις τῷ τολμήματι. ἃ καὶ Λακεδαιμόνιοι γιγνώσκοντες οὐδὲν οὕτως ὡς τὰς διὰ πολλοῦ στρατείας φυλάττονται. καὶ γάρ τοι τῶν Ἑλλήνων οὐκ ἐλάχιστον δύνανται τὰς κατὰ μικρὸν πλεονεξίας συλλέγοντες. εἰ δὲ δεῖ πάντων ἀποστάντα ἓν εἰπεῖν, οὐκ εἴ τί ποθʼ ἡμᾶς ἀναγκαῖον περιστήσεται, τούτου χάριν καὶ τὰ μὴ προσήκοντα ἑκόντας αὑτοῖς προστίθεσθαι χρὴ, ἀλλὰ χωρὶς τιθέναι τό τʼ ἀμύνασθαι τοὺς ἐπιόντας καὶ τὸ μὴ ἐθέλειν ἑαυτῶν φείσασθαι. ἐγὼ δὲ φοβοῦμαι μὲν ἃ μικρῷ πρόσθεν εἴρηκα, φοβοῦμαι δὲ καὶ τοὺς οἰωνοὺς, βλέπων μὲν εἰς τὰ μυστήρια ὡς οὐ καλῶς ἐξεφοίτησε πρὶν ἐκπλεῖν ἡμᾶς, βλέπων δʼ εἰς τοὺς ἑρμᾶς ὡς διετέθησαν, ἐνθυμούμενος δὲ ὡς ὁ ταῦτα συμβουλεύσας ἐπάρατος γεγένηται καὶ μόνῳ τούτῳ δημοσίᾳ τὰ γένη τὰ ἱερὰ κατηράσατο. ἀναμιμνήσκομαι δὲ καὶ τῆς εἰς Αἴγυπτον στρατείας, ἣν καλῶς οὗτος ἀρτίως περιέστελλεν, ἣ διακοσίας ἡμῶν τριήρεις παρείλετο, καὶ ταῦτʼ ἐχόντων μοῖραν ἤδη Αἰγύπτου οὐκ ἐλάττω τῆς πάσης Σικελίας· καὶ οὐδʼ ἐνταῦθα ἔστημεν, ἀλλὰ χρόνου διελθόντος ᾤχοντο ἕτεραι πεντήκοντα βοηθοὶ ταῖς ἐκεῖ, καὶ οὔτʼ ἐκείνας οὐδὲν ὤνησαν καὶ αὐτοὶ προσαπώλοντο ἐπιθήκην. τοῦτο μέντοι, τοῦτο ἐγὼ φρίττω τὸ παράδειγμα, ὦ Ἀθηναῖοι, καὶ οὔτε νὺξ οὔτε ἡμέρα παραιρεῖται τὴν μνήμην αὐτοῦ· καὶ δέομαι πάντων ὑμῶν τὴν Σικελίαν ὡς τὴν Αἴγυπτον φυλάξασθαι καὶ μὴ πολλὰ τοιαῦτα ποιεῖν παραδείγματα, λογιζομένους εἰ τότε τις ταῦτʼ εἰπὼν ἔπεισε, μάλιστα μὲν ἐξ ἀρχῆς μὴ πλεῖν εἰς Αἴγυπτον, εἰ δὲ μὴ, τάς γε δευτέρας τριήρεις μὴ πέμπειν, ὡς οὐδʼ ὁτιοῦν ἂν πρᾶγμα τῇ πόλει συνέβη, ἢ τά γε δεύτερα οὐκ ἂν προσαπώλετο. ἀλλὰ μὴν εἰ πάντες ἐπίστασθε ὅτι κἀκεῖνα ἡμαρτήθη γνώμῃ συμβούλων καὶ τῷ τοὺς κωλύοντας ἔλαττον σχεῖν, ὁρᾶτε μή ποτε καὶ νῦν τῆς ἡμετέρας ἥττης αὐτοὶ τὴν δίκην δῶτε. ἐνθυμεῖσθε δʼ ὡς οὐδʼ ἀπὸ τῶν ἐν Κύπρῳ ποτὲ νικῶν πολλῶν καὶ μεγάλων περιεγένετο ἡμῖν αὐτήν γε κτήσασθαι τὴν Κύπρον, ἀλλʼ ἀφέντες αὐτὴν ἀνεχωρήσαμεν. ὡς δὲ καὶ τὸ χωρίον λοιμῶδες οὗ τὸ στρατόπεδον πάντες ἴσως πυνθάνεσθε. ἃ χρὴ λογιζομένους οὐκ εἰ μετὰ παιάνων