Σικελιώτας ὁ πόλεμος. ταὐτὰ δὲ ταῦτα λέγω καὶ περὶ τῶν ἐν Ἰταλίᾳ πραγμάτων, ὡς οὐκ ἂν ὑμᾶς ἐκφύγοι σχολῆς ἀπὸ τῶν ἄλλων παραπεσούσης. εἰ μέντοι δεήσει κατὰ ταυτὸν καὶ Πελοποννησίοις καὶ τοῖς ἐν Σικελίᾳ καὶ Ἕλλησι καὶ βαρβάροις πολεμεῖν, καὶ πρὸς τούτοις ἔτι τοῖς ἀπὸ τῆς ἀντιπέρας ἠπείρου μετʼ ἐκείνων ἐσομένοις, οὐκέτι τοῦτʼ ἔχω θαρρεῖν, ἀλλὰ δέδοικα τὰς ἐλπίδας ἡμῶν μακρὰς οὔσας. ἡ γὰρ παρενθήκη τοῦ πολέμου κινδυνεύει μείζων τοῦ κεφαλαίου ἡμῖν καθίστασθαι, οἵτινες ἀξιοῦμεν Σικελίαν καὶ Ἰταλίαν καὶ Καρχηδόνα καὶ μικροῦ δεῖν πάντας ἀνθρώπους ὑποχειρίους ποιήσασθαι, ἵνʼ αὐτοὺς δεῦρο κομίσαντες τὴν Πελοπόννησον παριστῶμεν. ἐμοὶ δὲ, ὦ Ἀθηναῖοι, καὶ μηδεὶς ὑπολάβῃ δυσκόλως, τοὐναντίον δοκεῖ πρότερον ἐγχωρεῖν τε καὶ χρῆναι τὴν Πελοπόννησον ὑφʼ ἡμῖν αὐτοῖς ποιήσασθαι, ἵνα διὰ τούτων τῶν ἔξω τοσούτων κρατήσωμεν, καὶ δεῖν διὰ τούτων ἐκεῖνα προσκτήσασθαι μᾶλλον ἢ τοῖς ἐκεῖ τούτων ἕνεκα ἐγχειρεῖν ἐν ἀκαιρίᾳ. ὅτι δʼ οὐκ ἐκείνῳ τῷ λόγῳ χρὴ πιστεύειν, ὡς ἡ πολλὴ τῆς Συρακοσίων δυνάμεως πρὸς ἡμῶν ἐστιν, ἀκούσατε. οὐδεὶς, ὦ Ἀθηναῖοι, τῶν ἐν Σικελίᾳ οὔτε Ἑλλήνων λέγω οὔτε βαρβάρων ἐξ ἴσου Συρακοσίους τε μισεῖ καὶ ἡμῖν εὐνοϊκῶς ἔχει, ἀλλʼ ὥς μοι δοκοῦσι διακεῖσθαι φράσω. ἐκεῖνοι, μέχρι μὲν μηδεὶς ἀφῖκτο παρʼ ἡμῶν εἰς Σικελίαν, ἐδυσχέραινον Συρακοσίους, ὥσπερ ἡμᾶς πολλοὶ τῶν ἡμετέρων συμμάχων. οὐδεὶς γὰρ ἑκὼν οἶμαι δουλεύειν βούλεται. δυνάμεως δὲ τοσαύτης φανείσης, καὶ πάλιν ἄλλης πεμπομένης ὑφʼ ἡμῶν καὶ τῆς διανοίας οὔσης περιφανοῦς, οὐκέτʼ ἐκείνους μισοῦσι μᾶλλον ἢ ἡμᾶς δεδίασιν, ὥσθʼ ἡμεῖς διαλλακταὶ γιγνόμεθα αὐτοῖς. πολὺ γὰρ αὖ μᾶλλον αἱρήσονται τοὺς οἰκείους καὶ ὁμοίους, ἐὰν ἄρα καὶ παριδεῖν δέῃ μικρὸν ἐλαττουμένους αὐτῶν, ἢ τοὺς ἀλλοτρίους καὶ ἐπήλυδας. ταῦτʼ ἐστὶν ἃ δέδοικα καὶ πρὸς τούτοις, ὦ Ἀθηναῖοι, τὴν Λακεδαιμονίων ψευδολογίαν, ὑφʼ ἧς διαβεβλήμεθα, ὡς τῷ βιαίως ἄρχειν ἅπαντας ὑπερβεβληκότες. πάντων δʼ ἀτοπώτατον τῆς μὲν Ἀττικῆς αὐτῆς παραχωρῆσαι τοῦ μὴ μάχεσθαι μηδὲ κινδυνεύειν ἕνεκα, ὑπὲρ δὲ