<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg030.perseus-grc2" n="383"><p>ἢ πέμπειν πάλιν ἀντʼ ἐπισιτισμοῦ Συρακοσίοις ὧν κύριοι καταστήσονται; νὴ Δίʼ ἀλλὰ φοβήσονται τὴν δευτέραν ἔφοδον ταυτηνί. μᾶλλον θαρρήσουσι συνειδότες ὡς καὶ τῆς προτέρας ἐκράτησαν. καὶ γὰρ ἂν παρʼ αὐτῶν ἡμῶν οὕτω γʼ ἔχειν ἤδη μαρτυρίαν ἡγοῖντο, ὡς ἀπέγνωμεν μηκέτʼ ἐν εὐπόρῳ τὰ πράγματα εἶναι. οὐ γὰρ ὡς θαρροῦντες, ἀλλʼ ὡς φοβούμενοι δή που πέμψαι τοὺς νυνὶ δόξομεν.</p><p rend="align(indent)">εἶεν. ἰδίᾳ μὲν δὴ καθʼ αὑτὸ ἑκάτερον τοσοῦτον ἔχει φόβον, τό τε τῆς ἐνταῦθα ἀφελεῖν δυνάμεως καὶ τὸ στρατεύειν ἐκεῖσε ὁποσοιστισινοῦν. ἀλλήλοις δὲ πῶς ὑπεναντία ταῦτα; ἐκ μὲν τοῦ τἀνταῦθα πονήρως ἔχειν, θάρσος τοῖς ἐκεῖ γίγνεται πολεμίοις, ὡς εἰ μικρὸν ἀντίσχοιεν, οὐ περαιτέρω κινδυνεύσοντας, ἐκ δʼ αὖ τοῦ παρὰ γνώμην ἐκεῖ πρᾶξαί τι τοῖς ἐνταῦθα πᾶσι συγκινδυνεύειν ἐστί. μὴ γὰρ ὅτι κρατηθέντος ἡμῶν τοῦ στόλου, ἢ τοῖς ὅλοις ἐκείνων ὑπερεχόντων, ἀλλʼ εἰ ψευδὴς μόνον φήμη καὶ δόξα ἀφίκοιτο, ὅτι ἐπταίκαμεν, πάντα ἀνακεχαίτισται καὶ μεθέστηκε, καὶ τῶν νῦν κατʼ ἀνάγκας ὑμῶν ἀκροωμένων οὐδείς ἐστιν ὅστις οὐ διὰ Λακεδαιμονίων εὐθὺς τὰ ἑαυτοῦ ποιήσεται. εἰ δὲ στερησόμεθα, ὦ Ἀθηναῖοι, τῶν συμμάχων καὶ τῶν προσόδων, τί τὸ λοιπὸν ὑμῖν; ἐγὼ μὲν οὐκ ἂν εἴποιμι, ὁρᾶται δὲ ὑπὸ πάντων. ἔπειτα ἀναμιμνήσκουσιν ἡμᾶς ὡς εὐθὺς ἀπʼ ἀρχῆς ἔδοξε μὴ μάχεσθαι Πελοποννησίοις περὶ τῆς χώρας, ἀλλʼ ἀποστόλοις καὶ περίπλοις πολεμεῖν. ὅτι δʼ αὐτὸς οὗτος ἀνὴρ Περικλῆς ὁ ταῦτα πείθων κἀκεῖνο συνέπειθεν, ἀρχὴν μὴ ἐπικτᾶσθαι <pb xml:id="v.1.p.581"/> παρὰ τὸν πόλεμον, τοῦτο οὐ βούλονται μεμνῆσθαι, πάντων μάλιστα εἰκὸς ὄν. ἐγὼ γὰρ, ὦ Ἀθηναῖοι, τὴν πόλιν τὴν ἡμετέραν ἁπασῶν πόλεων τοσοῦτον προέχειν ὑπολαμβάνω ὥστε μὴ μόνον καθʼ ἑκάστην οἵαν τε εἶναι νικᾶν, ἀλλὰ καὶ κατὰ ἔθνη τινὰς αὐτῶν, οὐ μέντοι κρείττω γε τῆς ἀνθρωπείας φύσεως γενέσθαι ποτʼ ἂν, οὐδʼ εἰκὸς εἶναι ταῦτʼ ἀξιοῦν. οἷον Πελοποννησίων κρατεῖν ἂν ὑμᾶς φημι μόνους μόνων καὶ συμπάντων, καὶ πάλιν αὖ Σικελίαν οὐ χαλεπῶς ἂν λαβεῖν, εἰ πρὸς αὐτοὺς ὑμῖν εἴη </p></div></div></body></text></TEI>