φόβον οὐδένα ἕτερον προσαγγελεῖ Νικίας ἡμῖν αὖθις; ὅτι νὴ Δίʼ αὐτὸς εἴρηκεν, ἢ καλεῖν αὐτοὺς, ἢ πέμπειν τοὺς βοηθήσοντας; ὁ δέ γε αὐτὸς οὗτος ἐκπλέων ἐνθένδε ᾔτησε τὰ καὶ τὰ, ὡς ἀρκέσοντα, καὶ ὅμως κατὰ τὴν αὐτοῦ νῦν ἐκείνου μαρτυρίαν οὐδὲν τούτων ἀποχρῆσαν φαίνεται. τί οὖν ἐὰν καὶ τὰ δεύτερα σφαλῆτε, ἢ καὶ μέσος ᾖ τοῦ τε τἀληθῆ λέγειν καὶ τοῦ θεραπεύειν τὴν ἡμετέραν ἐπιθυμίαν; οὐχ αἱρησόμεθα, ὦ Ἀθηναῖοι, τὸ πρόδηλον καὶ ὁρώμενον πρὸ τοῦ ἀδήλου καὶ ἀπίστου καὶ τάχʼ ἂν ἡμᾶς αὖθις ταράξοντος; ἀλλʼ ὅμοιον πεισόμεθα ὥσπερ ἂν εἴ τινες σωμάτων ἐν νηὶ κινδυνευόντων ἀγωνιῶντες καὶ φοβούμενοι περὶ αὐτῶν, εἶθʼ ἑτέραν ναῦν προσπληροῦν ἀξιοῖεν τῆς αὐτῆς ταραχῆς ἕνεκα. ἀλλά τοι κἀν τοῖς τοιούτοις οἱ βοηθοῦντες τοὺς χειμαζομένους ἐκκομίζουσιν ἐκ τῆς θαλάττης, οὐκ αὐτοὶ μετʼ ἐκείνων πλέουσι. καὶ μὴν εἰ μὲν, ὦ Ἀθηναῖοι, τοσαύτην δύναμιν πέμψομεν ὅση τὴν ὠφέλειαν ἐπίδηλον ἐκείνοις ἕξει, εἰς λεπτὸν παντελῶς τὸ τῶν ἐνταῦθα καθίσταται, ὥσθʼ ἅμα τε ἐκείνοις τοῖς ἐκεῖ πέμψομεν τοὺς βοηθήσοντας καὶ τοῖς ἐνταῦθα δεήσει ζητεῖν. εἰ δὲ διαιρήσομεν ἀμφοτέρων ἐχόμενοι, τοῦ μηδʼ ἐκείνους προέσθαι δοκεῖν καὶ τἀνταῦθα δύνασθαι διασώζειν, δέδοικα μὴ τοὐναντίον οὗ βουλόμεθα ποιήσωμεν, διαρκῆ μὲν οὐδετέρῳ τῷ μέρει τὴν ὠφέλειαν, ἑκατέρῳ δὲ ἐνδεεστέραν διὰ θάτερον, εἶτα μέσοι δυοῖν καθιζώμεθα. ὡς ἐγὼ δέδοικα μὲν περὶ τῷ Πειραιεῖ, συνειδὼς καὶ πρότερον πειραθέντας Πελοποννησίους εἰσπλεῦσαι κατʼ ἀρχὰς ἔτι τοῦ πολέμου, πρίν τι καὶ μικρὸν ἡμῖν τοῦ ναυτικοῦ προσπταῖσαι· δέδοικα δὲ καὶ περὶ τῶν ἀπιόντων μὴ τῆς εὐφημίας χεῖρον πράξωσι καὶ βοηθῶν ἔχοντες τοῖς ἐκεῖ σχῆμα τῶν ἀμφοτέρους μελλόντων συνεκσώζειν προσδεηθῶσιν. εἰ γὰρ μίαν, ὦ Ἀθηναῖοι, μίαν ναυμαχίαν μόνον ἡττηθείημεν, οἱ θεοὶ δὲ πάντες τρέποιεν εἰς Συρακοσίων παῖδας καὶ τοὺς ἐκείνοις τὰ αὐτὰ φρονοῦντας, οὐκ ἔστιν ἔθʼ ἡμῖν μὴ ὅτι ἑλεῖν τἀκεῖ πράγματα, ἀλλʼ οὐδʼ ὅπως αὐτοὶ διαφευξόμεθα εὑρεῖν. κεκλείσεται γὰρ ὁ λιμὴν εὐθὺς καὶ μόνον οὐκ ἐν τοῖς κόλποις τῶν πολεμίων ἐνεξόμεθα. καὶ τί κελεύσουσι τότε ποιεῖν οἱ νῦν εὐχερεῖς οὗτοι;