ἀναλαβεῖν αὐτοὺς, οὐδʼ ἂν δὶς τοσούτους ἀποστείλωμεν. ὀφθέντες μὲν γὰρ ἐξαίφνης ἐκπλήττουσι καὶ ὀλίγοι πολλοὺς καὶ φαυλότεροι κρείττονας, ὅταν δʼ ἐφʼ ἡσυχίας διάθωνται τὸν πόλεμον οἱ τὰ δεινὰ προσδοκήσαντες πολλῷ ῥᾴους εἰσὶν ἀμύνασθαι τῶν ἐπελθόντων, τὴν μὲν ὀργὴν ἐξ ὧν ἐφοβήθησαν ἔχοντες, τὴν δʼ ἰσχὺν τῇ σχολῇ προσειληφότες. δοκεῖ δʼ ἔμοιγε Νικίας εἰς ταυτὸν ἀφῖχθαι κατὰ τὴν ἐπιστολὴν εἰς ὅπερ τότε δημηγορῶν. δημηγορῶν τε γὰρ, ὦ Ἀθηναῖοι, βουλόμενος τῆς στρατείας ὑμᾶς ἀποστρέψαι πλῆθος ᾔτησε τοσοῦτον ὅσον ἥκιστʼ ἂν ὑμᾶς ᾠήθη δοῦναι, ἵνʼ ἐκ τούτου πρὸς τὴν ἀναγκαίαν ἡσυχίαν τράπησθε —ὃ καὶ σφόδρα δῆλόν ἐστιν ὡς οὐκ ἐνδείᾳ δυνάμεως εἰς ταῦτα ἐλήλυθε· πάντα γὰρ ὧν ἐμνήσθη λαβὼν ἐξέπλευσεν—ἐπιστέλλων τε ὑπὲρ τῶν ἐκεῖ νῦν πραγμάτων ἓν μὲν εὐθὺς καὶ σαφὲς αἰσχύνεσθαί μοι δοκεῖ δηλοῦν ὅτι ὑμῖν κλητέον ἐστὶν αὐτούς· προστίθησι δʼ ὥσπερ παραμυθούμενος αἵρεσιν εἶναι ἢ τοὺς ἐκεῖθεν καλεῖν, ἢ πέμπειν τοσαύτην βοήθειαν, ὅση τοῖς ἐκεῖ φόβοις ἀρκέσει. ἂν οὖν, ὦ Ἀθηναῖοι, καὶ νῦν ταυτὸν ὅπερ πρότερον συμβῇ καὶ ὑμεῖς μὲν πρὸς τὴν βοήθειαν καὶ τὸ πέμπειν ὁπόσους ἂν μάλιστα ἐθελήσειεν ὁρμήσητε, οἱ δὲ ταῖς αὐταῖς ἀπορίαις ἐμπέσωσι νὴ Δίʼ, οὐ γὰρ ἂν τοῦτο γένοιτο; μηδὲ γὰρ γένοιτο, ὦ Ζεῦ καὶ πάντες θεοὶ, οὐδὲ ἐγὼ βούλομαι μὴ ὅτι συμβῆναι, ἀλλʼ οὐδʼ αὐτὸ τοῦτο δεῖσαι μὴ γένηται. ἀλλʼ οἶμαι πάντες ἐπιστάμεθα ὅτι νῦν οὐ μόνον εὐξόμενοι συνήλθομεν ὥσπερ εἰς ἱερὸν, ἀλλὰ σκεψόμενοι περὶ τῶν ὅλων. δεῖ δὲ εὐχομένους μὲν τὰ μέγιστα καὶ τὰ ἥδιστα αἰτεῖν τοὺς θεοὺς, βουλευομένους δὲ τὰ ἀσφαλέστατα ἐκ τῶν παρόντων αἱρεῖσθαι τούς γε μήθʼ αὑτοῖς μήτε τοῖς θεοῖς μέλλοντας ὕστερον ἐγκαλεῖν. φρασάτω τις οὖν ἐμοὶ τίνα χρὴ λαβεῖν ἡμᾶς ἐγγυητὴν ἀξιόχρεων τῷ θαρρῆσαι θεῶν, οὐ γὰρ ἀνθρώπων γε οὐδενὶ, ὡς ἡ αὐτὴ ἀπιοῦσα δύναμις τἀκεῖ κατασχήσει καὶ