ἀναλαβεῖν αὐτοὺς, οὐδʼ ἂν δὶς τοσούτους ἀποστείλωμεν. ὀφθέντες μὲν γὰρ ἐξαίφνης ἐκπλήττουσι καὶ ὀλίγοι πολλοὺς καὶ φαυλότεροι κρείττονας, ὅταν δʼ ἐφʼ ἡσυχίας διάθωνται τὸν πόλεμον οἱ τὰ δεινὰ προσδοκήσαντες πολλῷ ῥᾴους εἰσὶν ἀμύνασθαι τῶν ἐπελθόντων, τὴν μὲν ὀργὴν ἐξ ὧν ἐφοβήθησαν ἔχοντες, τὴν δʼ ἰσχὺν τῇ σχολῇ προσειληφότες. δοκεῖ δʼ ἔμοιγε Νικίας εἰς ταυτὸν ἀφῖχθαι κατὰ τὴν ἐπιστολὴν εἰς ὅπερ τότε δημηγορῶν. δημηγορῶν τε γὰρ, ὦ Ἀθηναῖοι, βουλόμενος τῆς στρατείας ὑμᾶς ἀποστρέψαι πλῆθος ᾔτησε τοσοῦτον ὅσον ἥκιστʼ ἂν ὑμᾶς ᾠήθη δοῦναι, ἵνʼ ἐκ τούτου πρὸς τὴν ἀναγκαίαν ἡσυχίαν τράπησθε —ὃ καὶ σφόδρα δῆλόν ἐστιν ὡς οὐκ ἐνδείᾳ δυνάμεως εἰς ταῦτα ἐλήλυθε· πάντα γὰρ ὧν ἐμνήσθη λαβὼν ἐξέπλευσεν—ἐπιστέλλων τε ὑπὲρ τῶν ἐκεῖ νῦν πραγμάτων ἓν μὲν εὐθὺς καὶ σαφὲς αἰσχύνεσθαί μοι δοκεῖ δηλοῦν ὅτι ὑμῖν κλητέον ἐστὶν αὐτούς· προστίθησι δʼ ὥσπερ παραμυθούμενος αἵρεσιν εἶναι ἢ τοὺς ἐκεῖθεν καλεῖν, ἢ πέμπειν τοσαύτην βοήθειαν, ὅση τοῖς ἐκεῖ φόβοις ἀρκέσει. ἂν οὖν, ὦ Ἀθηναῖοι, καὶ νῦν ταυτὸν ὅπερ πρότερον συμβῇ καὶ ὑμεῖς μὲν πρὸς τὴν βοήθειαν καὶ τὸ πέμπειν ὁπόσους ἂν μάλιστα ἐθελήσειεν ὁρμήσητε, οἱ δὲ ταῖς αὐταῖς ἀπορίαις ἐμπέσωσι νὴ Δίʼ, οὐ γὰρ ἂν τοῦτο γένοιτο; μηδὲ γὰρ γένοιτο, ὦ Ζεῦ καὶ πάντες θεοὶ, οὐδὲ ἐγὼ βούλομαι μὴ ὅτι συμβῆναι, ἀλλʼ οὐδʼ αὐτὸ τοῦτο δεῖσαι μὴ γένηται. ἀλλʼ οἶμαι πάντες ἐπιστάμεθα ὅτι νῦν οὐ μόνον εὐξόμενοι συνήλθομεν ὥσπερ εἰς ἱερὸν, ἀλλὰ σκεψόμενοι περὶ τῶν ὅλων. δεῖ δὲ εὐχομένους μὲν τὰ μέγιστα καὶ τὰ ἥδιστα αἰτεῖν τοὺς θεοὺς, βουλευομένους δὲ τὰ ἀσφαλέστατα ἐκ τῶν παρόντων αἱρεῖσθαι τούς γε μήθʼ αὑτοῖς μήτε τοῖς θεοῖς μέλλοντας ὕστερον ἐγκαλεῖν. φρασάτω τις οὖν ἐμοὶ τίνα χρὴ λαβεῖν ἡμᾶς ἐγγυητὴν ἀξιόχρεων τῷ θαρρῆσαι θεῶν, οὐ γὰρ ἀνθρώπων γε οὐδενὶ, ὡς ἡ αὐτὴ ἀπιοῦσα δύναμις τἀκεῖ κατασχήσει καὶ φόβον οὐδένα ἕτερον προσαγγελεῖ Νικίας ἡμῖν αὖθις; ὅτι νὴ Δίʼ αὐτὸς εἴρηκεν, ἢ καλεῖν αὐτοὺς, ἢ πέμπειν τοὺς βοηθήσοντας; ὁ δέ γε αὐτὸς οὗτος ἐκπλέων ἐνθένδε ᾔτησε τὰ καὶ τὰ, ὡς ἀρκέσοντα, καὶ ὅμως κατὰ τὴν αὐτοῦ νῦν ἐκείνου μαρτυρίαν οὐδὲν τούτων ἀποχρῆσαν φαίνεται. τί οὖν ἐὰν καὶ τὰ δεύτερα σφαλῆτε, ἢ καὶ μέσος ᾖ τοῦ τε τἀληθῆ λέγειν καὶ τοῦ θεραπεύειν τὴν ἡμετέραν ἐπιθυμίαν; οὐχ αἱρησόμεθα, ὦ Ἀθηναῖοι, τὸ πρόδηλον καὶ ὁρώμενον πρὸ τοῦ ἀδήλου καὶ ἀπίστου καὶ τάχʼ ἂν ἡμᾶς αὖθις ταράξοντος; ἀλλʼ ὅμοιον πεισόμεθα ὥσπερ ἂν εἴ τινες σωμάτων ἐν νηὶ κινδυνευόντων ἀγωνιῶντες καὶ φοβούμενοι περὶ αὐτῶν, εἶθʼ ἑτέραν ναῦν προσπληροῦν ἀξιοῖεν τῆς αὐτῆς ταραχῆς ἕνεκα. ἀλλά τοι κἀν τοῖς τοιούτοις οἱ βοηθοῦντες τοὺς χειμαζομένους ἐκκομίζουσιν ἐκ τῆς θαλάττης, οὐκ αὐτοὶ μετʼ ἐκείνων πλέουσι. καὶ μὴν εἰ μὲν, ὦ Ἀθηναῖοι, τοσαύτην δύναμιν πέμψομεν ὅση τὴν ὠφέλειαν ἐπίδηλον ἐκείνοις ἕξει, εἰς λεπτὸν παντελῶς τὸ τῶν ἐνταῦθα καθίσταται, ὥσθʼ ἅμα τε ἐκείνοις τοῖς ἐκεῖ πέμψομεν τοὺς βοηθήσοντας καὶ τοῖς ἐνταῦθα δεήσει ζητεῖν. εἰ δὲ διαιρήσομεν ἀμφοτέρων ἐχόμενοι, τοῦ μηδʼ ἐκείνους προέσθαι δοκεῖν καὶ τἀνταῦθα δύνασθαι διασώζειν, δέδοικα μὴ τοὐναντίον οὗ βουλόμεθα ποιήσωμεν, διαρκῆ μὲν οὐδετέρῳ τῷ μέρει τὴν ὠφέλειαν, ἑκατέρῳ δὲ ἐνδεεστέραν διὰ θάτερον, εἶτα μέσοι δυοῖν καθιζώμεθα. ὡς ἐγὼ δέδοικα μὲν περὶ τῷ Πειραιεῖ, συνειδὼς καὶ πρότερον πειραθέντας Πελοποννησίους εἰσπλεῦσαι κατʼ ἀρχὰς ἔτι τοῦ πολέμου, πρίν τι καὶ μικρὸν ἡμῖν τοῦ ναυτικοῦ προσπταῖσαι· δέδοικα δὲ καὶ περὶ τῶν ἀπιόντων μὴ τῆς εὐφημίας χεῖρον πράξωσι καὶ βοηθῶν ἔχοντες τοῖς ἐκεῖ σχῆμα τῶν ἀμφοτέρους μελλόντων συνεκσώζειν προσδεηθῶσιν. εἰ γὰρ μίαν, ὦ Ἀθηναῖοι, μίαν ναυμαχίαν μόνον ἡττηθείημεν, οἱ θεοὶ δὲ πάντες τρέποιεν εἰς Συρακοσίων παῖδας καὶ τοὺς ἐκείνοις τὰ αὐτὰ φρονοῦντας, οὐκ ἔστιν ἔθʼ ἡμῖν μὴ ὅτι ἑλεῖν τἀκεῖ πράγματα, ἀλλʼ οὐδʼ ὅπως αὐτοὶ διαφευξόμεθα εὑρεῖν. κεκλείσεται γὰρ ὁ λιμὴν εὐθὺς καὶ μόνον οὐκ ἐν τοῖς κόλποις τῶν πολεμίων ἐνεξόμεθα. καὶ τί κελεύσουσι τότε ποιεῖν οἱ νῦν εὐχερεῖς οὗτοι; ἢ πέμπειν πάλιν ἀντʼ ἐπισιτισμοῦ Συρακοσίοις ὧν κύριοι καταστήσονται; νὴ Δίʼ ἀλλὰ φοβήσονται τὴν δευτέραν ἔφοδον ταυτηνί. μᾶλλον θαρρήσουσι συνειδότες ὡς καὶ τῆς προτέρας ἐκράτησαν. καὶ γὰρ ἂν παρʼ αὐτῶν ἡμῶν οὕτω γʼ ἔχειν ἤδη μαρτυρίαν ἡγοῖντο, ὡς ἀπέγνωμεν μηκέτʼ ἐν εὐπόρῳ τὰ πράγματα εἶναι. οὐ γὰρ ὡς θαρροῦντες, ἀλλʼ ὡς φοβούμενοι δή που πέμψαι τοὺς νυνὶ δόξομεν. εἶεν. ἰδίᾳ μὲν δὴ καθʼ αὑτὸ ἑκάτερον τοσοῦτον ἔχει φόβον, τό τε τῆς ἐνταῦθα ἀφελεῖν δυνάμεως καὶ τὸ στρατεύειν ἐκεῖσε ὁποσοιστισινοῦν. ἀλλήλοις δὲ πῶς ὑπεναντία ταῦτα; ἐκ μὲν τοῦ τἀνταῦθα πονήρως ἔχειν, θάρσος τοῖς ἐκεῖ γίγνεται πολεμίοις, ὡς εἰ μικρὸν ἀντίσχοιεν, οὐ περαιτέρω κινδυνεύσοντας, ἐκ δʼ αὖ τοῦ παρὰ γνώμην ἐκεῖ πρᾶξαί τι τοῖς ἐνταῦθα πᾶσι συγκινδυνεύειν ἐστί. μὴ γὰρ ὅτι κρατηθέντος ἡμῶν τοῦ στόλου, ἢ τοῖς ὅλοις ἐκείνων ὑπερεχόντων, ἀλλʼ εἰ ψευδὴς μόνον φήμη καὶ δόξα ἀφίκοιτο, ὅτι ἐπταίκαμεν, πάντα ἀνακεχαίτισται καὶ μεθέστηκε, καὶ τῶν νῦν κατʼ ἀνάγκας ὑμῶν ἀκροωμένων οὐδείς ἐστιν ὅστις οὐ διὰ Λακεδαιμονίων εὐθὺς τὰ ἑαυτοῦ ποιήσεται. εἰ δὲ στερησόμεθα, ὦ Ἀθηναῖοι, τῶν συμμάχων καὶ τῶν προσόδων, τί τὸ λοιπὸν ὑμῖν; ἐγὼ μὲν οὐκ ἂν εἴποιμι, ὁρᾶται δὲ ὑπὸ πάντων. ἔπειτα ἀναμιμνήσκουσιν ἡμᾶς ὡς εὐθὺς ἀπʼ ἀρχῆς ἔδοξε μὴ μάχεσθαι Πελοποννησίοις περὶ τῆς χώρας, ἀλλʼ ἀποστόλοις καὶ περίπλοις πολεμεῖν. ὅτι δʼ αὐτὸς οὗτος ἀνὴρ Περικλῆς ὁ ταῦτα πείθων κἀκεῖνο συνέπειθεν, ἀρχὴν μὴ ἐπικτᾶσθαι παρὰ τὸν πόλεμον, τοῦτο οὐ βούλονται μεμνῆσθαι, πάντων μάλιστα εἰκὸς ὄν. ἐγὼ γὰρ, ὦ Ἀθηναῖοι, τὴν πόλιν τὴν ἡμετέραν ἁπασῶν πόλεων τοσοῦτον προέχειν ὑπολαμβάνω ὥστε μὴ μόνον καθʼ ἑκάστην οἵαν τε εἶναι νικᾶν, ἀλλὰ καὶ κατὰ ἔθνη τινὰς αὐτῶν, οὐ μέντοι κρείττω γε τῆς ἀνθρωπείας φύσεως γενέσθαι ποτʼ ἂν, οὐδʼ εἰκὸς εἶναι ταῦτʼ ἀξιοῦν. οἷον Πελοποννησίων κρατεῖν ἂν ὑμᾶς φημι μόνους μόνων καὶ συμπάντων, καὶ πάλιν αὖ Σικελίαν οὐ χαλεπῶς ἂν λαβεῖν, εἰ πρὸς αὐτοὺς ὑμῖν εἴη Σικελιώτας ὁ πόλεμος. ταὐτὰ δὲ ταῦτα λέγω καὶ περὶ τῶν ἐν Ἰταλίᾳ πραγμάτων, ὡς οὐκ ἂν ὑμᾶς ἐκφύγοι σχολῆς ἀπὸ τῶν ἄλλων παραπεσούσης. εἰ μέντοι δεήσει κατὰ ταυτὸν καὶ Πελοποννησίοις καὶ τοῖς ἐν Σικελίᾳ καὶ Ἕλλησι καὶ βαρβάροις πολεμεῖν, καὶ πρὸς τούτοις ἔτι τοῖς ἀπὸ τῆς ἀντιπέρας ἠπείρου μετʼ ἐκείνων ἐσομένοις, οὐκέτι τοῦτʼ ἔχω θαρρεῖν, ἀλλὰ δέδοικα τὰς ἐλπίδας ἡμῶν μακρὰς οὔσας. ἡ γὰρ παρενθήκη τοῦ πολέμου κινδυνεύει μείζων τοῦ κεφαλαίου ἡμῖν καθίστασθαι, οἵτινες ἀξιοῦμεν Σικελίαν καὶ Ἰταλίαν καὶ Καρχηδόνα καὶ μικροῦ δεῖν πάντας ἀνθρώπους ὑποχειρίους ποιήσασθαι, ἵνʼ αὐτοὺς δεῦρο κομίσαντες τὴν Πελοπόννησον παριστῶμεν. ἐμοὶ δὲ, ὦ Ἀθηναῖοι, καὶ μηδεὶς ὑπολάβῃ δυσκόλως, τοὐναντίον δοκεῖ πρότερον ἐγχωρεῖν τε καὶ χρῆναι τὴν Πελοπόννησον ὑφʼ ἡμῖν αὐτοῖς ποιήσασθαι, ἵνα διὰ τούτων τῶν ἔξω τοσούτων κρατήσωμεν, καὶ δεῖν διὰ τούτων ἐκεῖνα προσκτήσασθαι μᾶλλον ἢ τοῖς ἐκεῖ τούτων ἕνεκα ἐγχειρεῖν ἐν ἀκαιρίᾳ. ὅτι δʼ οὐκ ἐκείνῳ τῷ λόγῳ χρὴ πιστεύειν, ὡς ἡ πολλὴ τῆς Συρακοσίων δυνάμεως πρὸς ἡμῶν ἐστιν, ἀκούσατε. οὐδεὶς, ὦ Ἀθηναῖοι, τῶν ἐν Σικελίᾳ οὔτε Ἑλλήνων λέγω οὔτε βαρβάρων ἐξ ἴσου Συρακοσίους τε μισεῖ καὶ ἡμῖν εὐνοϊκῶς ἔχει, ἀλλʼ ὥς μοι δοκοῦσι διακεῖσθαι φράσω. ἐκεῖνοι, μέχρι μὲν μηδεὶς ἀφῖκτο παρʼ ἡμῶν εἰς Σικελίαν, ἐδυσχέραινον Συρακοσίους, ὥσπερ ἡμᾶς πολλοὶ τῶν ἡμετέρων συμμάχων. οὐδεὶς γὰρ ἑκὼν οἶμαι δουλεύειν βούλεται. δυνάμεως δὲ τοσαύτης φανείσης, καὶ πάλιν ἄλλης πεμπομένης ὑφʼ ἡμῶν καὶ τῆς διανοίας οὔσης περιφανοῦς, οὐκέτʼ ἐκείνους μισοῦσι μᾶλλον ἢ ἡμᾶς δεδίασιν, ὥσθʼ ἡμεῖς διαλλακταὶ γιγνόμεθα αὐτοῖς. πολὺ γὰρ αὖ μᾶλλον αἱρήσονται τοὺς οἰκείους καὶ ὁμοίους, ἐὰν ἄρα καὶ παριδεῖν δέῃ μικρὸν ἐλαττουμένους αὐτῶν, ἢ τοὺς ἀλλοτρίους καὶ ἐπήλυδας. ταῦτʼ ἐστὶν ἃ δέδοικα καὶ πρὸς τούτοις, ὦ Ἀθηναῖοι, τὴν Λακεδαιμονίων ψευδολογίαν, ὑφʼ ἧς διαβεβλήμεθα, ὡς τῷ βιαίως ἄρχειν ἅπαντας ὑπερβεβληκότες. πάντων δʼ ἀτοπώτατον τῆς μὲν Ἀττικῆς αὐτῆς παραχωρῆσαι τοῦ μὴ μάχεσθαι μηδὲ κινδυνεύειν ἕνεκα, ὑπὲρ δὲ τῶν ἐν Συρακούσαις αἱρεῖσθαι ὁτιοῦν καὶ παθεῖν; ἢ οὐκ ἀκούετε τῆς ἐπιστολῆς, ὡς εἰ μή τις αἱρήσει τὸ παρατείχισμα χειρὶ συχνῇ βιασάμενος, πέρας τἀν τῇ γῇ πράγματα ἔχει; οὐκοῦν ἄτοπον τοὺς αὐτοὺς κινδύνους ὑπὲρ μὲν τῆς οἰκείας καὶ τῶν ὄντων φεύγειν, ὑπὲρ δὲ τῆς ἀλλοτρίας καὶ τῶν μηδὲν προσηκόντων ὑφίστασθαι. καὶ μὴν ἐνταῦθα μὲν πρὸς Πελοποννησίους καὶ Βοιωτοὺς ἐγίγνετʼ ἂν ἡ μάχη, ἐκεῖ δὲ πρός τε τοὺς αὐτοὺς τούτους παρόντας καὶ πρὸς ἄλλους ἔτι πλείονας, τοὺς μὲν ἐξ αὐτῆς τῆς νήσου, τοὺς δʼ ὅθεν ἂν τύχῃ. καὶ μὴν οὐδʼ ὑπὲρ φυλακῆς γε τῆς χώρας εἰ λάβοιμεν οὐδὲν ἂν εἴποιμι· παντελῶς γὰρ ἂν ἀγνοοίην τὰ παρόντα. καίτοι πρός γε τὸ τῆς Κύπρου παράδειγμα τοσοῦτον εἰπεῖν εἶχον, ὅτι βασιλεὺς μὲν ἄρχει Κύπρου διὰ πάσης συνεχοῦς ἀπὸ τῆς ἑαυτοῦ, ἡμῖν δὲ εὐθὺς πρὶν Μαλέαν περιπλεῦσαι πᾶν τὸ ἐν δεξιᾷ πολέμιον. ἀλλʼ ἐῶ ταῦτα. διδότω τις ἡμῖν θεῶν Σικελίαν καὶ τὸ λοιπὸν, εἰ βούλεσθε, ὁ πάντα ἐγὼ δεδιὼς ἐγγυῶμαι. ἀλλὰ τί δεῖ τοὺς πόρρωθεν φόβους καὶ κινδύνους δεδιέναι, ἀφέντα τοὺς ἐν ὀφθαλμοῖς; πρὸς ταῦτα λεγόντων ὡς ἡ Σικελία πολλὴ καὶ ἀγαθὴ καὶ πρὸς τὸν πόλεμον λυσιτελεστάτη· ἀλλʼ ὅπως μὴ μεταβάλῃ ποθʼ ἡμῖν τὰς ἐπωνυμίας, μηδὲ τὸ τοῦ Πέρσου πάθωμεν, ὃς ἀκούων Μαρδονίου περὶ τῆς Εὐρώπης ὅτι πολλὴ καὶ ἀγαθὴ καὶ οὐδὲν φαυλοτέρα τῆς Ἀσίας κεκτῆσθαι, ἀγαπητὸν κέρδος εὗρε τὴν σωτηρίαν. ὅτου γὰρ ἂν πράγματος μὴ τὸ δυνατὸν ἡγῆται, τό γε λοιπὸν ὕθλοι καὶ σκιαί. νὴ Δίʼ αἰσχρὸν γὰρ φυγεῖν ἐκ Σικελίας. πότερον εἰ κρατῆσαι παρὸν φεύγοιμεν, ἢ καὶ ὁπωσοῦν; εἰ μὲν γὰρ ἐὰν κρατῆσαι παρὸν, δειξάτω τις ὡς ἔξεστιν· εἰ δὲ καὶ ὁπωσοῦν, οὐδὲν ἄλλο ἢ τὸ σωθῆναι δεινὸν ἡγοῦνται. ἔτι τοίνυν ἡδέως ἂν ἐροίμην αὐτοὺς πότερον αὐτὸν τὸν κατάπλουν τῶν τριήρων καὶ στρατιωτῶν αἰσχρὸν νομίζουσιν. ἀλλὰ μὴν τοῦτό γε εὐξάμεθα ἐξ ἀρχῆς δή που, δέξασθαι σῶς αὐτούς. ἢ τοῦτο