<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg030.perseus-grc2" n="380"><p>Ἀθηναῖοι; πότερον τῷ τὰ οἰκεῖα βεβαίως καρποῦσθαι; ἀλλʼ οὕτω γʼ εἴη τοῖς πολεμίοις. ἀλλὰ τῷ πλήθει τῶν ὁπλιτῶν καὶ ἱππέων; ἀλλὰ φοβοῦμαι μὲν εἰπεῖν, ἐξάγομαι δὲ, ἐξελύσαμεν, ὦ Ἀθηναῖοι, τὸν κατάλογον καὶ τὰς συντάξεις πέρα τοῦ καιροῦ διεσείσαμεν. ἃ γὰρ εἰς τὴν σωτηρίαν ὑπάρχειν ἀποκείμενα χρῆν τῇ πόλει, ταῦτʼ ἀπολέξαντες ὑπὲρ τῆς τῶν Ἐγεσταίων καὶ Λεοντίνων σκιᾶς εἰς τὰ πρὸς ἑσπέραν τῆς οἰκουμένης ἀπεστείλαμεν, καὶ τῆς παροιμίας οὐ πόρρω θέομεν τὰ νῦν· ἐπιθυμίᾳ γὰρ τῶν πλειόνων καὶ ἀπόντων—ἀλλʼ ἐάσω τὸ βλάσφημον—ἀλλʼ ὅπως γε μὴ στερηθῶμεν τῶν ὄντων, τοῦτο οὐκ ἂν ἁμαρτεῖν οἴομαι προσθείς. οὐ μιμησόμεθα, ὦ Ἀθηναῖοι, τοὺς ἰατροὺς, οἳ τὰ ἐν τοῖς σώμασι ῥεύματα οὐκ ἐῶσι περαιτέρω χωρεῖν, ἀλλὰ τὸ φλεγμαῖνον ἴσχουσι, πρὶν εἰς ἅπαντα <pb xml:id="v.1.p.577"/> τὸν ὄγκον χυθῆναι· οὐ σωφρονιοῦμεν τὰς ἄγαν ὁρμὰς, ἀλλʼ ὁρωμένου τοῦ προτέρου κακοῦ τὰ δεύτερα προσθήσομεν καὶ βαρυνοῦμεν τὰ πράγματα ἑτέροις ἵπποις καὶ ἑτέροις ἀνδράσι καὶ χρήμασι, καὶ συμποριοῦμεν τροφὴν τῷ πολέμῳ κακὴν, ὥσπερ εἴ τινες πυρκαϊᾶς ἡμμένης ἀμελήσαντες σβεννύναι ξύλα καὶ φορυτὸν καὶ ὕλην συμφέροιεν, ὡς τούτῳ τὸ πῦρ ἐπισχήσοντες;</p><p rend="align(indent)">μὴ ὑμεῖς γε, ὦ Ἀθηναῖοι, μηδὲν ἀβέλτερον πάθητε μηδὲ ἐξαπατήσητε ὑμᾶς αὐτοὺς, ὥσπερ οἱ τοὺς ὀφθαλμοὺς συγκλείοντες, ὅπως μὴ ὁρῶσιν ἃ μὴ θέλουσιν. ἀλλʼ ἰδόντες οἷ πρόεισι τὰ πράγματα, ἕως ἔτι καιρὸς καὶ κύριοι τῆς βουλῆς καθέστατε, ἐπίσχετε καὶ μὴ βούλεσθε δυοῖν ὁδοῖν τὴν μὲν καθʼ ὑμῶν ἰδεῖν, τὴν δὲ ὑπὲρ ὑμῶν ἀγνοεῖν. οὐδὲ γὰρ νῦν ἐνδείᾳ σωμάτων καὶ τῆς ἄλλης παρασκευῆς οὕτω διατέθειται τὰ πράγματα, ἵνʼ ὡς ἀγεννέστερον αὐτοῖς ἐγχειρήσαντας ἡμᾶς αὐτοὺς καταμεμφώμεθα, ἀλλʼ ἕνεκα μὲν στόλου λαμπρότητος καὶ περιουσίας ἅπαντα πέπρακται, τῇ τύχῃ δὲ ἐπταίκαμεν καὶ τῷ προεῖσθαι τὸ μέγιστον τῶν πλεονεκτημάτων, τοῦτο δʼ ἦν ὁ καιρὸς, καὶ τῷ μὴ ἐπιστῆναι ταῖς Συρακούσαις ἐν ἀκμῇ τοῦ φόβου, πρὸς ταῦτα καὶ Νικίου καὶ ὅτου τις βούλεται κατηγορείτω· οἱ δʼ οὖν καιροὶ προεῖνται, καὶ οὐχ οἷόν τε </p></div></div></body></text></TEI>