ἔξω τείχους πλευσούμεθα ἐπʼ ἄλλους, τὴν Ἀττικὴν ἀποκρύψαντες, τῶν δὲ οἰκείων ἄρχειν οὐχ οἷοί τε ὄντες τῶν ἐν Σικελίᾳ βουλησόμεθα Ἑλλήνων καὶ βαρβάρων ἅμα. ἀλλʼ οὐ τοῖς εἰς ἀνάγκας ἀφιγμένοις, ἀλλʼ οἷς περίεστι τὰ τοιαῦτα ἴσως ἀποδέδοται. καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δʼ ἐκεῖ ποῖʼ ἄττα; οὐδὲν ἀμείνω τούτων, εἰ μὴ πολλῷ φοβερώτερα, ὅσῳ γῆ τε ξένη καὶ πλείων ἡ τῶν ἀναγκαίων χρεία καὶ τοὺς κινδύνους ὀξυτέρους ἔχουσα. νῆες μὲν διάβροχοι, ναῦται δὲ ἀτακτοῦσι, χρήματα δʼ ἔρρει, τῶν δὲ ἐμπόρων οἱ πλείους μεθεστᾶσιν, οἰκέται δʼ αὐτομολοῦσιν, ἐφορμοῦσι δʼ οἱ πολέμιοι, μάχῃ δʼ ἡττήμεθα, τῶν δὲ ἐπιτηδείων ἡ κομιδὴ παρʼ αὐτὰς τὰς χεῖρας τῶν πολεμίων, ἀφέστηκε δʼ ἡ Σικελία, Γύλιππος δʼ οἴχεται δυνάμεις ἄξων ἑτέρας, πεπράγαμεν δʼ εὐχῆς τε ἔξω καὶ πέρα προσδοκίας, ὑπὸ μὲν γὰρ τῶν καταφρονούμεθα, πρὸς δὲ τοὺς διαβεβλήμεθα, οἱ δʼ ἀσθενέστατοι μόνοι λειπόμενοι φίλοι τοῦ μηδενὸς ἄξιοι τῇ χρείᾳ. τὰ δʼ Ἐγεσταίων χρήματα φροῦδα ὁμοῦ τῷ καπνῷ. Συρακοσίους δὲ οὐδὲν ἐπιχωρεῖν φασιν, εἰ μὴ δίκην προσλήψονται τῆς ἐπιβουλῆς ἀξίαν. εἶθʼ ἡμεῖς, ὦ Ἀθηναῖοι, ταῦτʼ ἀναμενοῦμεν καὶ τῶν πραγμάτων οὐκ ἀκολουθησάντων οἷς ἐψηφισάμεθα αὐτοὶ τοῖς ἐψηφισμένοις ἀκολουθεῖν ἀξιώσομεν, ὥσπερ τοῦτʼ ἀρκέσον, ἂν μὴ παυσώμεθα μωραίνοντες, ἢ Συρακοσίους κατὰ τὰς ἡμετέρας ἐπιθυμίας τὸν ἀγῶνα τὸν πρὸς ἡμᾶς διοίσοντας; καὶ τριῶν μὲν ἐκπεμφθέντων στρατηγῶν ὁ μὲν τέθνηκεν, ὁ δʼ εἰς τοὺς πολεμίους οἴχεται, εἷς δὲ ὁ λειπόμενος ὃν ἄκοντα ἐνθένδε ἐξηλάσαμεν, τούτῳ δʼ αὖ νῦν ἑτέρους προσκαταστήσομεν; καὶ οὐδὲ τοῦτʼ αὐτὸ ποιησόμεθα ὡσπερεὶ σύμβολον τοῦ παντὸς, ὅτι οὐχ ἡμέτερα τἀκεῖ οὐδʼ ἴσα τῇ δυνάμει σπουδάζομεν, εἴ γε ὁ μὲν τὰς περὶ αὐτῶν ὑποθεὶς ἐλπίδας ἐν τοῖς πολεμίοις ἐστὶ νῦν, τῷ δʼ ἀπαγορεύοντι μάλιστα τούτῳ πάντων χρῆσθαι πρὸς αὐτὰ ἠναγκάσμεθα, ἀλλʼ ὥσπερ κακῶν ἐπιθήκην ζητοῦντες ἑτέρους στρατηγοὺς καὶ στρατιὰν ἄλλην ἐπιπέμψομεν καὶ φιλονεικήσομεν; τίνι θαρρήσαντες, ὦ