συνεύξασθαι μὲν, ὦ Ἀθηναῖοι, τῇ πόλει καὶ ταῦτα καὶ πόλλʼ ἕτερα ἐμοί τε ἥδιστον πάντων καὶ ὑμῖν οἶδʼ ὅτι πᾶσι πρόχειρον. ἐγὼ δὲ καὶ ὅτε πρῶτον περὶ τῶν Σικελικῶν τούτων ἐσκοπεῖσθε, βουλῆς ἀγαθῆς ᾤμην δεῖν καὶ νῦν ἔτι πλέονος· μιᾷ γὰρ ἡμέρᾳ τῇ αὐτῇ περί τε ἀρχῆς προσθήκης βουλευόμεθα καὶ περὶ σωτηρίας ἡμῶν αὐτῶν. καὶ τοὺς μὲν λόγους οὓς ἥδιστʼ ἂν ἀκούσαιτʼ οὐκ ἀγνοῶ, τὰ δὲ πράγματα ἐν τούτῳ καθέστηκεν ὥστε μηδὲ βουλομένῳ τὴν χρείαν εἶναι παρελθεῖν. πολὺ γὰρ βέλτιον αὐτὸν ὑμῖν, ἂν ἄρα συμβῇ, προσκροῦσαι πείθοντα καὶ διδάσκοντα ἢ περιιδεῖν ἡμᾶς περιπεσόντας ἡμῖν αὐτοῖς. παρασκευῆς μὲν οὖν οὕτως ἔχω καὶ γνώμης, ἀξιῶ δὲ γενέσθαι μοι μετὰ παρρησίας εἰπεῖν. εἰ μὲν γὰρ εὐθὺς ἀκούσαντας ἔδει παρὰ γνώμην τι πράττειν, καλῶς εἶχεν ἴσως φυλάττεσθαι· ἐπεὶ δὲ ἐφʼ ὑμῖν ἐστι σκεψαμένους ἑλέσθαι τῶν λεχθέντων ὁπότερʼ ἂν βούλησθε, οὐκ ὀρθῶς ἔχει φεύγειν τὴν αἵρεσιν, ἀλλὰ θέντας ἄμφω παρʼ ἄλληλα γενέσθαι τοῦ κρείττονος. χωρὶς δὲ τούτων εἰ μὲν ἦν ταῖς τῶν λόγων ἡδοναῖς προσάγειν τὰ πράγματα, δυστυχία μὴ τοῦτον τὸν τρόπον αἱρεῖσθαι δημηγορεῖν· ἐπεὶ δʼ οὐχ ὅπως ἂν σχήματος οἱ λόγοι σχῶσι, τοιαῦτα ἀποβαίνει τὰ πράγματα, ἀλλʼ ὅπως ἂν ἐκεῖνα τύχῃ τέλους, οὕτως οἱ ῥηθέντες ἐν ἀρχῇ περὶ αὐτῶν ἔδοξαν ἔχειν λόγοι, δεῖ δέχεσθαι τοὺς ἐπʼ εὐνοίᾳ καὶ μὴ μικροῦ μέρους ἡμέρας τὸ μέλλον ἅπαν προΐεσθαι. ὅπου γὰρ οὐδὲ ἐν αὐτοῖς τοῖς πράγμασιν εὖ φρονούντων ἐστὶ τὰ μείζω τῶν ἐλαττόνων ἀποδίδοσθαι, ἦ που λόγου γε χάρις πρόσκαιρος οὐκ ἀντάξιον τῆς εἰς ὕστερον ἀσφαλείας τῶν ὅλων. πρῶτον μὲν οὖν πρὸς τὰ τελευταῖα τῶν εἰρημένων ἀποκρινοῦμαι· ἔπειτα καὶ τὴν τῶν ἄλλων ἐξέτασιν, ὡς ἂν οἷός τε ὦ, ποιήσασθαι πειράσομαι. φημὶ γὰρ ἀμφοτέρους ὀρθῶς γιγνώσκειν, ὦ Ἀθηναῖοι, ὅσοι τε ἐξ ἀρχῆς ταύτην ἔχοντες τὴν γνώμην ὡς οὐ χρὴ πλεῖν εἰς Σικελίαν τῶν αὐτῶν ἔχονται λόγων, ὅσοι τε σύμψηφοι τοῖς πολλοῖς ὄντες τότε νῦν τὴν ἑτέραν φέρουσιν. οἱ μὲν γὰρ ἐξ ἀρχῆς τὰ δέοντα ἐλογίζοντο, οἱ δὲ ἔργῳ δεικνύουσι προνοητικῶς ἔχοντες. ὅτε μὲν γὰρ ἐξῆν ἐφιέναι ταῖς ἐλπίσι, μεθʼ ὑμῶν ἦσαν, ὅτε δʼ ἡ πεῖρα τἀληθὲς εὑρίσκει, πρὸς τὸ φαινόμενον τίθενται ἦν δʼ οἶμαι φιλονεικούντων μὲν οἷς ἐξ ἀρχῆς προείλοντο ἐθέλειν ἐμμένειν, νοῦν δὲ ἐχόντων καὶ βουλομένων σώζεσθαι τὴν πόλιν μετὰ τῶν πραγμάτων γίγνεσθαι. οὐ γὰρ τὰ ψηφίσματα τὰς ἐν τοῖς ὅπλοις πράξεις κατορθοῖ, ἀλλʼ ὅπως ἂν ἔχῃ τὰ τῶν πολέμων πράγματα, τοιαῦτα δεῖ περὶ αὐτῶν γίγνεσθαι τὰ ψηφίσματα. οὗτοι μὲν οὖν οὐδὲν ἄλλο λέγουσιν ἢ ὡς ἐπειδήπερ τὸ κατʼ ἀρχὰς προήχθημεν, διὰ τοῦτο καὶ νῦν ἐπεξαμαρτητέον, τὸ κακὸν τοῦ κακοῦ φάρμακον ποιουμένους. ἐγὼ δὲ ἐξ ὧν μεθʼ ὑμῶν ἀκούων εὑρίσκω, τοὐναντίον ἡγοῦμαι βέλτιον ἂν ἡμῖν ἔχειν, ἐξ ἀρχῆς εἰ ταῦτʼ ἀπεψήφισθε. καὶ μὴν ἄριστον μὲν ἅπασιν ἀνθρώποις λογισμῷ τὸ μέλλον καταλαμβάνειν· δυοῖν γάρ ἐστι τοῖν καλλίστοιν σύμβολον, εὐτυχίας τε καὶ τοῦ καλῶς βουλεύεσθαι· εἰ δὲ τοῖς τοῦ βελτίστου διαμαρτοῦσι μὴ ἐξέσται τὰ δεύτερα ἐκ τῶν παρόντων μεταθέσθαι, ὃ πλεῖστόν ἐστι τῶν ἀνθρωπείων, τοῦτο ἀναιρήσεται, τὸ παιδεύεσθαι παρὰ τῶν πραγμάτων, ὥστʼ ἀπέραντον ἀνάγκη τὴν κακοπραγίαν εἶναι. καὶ μὴν εἴ τις ἔροιθʼ ὑμᾶς τίνι τῷ μεγίστῳ νόμον ἢ ψήφισμα εἶναι διαφέρει, τοῦτʼ ἂν εὕροιτε, ὅτι οἱ μὲν νόμοι τὸ δίκαιον εἰσάπαξ εὑρόντες κοινὸν ἔταξαν κατὰ παντὸς τοῦ χρόνου, τὰ δὲ ψηφίσματα ταῖς χρείαις ἀκολουθεῖ· καὶ τὸν αὐτὸν τρόπον ὅνπερ αἱ πράξεις ἄλλοτʼ ἄλλως ἐπὶ τῶν καιρῶν ἀπαντῶσιν, οὕτω τὰ ψηφίσματα καὶ τὰς γνώμας οἱ καιροὶ καὶ ποιοῦσι καὶ λύουσιν· εἰκότως. ἐν ἐκείνῳ μὲν γὰρ τῷ τρόπῳ τοῖς πολίταις διαλεγόμεθα, ὥστʼ ἀρκεῖ φθέγγεσθαι ταυτὸν διὰ τέλους, ταῦτα δὲ πρὸς τοὺς ἔξω καὶ πρὸς τὰς τοῦ πολέμου τύχας ἀνεύρηται. οὐδὲν οὖν αὐτῶν ἐστι βέβαιον οὐδʼ ἀκίνητον, οὐδʼ οἷον μὴ λῦσαί γε δεῖν ποτε. ἀλλὰ μὴν ὅπου καὶ τοὺς νόμους αὐτοὺς ἐξεῖναι λύειν, ἐάν τι βλάπτωσιν, ἐν αὐτοῖς εἴρηται τοῖς νόμοις, ἦ που ψήφισμά γε, καὶ τοῦτο ὑπὲρ πλοῦ καὶ στρατείας, ἀνεπίφθονον διορθώσασθαι. ἐγὼ δʼ οὐδὲ λύσειν ὑμᾶς φημι τῶν δεδογμένων οὐδέν. εἰ μὲν γὰρ ἔχει τις δεῖξαι καὶ τοῦτο ἡμᾶς προσεψηφισμένους, μηδέποτʼ ἐξεῖναι δεῦρʼ ἐπαναπλεῦσαι αὖθις, ἄλλος ἂν εἴη λόγος· νῦν δὲ κἀκεῖνο πεπλήρωται καὶ τὰ δεύτερα μὴ κεκωλύσθω. φέρε γὰρ πρὸς θεῶν, εἴ τις εὐθὺς ἀπʼ ἀρχῆς ἠδυνήθη πᾶν ὑμῖν ἀκριβῶς τὸ μέλλον παραστῆσαι—ἦν δʼ ἂν οὗτος, ὡς ἔοικε, θεῶν τις· οὐ γὰρ ἀνθρώπων γε οὐδεὶς οἷος ἀντισχεῖν τοῖς τόθʼ ὑμᾶς ἀνάπτουσιν—ὡς τὰ πράγματα εἰς τοῦτο περιστήσεται ὥσθʼ ἡμῖν περὶ τῶν ἀπελθόντων πρότερον γενέσθαι τὸν λόγον ἢ περὶ τῆς Σικελίας, ἔσθʼ οὕτω τις ἄφρων ἢ δυστυχὴς ὅτῳ ταῦτα ἤδη ἀφικέσθαι παρέστη, ὥστε τὴν πόλιν τοσαύτῃ δαπάνῃ καὶ τοσούτοις κινδύνοις περιβαλεῖν; οὐκ ἂν ἔγωγε πειθοίμην. οὐκοῦν ἅ γε προγνόντες οὐκ ἂν ἐπέμψατε, ταῦτʼ ἐπιγνόντες μεταπέμποισθʼ ἂν ἐν καιρῷ τοὺς ἄνδρας, ἄλλως τε καὶ οὐκ ἐν ὁμοίοις, ὦ Ἀθηναῖοι, τοῖς ὅλοις πράγμασι καὶ καιροῖς τὴν τότε γνώμην ἔσχομεν καὶ τὴν νῦν μεταθησόμεθα, ἂν ἐμοὶ πείθησθε. τότε μὲν γὰρ καὶ σπονδῶν οὐσῶν πρὸς Λακεδαιμονίους καὶ τὸν οἴκοι πόλεμον νενικηκότες λαμπρῶς ἐν ἐρημίᾳ πολεμίων ὄντες εἰκότως ἐτρυφῶμεν, νῦν δὲ ὁρᾶτε μὲν δή που τοὺς πολεμίους ἀπὸ τοῦ τείχους, ἀντὶ δὲ ὀχληροῦ κἀκείνου καὶ βαρέος, τοῦ καθʼ ἕκαστον ἔτος ἐμβάλλειν εἰς τὴν χώραν, ἵδρυνται συνεχῶς ἐπὶ ταῖς πύλαις καὶ περιέστηκεν, εἰ δεῖ μὴ ληρεῖν, ἀκριβὴς πολιορκία· χρήματα δʼ ἡμῖν τὰ μὲν εἰς τὸν ἀπόστολον τὸν καλὸν ἐξανήλωται, τὰ δʼ ἐν τοῖς ἄνω καιροῖς κατεχρησάμεθα· οἰκέται δʼ αὐτομολοῦσιν ὁσημέραι, τοσούτοις δὲ τοῖς πᾶσιν ἐλάττους γεγόναμεν, ὅσοις ἱκανῶς ἡ μεγίστη μεθʼ ἡμᾶς πόλις κατεσκεύαστο. σκοπῶμεν οὖν εἰ δόξομεν ἢ ἡμᾶς αὐτοὺς γιγνώσκειν, ἢ τὴν πόλιν καλῶς θεραπεύειν, εἰ πολιορκούμενοι μὲν αὐτοὶ τοῦθʼ ἑτέρους ποιεῖν ἐπιχειρήσομεν διαπόντιοι καὶ πρὶν ἐξελθεῖν ἔχειν ἔξω τείχους πλευσούμεθα ἐπʼ ἄλλους, τὴν Ἀττικὴν ἀποκρύψαντες, τῶν δὲ οἰκείων ἄρχειν οὐχ οἷοί τε ὄντες τῶν ἐν Σικελίᾳ βουλησόμεθα Ἑλλήνων καὶ βαρβάρων ἅμα. ἀλλʼ οὐ τοῖς εἰς ἀνάγκας ἀφιγμένοις, ἀλλʼ οἷς περίεστι τὰ τοιαῦτα ἴσως ἀποδέδοται. καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δʼ ἐκεῖ ποῖʼ ἄττα; οὐδὲν ἀμείνω τούτων, εἰ μὴ πολλῷ φοβερώτερα, ὅσῳ γῆ τε ξένη καὶ πλείων ἡ τῶν ἀναγκαίων χρεία καὶ τοὺς κινδύνους ὀξυτέρους ἔχουσα. νῆες μὲν διάβροχοι, ναῦται δὲ ἀτακτοῦσι, χρήματα δʼ ἔρρει, τῶν δὲ ἐμπόρων οἱ πλείους μεθεστᾶσιν, οἰκέται δʼ αὐτομολοῦσιν, ἐφορμοῦσι δʼ οἱ πολέμιοι, μάχῃ δʼ ἡττήμεθα, τῶν δὲ ἐπιτηδείων ἡ κομιδὴ παρʼ αὐτὰς τὰς χεῖρας τῶν πολεμίων, ἀφέστηκε δʼ ἡ Σικελία, Γύλιππος δʼ οἴχεται δυνάμεις ἄξων ἑτέρας, πεπράγαμεν δʼ εὐχῆς τε ἔξω καὶ πέρα προσδοκίας, ὑπὸ μὲν γὰρ τῶν καταφρονούμεθα, πρὸς δὲ τοὺς διαβεβλήμεθα, οἱ δʼ ἀσθενέστατοι μόνοι λειπόμενοι φίλοι τοῦ μηδενὸς ἄξιοι τῇ χρείᾳ. τὰ δʼ Ἐγεσταίων χρήματα φροῦδα ὁμοῦ τῷ καπνῷ. Συρακοσίους δὲ οὐδὲν ἐπιχωρεῖν φασιν, εἰ μὴ δίκην προσλήψονται τῆς ἐπιβουλῆς ἀξίαν. εἶθʼ ἡμεῖς, ὦ Ἀθηναῖοι, ταῦτʼ ἀναμενοῦμεν καὶ τῶν πραγμάτων οὐκ ἀκολουθησάντων οἷς ἐψηφισάμεθα αὐτοὶ τοῖς ἐψηφισμένοις ἀκολουθεῖν ἀξιώσομεν, ὥσπερ τοῦτʼ ἀρκέσον, ἂν μὴ παυσώμεθα μωραίνοντες, ἢ Συρακοσίους κατὰ τὰς ἡμετέρας ἐπιθυμίας τὸν ἀγῶνα τὸν πρὸς ἡμᾶς διοίσοντας; καὶ τριῶν μὲν ἐκπεμφθέντων στρατηγῶν ὁ μὲν τέθνηκεν, ὁ δʼ εἰς τοὺς πολεμίους οἴχεται, εἷς δὲ ὁ λειπόμενος ὃν ἄκοντα ἐνθένδε ἐξηλάσαμεν, τούτῳ δʼ αὖ νῦν ἑτέρους προσκαταστήσομεν; καὶ οὐδὲ τοῦτʼ αὐτὸ ποιησόμεθα ὡσπερεὶ σύμβολον τοῦ παντὸς, ὅτι οὐχ ἡμέτερα τἀκεῖ οὐδʼ ἴσα τῇ δυνάμει σπουδάζομεν, εἴ γε ὁ μὲν τὰς περὶ αὐτῶν ὑποθεὶς ἐλπίδας ἐν τοῖς πολεμίοις ἐστὶ νῦν, τῷ δʼ ἀπαγορεύοντι μάλιστα τούτῳ πάντων χρῆσθαι πρὸς αὐτὰ ἠναγκάσμεθα, ἀλλʼ ὥσπερ κακῶν ἐπιθήκην ζητοῦντες ἑτέρους στρατηγοὺς καὶ στρατιὰν ἄλλην ἐπιπέμψομεν καὶ φιλονεικήσομεν; τίνι θαρρήσαντες, ὦ Ἀθηναῖοι; πότερον τῷ τὰ οἰκεῖα βεβαίως καρποῦσθαι; ἀλλʼ οὕτω γʼ εἴη τοῖς πολεμίοις. ἀλλὰ τῷ πλήθει τῶν ὁπλιτῶν καὶ ἱππέων; ἀλλὰ φοβοῦμαι μὲν εἰπεῖν, ἐξάγομαι δὲ, ἐξελύσαμεν, ὦ Ἀθηναῖοι, τὸν κατάλογον καὶ τὰς συντάξεις πέρα τοῦ καιροῦ διεσείσαμεν. ἃ γὰρ εἰς τὴν σωτηρίαν ὑπάρχειν ἀποκείμενα χρῆν τῇ πόλει, ταῦτʼ ἀπολέξαντες ὑπὲρ τῆς τῶν Ἐγεσταίων καὶ Λεοντίνων σκιᾶς εἰς τὰ πρὸς ἑσπέραν τῆς οἰκουμένης ἀπεστείλαμεν, καὶ τῆς παροιμίας οὐ πόρρω θέομεν τὰ νῦν· ἐπιθυμίᾳ γὰρ τῶν πλειόνων καὶ ἀπόντων—ἀλλʼ ἐάσω τὸ βλάσφημον—ἀλλʼ ὅπως γε μὴ στερηθῶμεν τῶν ὄντων, τοῦτο οὐκ ἂν ἁμαρτεῖν οἴομαι προσθείς. οὐ μιμησόμεθα, ὦ Ἀθηναῖοι, τοὺς ἰατροὺς, οἳ τὰ ἐν τοῖς σώμασι ῥεύματα οὐκ ἐῶσι περαιτέρω χωρεῖν, ἀλλὰ τὸ φλεγμαῖνον ἴσχουσι, πρὶν εἰς ἅπαντα τὸν ὄγκον χυθῆναι· οὐ σωφρονιοῦμεν τὰς ἄγαν ὁρμὰς, ἀλλʼ ὁρωμένου τοῦ προτέρου κακοῦ τὰ δεύτερα προσθήσομεν καὶ βαρυνοῦμεν τὰ πράγματα ἑτέροις ἵπποις καὶ ἑτέροις ἀνδράσι καὶ χρήμασι, καὶ συμποριοῦμεν τροφὴν τῷ πολέμῳ κακὴν, ὥσπερ εἴ τινες πυρκαϊᾶς ἡμμένης ἀμελήσαντες σβεννύναι ξύλα καὶ φορυτὸν καὶ ὕλην συμφέροιεν, ὡς τούτῳ τὸ πῦρ ἐπισχήσοντες; μὴ ὑμεῖς γε, ὦ Ἀθηναῖοι, μηδὲν ἀβέλτερον πάθητε μηδὲ ἐξαπατήσητε ὑμᾶς αὐτοὺς, ὥσπερ οἱ τοὺς ὀφθαλμοὺς συγκλείοντες, ὅπως μὴ ὁρῶσιν ἃ μὴ θέλουσιν. ἀλλʼ ἰδόντες οἷ πρόεισι τὰ πράγματα, ἕως ἔτι καιρὸς καὶ κύριοι τῆς βουλῆς καθέστατε, ἐπίσχετε καὶ μὴ βούλεσθε δυοῖν ὁδοῖν τὴν μὲν καθʼ ὑμῶν ἰδεῖν, τὴν δὲ ὑπὲρ ὑμῶν ἀγνοεῖν. οὐδὲ γὰρ νῦν ἐνδείᾳ σωμάτων καὶ τῆς ἄλλης παρασκευῆς οὕτω διατέθειται τὰ πράγματα, ἵνʼ ὡς ἀγεννέστερον αὐτοῖς ἐγχειρήσαντας ἡμᾶς αὐτοὺς καταμεμφώμεθα, ἀλλʼ ἕνεκα μὲν στόλου λαμπρότητος καὶ περιουσίας ἅπαντα πέπρακται, τῇ τύχῃ δὲ ἐπταίκαμεν καὶ τῷ προεῖσθαι τὸ μέγιστον τῶν πλεονεκτημάτων, τοῦτο δʼ ἦν ὁ καιρὸς, καὶ τῷ μὴ ἐπιστῆναι ταῖς Συρακούσαις ἐν ἀκμῇ τοῦ φόβου, πρὸς ταῦτα καὶ Νικίου καὶ ὅτου τις βούλεται κατηγορείτω· οἱ δʼ οὖν καιροὶ προεῖνται, καὶ οὐχ οἷόν τε