Γυλίππου, ὅσον μακροτέραν αὐτοῖς γε γεγενῆσθαι τὴν πολιορκίαν. πάντων δʼ ἀτοπώτατον, εἰ Νικίας μὲν, οὗ τί χρὴ πρὸς τὰ τοιαῦτʼ ἀργότερον ἐξευρεῖν, ὅμως ἐφʼ ὑμῖν τὴν αἵρεσιν πεποίηκε, δυοῖν θάτερον λείπεσθαι φάσκων, ἢ πέμπειν ἑτέρους, ἢ καλεῖν σφᾶς, καὶ οὐκ ἀφῄρηται τὴν καθάπαξ ἐλπίδα, καὶ ταῦτα αὐτὸς ὢν ὁ φοβῶν, προσθήσω δὲ καὶ ὁ φοβούμενος εὐθὺς ἐξ ἀρχῆς, ὑμεῖς δʼ οἱ παρʼ ἐκείνου ταῦτʼ ἀκούοντες καὶ οἱ τότʼ ἐκεῖνον ἄκοντα κινήσαντες προκαταγνώσεσθε μηδὲν ἔτʼ εἶναι τῶν ἐκεῖ κατασχεῖν· μηδαμῶς. ἀλλὰ τῶν τότε εἰρημένων ἀναμνησθέντες καὶ τοὺς ἄγαν ἀσφαλεῖς τοσοῦτον ἐρωτήσαντες, πότερʼ ἐξ ἀρχῆς ταύτην εἶχον τὴν γνώμην, ἢ μεθʼ ὑμῶν ἦσαν, εἰ μὲν τὰ αὐτὰ φρονεῖν ὑμῖν φήσουσι, κατηγόρους αὑτῶν εἶναι νομίζετε τῇ μεταβολῇ, εἰ δʼ ἑτέρως ἐγίγνωσκον, ἐξ ἀμφοτέρων ἁμαρτάνειν ἡγεῖσθε, τοῦτο μὲν εἰ πρὶν ψηφίσασθαι * * συμβουλεύειν δέον ἐξελεῖν, τοῦτο δʼ εἰ περὶ ὧν ἥττηνται βιάζονται. ἵνα δὲ εἰδῆτε ὅσον ἀσφαλείας τῇ γνώμῃ περίεστι, κεφάλαιον ἀκούσατε. ἀπανιστάμενοι μὲν ἐκεῖθεν πάσας καταλύσετε τὰς ἐλπίδας καὶ οὐδὲ ὄναρ ὑμῖν τῶν ἐκεῖ πραγμάτων ἐπιλείπεται· πέμποντες δὲ τὴν βοήθειαν οὐχ ἁμαρτήσεσθε δυοῖν θατέρου· ἢ γὰρ ἕξετε, ὡς ἐγὼ νομίζω, Σικελίαν, ἢ εἰ τοῦτʼ ἀδύνατον, τό γʼ ἐξεῖναι δεῦρʼ ἀναπλεῖν σώζεται. καίτοι ὅτε τοῦ χείρονος νικῶντος μένει τοῦθʼ ὅ τινες νῦν ὡς βέλτιστον εἰσηγοῦνται, πόσον τὸ μεταξὺ χρὴ δοκεῖν εἶναι τῆς γνώμης ἑκατέρας; πέμπειν δὲ στρατηγοὺς, οἵτινες τοῦ Νικίου γήρως καὶ τῆς ἐμπειρίας ἀπολαύσαντες τὴν νωθείαν ὑπερβήσονται· καὶ μὴν ὅ γε ἀρέσκει μοι τῆς ἐπιστολῆς, τὸ δεῖν οὕτως ποιεῖν, ὅπως μὴ δεύτεροι τῶν πολεμίων ἔλθοιμεν· ὡς εἰ φθάσαιμεν αὐτοὺς πρὸς τοῖς πράγμασι γενόμενοι, δυοῖν θάτερον, ἢ οὐ κινήσονται τὸ παράπαν, ἢ πλέον οὐδὲν ἕξουσιν.