ἐκείνοις ἐγγενέσθαι περὶ ἡμῶν οὐκέτʼ ἔσχατον ἁπάντων; καὶ μὴν οὐ μόνον τοὺς ἐκεῖθεν δέος ἐστὶν ἐπισπάσασθαι, ἀλλὰ καὶ τοὺς ἐνταῦθα μηκέθʼ ὅσον πρότερον δοκεῖν ἀξίους εἶναι. ἀγανακτῶ δʼ ἔγωγε, εἰ Πελοποννήσιοι μὲν οὐκ ἀποκνήσουσι ναῦς ἑτέρας πληροῦν ὑπὲρ τῶν ἐν Σικελίᾳ, ἡμεῖς δʼ ὑπὲρ ἡμῶν αὐτῶν οὐ τολμήσομεν. καὶ τῶν μὲν στρατηγῶν φυγὴν κατέγνωμεν Πυθοδώρου καὶ Σοφοκλέους, καὶ τὸν τρίτον αὐτῶν χρήματα ἐπραξάμεθα, ὅτι ἀνέστρεψαν ἐκ Σικελίας καὶ μετέσχον τῶν ἐκεῖ σπονδῶν, αὐτοὶ δὲ τοσαύτην στρατιὰν ἄπρακτον ἀνάξομεν, ἣν οὐ κατὰ σπονδὰς δεήσει κομισθῆναι, ἀλλʼ, αἰσχύνομαι μὲν εἰπεῖν, φεύγουσα δὲ ὀφθήσεται. καίτοι ὅταν, ὦ Ἀθηναῖοι, τοὺς τειχήρεις φεύγωμεν, καὶ ὅταν ἐκ νήσου δραπετεύωμεν, κέρδος τὴν σωτηρίαν ἡγούμενοι, ποῦ λοιπὸν ἰσχυριούμεθα; ἢ τίς λοιπὸν ἔσται πόλεμος; οὐκ ἀναμνησθησόμεθα, ὦ Ἀθηναῖοι, τῆς ἡμέρας ἐκείνης ἐν ᾗ τὰς ναῦς ἀπεστέλλομεν παιᾶνας ᾁδοντες καὶ κρατῆρας ἱστάντες καὶ πομπὴν καὶ χάριν ἔργων τετελεσμένων ἀπομιμούμενοι; οὐκ αἰσχυνούμεθα τουτονὶ τὸν ἥλιον, εἰ δυοῖν οὕτως ἀνομοίων ἡμῖν ἔσται μάρτυς, τότε μὲν τοσαύτης λαμπρότητος καὶ ὑπερηφανίας, νῦν δὲ ταπεινότητος; ποῖα λάφυρα κομίζοντας, ὦ Ἀθηναῖοι, δεξόμεθʼ αὐτοὺς, ἢ ποῖα χαριστήρια τῶν ἔργων τοῖς θεοῖς, ἢ ποίους ἐπινίκους ἅμʼ αὐτοῖς ἐνταῦθα ᾀσόμεθα; ἢ ποίαν ἅμιλλαν ἁμιλλήσονται πρὸς ἀλλήλους ἀναπλέοντες, ὁμοίαν τῇ πρώην; οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ σιωπῇ καὶ τῶν κελευσμάτων κομισθήσονται, μόνον οὐκ αἰσχυνόμενοι τὴν θάλατταν. εἶτα τοὺς μὲν ἐν τοῖς γυμνικοῖς ἀγῶσι πρὸ ὥρας ἀπαγορεύοντας καὶ παρʼ ἀξίαν μικροῦ μισοῦμεν, ἄλλως τε κἂν πρὸς αὐτῷ τῷ στεφάνῳ ποιήσωνται τὴν ἀπόρρησιν· αὐτοὶ δʼ ἀγῶνα τοσοῦτον ἀράμενοι καὶ μικροῦ πάντα κατειργασμένοι συγκεκλεικότες Συρακοσίους, ἔχοντες τὴν Σικελίαν, μόνον οὐκ ἐν ταῖς χερσὶ τὸν στέφανον, εἶτα ἀπορρίψομεν; μὴ δῆτα, ὦ Ἀθηναῖοι. εὖ γὰρ ἴστε, ὀφθῆναι μόνον ἀρκέσει τοῖς δευτέροις καὶ πάντʼ οἴχεται τὰ Συρακοσίων πράγματα· καὶ τοσοῦτον ἀπολαύσονται τοῦ